1. Ὅταν δὲ ἐν τῷ χρόνῳ κρατήσῃ μὲν ἡ φύσις,
2. πεφθῇ δὲ σύμπαν τὸ ῥεῦμα, καὶ γένηται πύον, ἐκτὸς ὠθεῖται
3. τῆς σαρκὸς, ὑπὸ τῆς ἐν αὐτῇ δυνάμεως ἀποκριτικῆς τῶν
4. ἀλλοτρίων. ἔνθα μὲν οὖν ἤτοι πόρος ἐστὶ φυσικὸς ἀξιόλογος,
5. οἷον ὀχετός τις ἐκροῆς περιττωμάτων παρεσκευασμένος,
6. ἢ αὐτὸ τὸ χωρίον ἐνταῦθα ἀραιὸν, τοῦ πύου τὸ μέν τι διαπνεῖται,
7. τὸ δὲ αἰσθητῶς ἐκρεῖ· ἔνθα δὲ περίκειται τὸ δέρμα
8. πυκνὸν καὶ σκληρὸν, οἷον τὸ ἔξωθεν ἡμῶν ἐστιν, ἴσχεται
9. ἐνταῦθα τὸ πύον, ἀφίστησί τε τῆς ὑποκειμένης αὐτῷ σαρκὸς,
10. εἶτα καὶ διαβιβρώσκει τῇ δριμύτητι καὶ διεξέρχεται πρὸς τοὐκτὸς,
11. εἰ μή τις φθάσῃ σχάσας αὐτό. κρατηθείσης δὲ τῆς φύσεως
12. ὑπὸ τοῦ ῥεύματος, οὐκέτι εἰς πύον, ἀλλ’ εἰς ἀλλόκοτόν
13. τινα μεταβολὴν ἄλλοτε ἀλλοίαν ἀφικνεῖται τὸ αἷμα.
14. καλεῖται δὲ κοινῇ μὲν σύμπαντα τὰ τοιαῦτα πρὸς τῶν πλείστων
15. ἰατρῶν ἀποστήματα, καὶ μάλισθ’ ὅσα διὰ βάθους ἔνδον
16. ἐστίν· ἔνιοι δὲ οὐχ ἅπαντα προσαγορεύειν οὕτω δικαιοῦσιν,
17. ἀλλ’ ἐκεῖνα μόνον, ὅσα τὴν ἀλλοίωσιν εἰς διαφθορὰν ἑτέραν
18. τινὰ, οὐκ εἰς τὸ συνηθές τε καὶ χρηστὸν ἴσχει πύον. ὡς τά γε
1. ἐκπυΐσκοντα ἅπαντα τινὲς μὲν ἐμπυήματα προσαγορεύουσιν,
2. ἔνιοι δὲ διαπυήματα, καθάπερ καὶ αὐτὸ ἐκπυΐσκειν,
3. καὶ διαπυΐσκειν· ἔνιοι δὲ οὐχ οὕτως, ἀλλ’ ὅταν ἐν σπλάγχνῳ
4. γένηταί τι τοιοῦτον, ἐκεῖνο μόνον ἐμπύημα προσαγορεύουσι,
5. καὶ τοὺς οὕτω πάσχοντας ἐμπύους· ἄλλοι δ’ αὖ τινες ἰατροὶ
6. μόνους ἐκείνους ὀνομάζειν ἐμπύους δικαιοῦσιν, οἷς ἤθροισται
7. πύον ἐν τῇ μεταξὺ θώρακός τε καὶ πνεύμονος χώρᾳ. τῶν
8. μὲν οὖν ὀνομάτων, ὅπερ ἀεί μοι λέλεκται, φροντίζειν χρὴ τοσοῦτον,
9. ὡς ἑρμηνεύεσθαι σαφῶς τὸ δηλούμενον· αὐτὰ δὲ
10. τὰ πράγματα, περὶ ὧν ὁ λόγος, εὑρίσκειν οὕτως σπουδαστέον,
11. ὡς μηδὲν ἐξ αὐτῶν διαλάθοι. σύμπαντα γὰρ ταῦτα
12. παρασκευαστικὰ πρὸς τὴν θεραπευτικήν εἰσι μέθοδον, ἐν ᾗ
13. τὰς διαθέσεις, οὐ τὰς προσηγορίας αὐτῶν ἰώμεθα. τούτων
14. τοίνυν ἀεὶ μεμνημένους ἐπὶ τὰ λείποντα αὖθις τῶν πραγμάτων
15. ἰτέον.
⟨
(De tum. praeter nat.) [n° 057 Fichtner] [GalLat]
De tumoribus praeter naturam
Περὶ τῶν παρὰ φύσιν ὄγκων
Tumeurs contre nature
Unnatural Lumps (Tum. Pr. Nat.)
, 1968.
De tumoribus praeter naturam, 1824, vol. 7, p. 705-732. urn:cts:greekLit:tlg0057.tlg054.verbatim-lat1
Richter, 1913 (deu); Lytton, Resuhr, 1978 (eng).
De tumoribus praeter naturam, 3, ed. Kühn, 1824, vol. 7, p. 715-716. urn:cts:greekLit:tlg0057.tlg054.1st1K-grc1:3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩