Galenus. De tumoribus praeter naturam (De tum. praeter nat.) [n° 057 Fichtner] [GalLat]

Περὶ τῶν παρὰ φύσιν ὄγκων
Tumeurs contre nature
Unnatural Lumps (Tum. Pr. Nat.)
, 1968.
De tumoribus praeter naturam, 1824, vol. 7, p. 705-732. urn:cts:greekLit:tlg0057.tlg054.verbatim-lat1
Richter, 1913 (deu); Lytton, Resuhr, 1978 (eng).

De tumoribus praeter naturam, 4, ed. Kühn, 1824, vol. 7, p. 716-718. urn:cts:greekLit:tlg0057.tlg054.1st1K-grc1:4

16. Ὅταν ἀποδείρῃ τὰ σώματα τὸ πύον, ἀποστήσῃ
17. τε καὶ διαστήσῃ τῶν ὑποκειμένων τὰ περιέχοντα, κᾄπειτα
18. κενωθέντος αὐτοῦ καθ’ ὁντιναοῦν τρόπον, ἀδυνατήσει
19. τὰ διαστάντα τὴν ἀρχαίαν ἀπολαβεῖν κατάστασιν, ὀνομάζεται
1. τὸ πάθος κόλπος. εἰ δὲ μὴ ταχέως τις αὐτὸν θεραπεύσῃ,
2. τυλοῦται καὶ σκληρὸς γίνεται τῷ χρόνῳ, καὶ οὐχ οἷός τέ ἐστι
3. κολλᾶσθαι τοῖς ὑποκειμένοις αὐτῷ. προστέλλεται μέντοι ξηρανθεὶς
4. ὑπό τε φαρμάκων καὶ διαίτης, ὡς δοκεῖν ὑγιὲς ἀμέμπτως
5. ὑπάρχειν τὸ μόριον. εἰ μὲν δὴ διὰ παντὸς ἀκριβῶς τις
6. διαιτώμενος, ὑγιεινὸν ἀληθῶς ἔχει καὶ ἀπέριττον τὸ σῶμα,
7. προσεσταλμένος ὁ κόλπος μένει· περιττώματος δέ τινος ὑποτραφέντος,
8. αὖθις πληροῦται καὶ γίνεται πάλιν ὅ περ ἐξ ἀρχῆς
9. ἦν ἀπόστημα· καὶ αὖθίς γε, δεόντως ἰωμένων, ἐκκενοῦται
10. καὶ ξηραίνεται καὶ προστέλλεται, καὶ ἀεὶ πολὺ ῥᾴονα
11. ἅπαντ’ αὐτῷ γίνεται ταῦτα τῶν ἐξ ἀρχῆς ἀποστάντων. οὔτε
12. γὰρ ὀδυνᾶται διασπώμενα τὰ μόρια, διέστηκε γὰρ ἤδη· καὶ
13. πληροῦται τάχιστα, ῥᾳδίως ὑποδεχομένου τοῦ κόλπου τὸ
14. ῥεῦμα· καὶ δὴ καὶ κενοῦται ταχέως, ὡδοποιημένων αὐτῷ τῶν
15. ἐκροῶν, ὡς ὅταν γε κολληθῶσιν αὐτὰ, πάλιν ὀδυνῶνται,
16. ῥηγνυμένου τοῦ ἀποστήματος. οὐ μόνον δὲ ἐκ φλεγμονῆς ἡ
17. γένεσις τοῖς ἀποστήμασιν, ἀλλὰ καὶ εὐθὺς ἐξ ἀρχῆς ἐνίοτε δι’
1. ἄλλον χυμὸν ὁντιναοῦν ἀποδέροντα τῷ χρόνῳ καὶ ἀφιστάντα
2. τῶν ὑποκειμένων τὰ περιέχοντα. καὶ τοίνυν καὶ τμηθέντων,
3. παντοίαν ἰδέαν ὑγρῶν τε καὶ στερεῶν σωμάτων ἐντὸς ἔχοντα
4. φαίνεται. καὶ γὰρ βορβόρῳ, καὶ οὔρῳ, καὶ θρόμβῳ καὶ
5. χυλῷ μελιτώδει, καὶ μυξώδει, καὶ ὀστοῖς, καὶ λίθοις, καὶ
6. πώροις, ὄνυξί τε καὶ θριξὶν, ἐν ἀποστήμασιν εὑρίσκεται
7. παραπλήσια σώματα, καὶ μὴν καὶ ζῶα πολλάκις εὕρηνται,
8. σχεδὸν ἅπασι τοῖς ἐκ σηπεδόνος ἔχουσι τὴν γένεσιν
9. ὁμοιότατα.

Cliquer un n° de page pour en afficher l’image