14. Ἕπεται δὲ ταῖς μεγάλαις φλεγμοναῖς ἡ
15. καλουμένη γάγγραινα, νέκρωσίς τε οὖσα τοῦ πάσχοντος
16. μορίου. κᾂν μὴ διὰ ταχέων τις αὐτὴν ἰάσηται, νεκροῦται
17. ῥᾳδίως τὸ παθὸν οὕτω μόριον, ἐπιλαμβάνει τε τὰ
18. συνεχῆ καὶ ἀποκτείνει τὸν ἄνθρωπον. ἐπειδὰν γὰρ ἰσχυρῶς
19. φραχθῇ κατὰ τὰς μεγίστας φλεγμονὰς τά τε στόματα
1. τῶν ἀγγείων, οἵ τε πόροι πάντες οἱ κατὰ τὸ δέρμα τῆς κατὰ
2. φύσιν ἀποστερούμενοι διαπνοῆς, τὰ οὕτω κάμνοντα σώματα
3. νεκροῦνται ῥᾳδίως. καὶ πρῶτον μὲν αὐτῶν ἀποσβέννυται τὸ
4. τῆς χρόας εὐανθὲς, ὃ συνῆν ταῖς φλεγμοναῖς· ἔπειθ’
5. ἡ ὀδύνη καὶ ὁ σφυγμὸς οἴχονται, οὐ πεπαυμένης δή που τῆς
6. διαθέσεως, ἀλλὰ τῆς αἰσθήσεως νενεκρωμένης. ἀχώριστος
7. δὲ φλεγμονῆς μεγάλης ὁ σφυγμός. οὕτω δὲ ἐοίκασιν ὀνομάζειν
8. οἱ παλαιοὶ τὴν αἰσθητὴν κίνησιν αὐτῷ τῷ κάμνοντι τῶν
9. ἀρτηριῶν, εἴτε χωρὶς ὀδύνης, εἴτε καὶ σὺν ταύτῃ γίγνοιτο.
10. διὸ καὶ προστιθέασί τινες ἐν τοῖς συμπτώμασι τῆς φλεγμονῆς
11. τῷ σφυγμῷ τὸ σὺν ὀδύνῃ. ταυτὶ μὲν οὖν ἐν ὀνόματι
12. τὴν ἀμφισβήτησιν ἔχει, κάλλιον δὲ ἐπίστασθαι τὴν γένεσιν
13. αὐτῶν καταφρονοῦντα τῆς προσηγορίας. ἐν μὲν δὴ
14. τῷ κατὰ φύσιν ἀναίσθητός ἐστιν ἡμῖν ἡ κίνησις τῶν ἀρτηριῶν,
15. ἐν δὲ ταῖς φλεγμοναῖς αἰσθητὴ σὺν ὀδύνῃ. πλήττει
16. γὰρ ἡ ἀρτηρία διαστελλομένη τὰ πέριξ σώματα, καὶ
17. πρὸς τῆς πληγῆς ὀδυνώμεθα. διὰ τὴν φλεγμονήν. ὅταν δὲ
18. καὶ αὐτὸς ὁ χιτὼν ἤδη φλεγμαίνῃ, πλήττουσά τε ἅμα καὶ
1. πληττομένη διπλασιάζει τὴν ὀδύνην. περὶ μὲν δὴ τούτων
2. αὐτάρκως εἴρηται.
⟨
(De tum. praeter nat.) [n° 057 Fichtner] [GalLat]
De tumoribus praeter naturam
Περὶ τῶν παρὰ φύσιν ὄγκων
Tumeurs contre nature
Unnatural Lumps (Tum. Pr. Nat.)
, 1968.
De tumoribus praeter naturam, 1824, vol. 7, p. 705-732. urn:cts:greekLit:tlg0057.tlg054.verbatim-lat1
Richter, 1913 (deu); Lytton, Resuhr, 1978 (eng).
De tumoribus praeter naturam, 8, ed. Kühn, 1824, vol. 7, p. 720-722. urn:cts:greekLit:tlg0057.tlg054.1st1K-grc1:8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩