Galenus. De tumoribus praeter naturam (De tum. praeter nat.) [n° 057 Fichtner] [GalLat]

Περὶ τῶν παρὰ φύσιν ὄγκων
Tumeurs contre nature
Unnatural Lumps (Tum. Pr. Nat.)
, 1968.
De tumoribus praeter naturam, 1824, vol. 7, p. 705-732. urn:cts:greekLit:tlg0057.tlg054.verbatim-lat1
Richter, 1913 (deu); Lytton, Resuhr, 1978 (eng).

De tumoribus praeter naturam, 9, ed. Kühn, 1824, vol. 7, p. 722-724. urn:cts:greekLit:tlg0057.tlg054.1st1K-grc1:9

3. Λεκτέον δὲ ἐφεξῆς τὰ χολώδη ῥεύματα.
4. νενίκηκε γὰρ οὐκ οἶδ’ ὅπως τὸ τῶν ἰατρῶν ἔθος, ἄν τε χολὴν
5. ὀνομάσωμεν ἁπλῶς ἄν τε χολώδη χυμὸν, ἀκούειν ἡμᾶς
6. τὴν ὠχρὰν καὶ πικρὰν, οὐ τὴν ὀξεῖαν καὶ μέλαιναν.
7. ἐκείνην γὰρ ἀεὶ μετὰ προσθήκης ὀνομάζουσι, συνάπτοντες τῇ
8. προσηγορίᾳ τοῦ χυμοῦ τὴν χρόαν. ὅταν οὖν κατασκήψῃ χολῶδες
9. ῥεῦμα, τὸ μὲν ἀκριβὲς ἑλκοῖ τὸ δέρμα, τὸ δὲ ὑδατώδεσιν
10. ἰχῶρσιν ἢ αἵματι συμμιγὲς ἧττόν ἐστι δριμὺ καὶ μᾶλλον
11. εἰς ὄγκον αἴρει τὸ μέρος ἢ ἑλκοῖ. τουτὶ μὲν οὖν ἐρυσίπελας
12. ὀνομάζεται, θάτερος δὲ ἕρπης. ἐνδείκνυται δὲ τὸν ἐργασάμενον
13. χυμὸν ἥ τε χρόα καὶ ἡ θερμότης τῶν παθῶν. ἐπεὶ δὲ
14. αὖ καὶ τοῦ δριμέος ὁ μὲν ἧττον, ὁ δὲ μᾶλλον ὑπάρχει τοιοῦτος,
15. ἰστέον ἐπὶ μὲν τοῦ δριμυτέρου τὸν ἐσθιόμενον ἕρπητα
16. συνίστασθαι, οὕτω γὰρ αὐτὸν ὠνόμασεν Ἱπποκράτης, ὑπὸ
17. δὲ θατέρου τὸν ἕτερον, ᾧ καὶ κεγχρίαν ἔνιοι τῶν μεθ’ Ἱπποκράτην
1. τοὔνομα ἔθεντο, διότι κέγχροις ὁμοίας ἐξοχὰς ἀποτελεῖ
2. κατὰ τὸ δέρμα. φλέγματι μὲν οὖν μοι δοκεῖ μεμῖχθαι τὸ
3. τοιοῦτον ῥεῦμα· τὸ δὲ ἕτερον ἀκριβοῦς εἶναι χολῆς. διὰ τοῦτο
4. καὶ μετὰ ἀναβρώσεως γίγνεται, τὸ συνεχὲς ἀεὶ τοῦ δέρματος
5. ἐπιλαμβάνοντος τοῦ πάθους, ὅθεν αὐτῷ καὶ τοὔνομα.
6. μιχθέντος δὲ αἵματος ἴσου τῇ χολῇ, τὸ πάθος ἀμφοῖν ἐν
7. μέσῳ τὴν ἰδέαν ἐστὶ καὶ τὴν φύσιν ἐρυσιπέλατός τε καὶ φλεγμονῆς.
8. εἰ δὲ πολὺ ἐπικρατοίη τὸ ἕτερον, ἀπὸ τοῦ κρατοῦντος
9. ἡ προσηγορία τῷ πάθει, κατηγορεῖται δὲ αὐτῷ τὸ μιχθέν.
10. ἐρυσίπελας μὲν οὖν φλεγμονῶδες ἐπὶ τῇ ξανθῇ κρατούσῃ,
11. φλεγμονὴ δὲ ἐρυσιπελατώδης ἐπὶ τῷ κρατοῦντι αἵματι λέγεται.
12. παραπλήσιος δὲ καὶ ἡ τῶν ἄλλων μίξεων ἑρμηνεία, φλεγμονὴ
13. σκιῤῥώδης, καὶ σκίῤῥος φλεγμονώδης, οἴδημά τε φλεγμονῶδες
14. καὶ οἰδηματώδης φλεγμονή. τέτταρα γὰρ ταῦτ’ ἔστι
15. συνεχῶς γινόμενα πάθη δι’ ἐπιῤῥοὴν ὑγρῶν, ἐρυσίπελας καὶ
16. οἴδημα καὶ φλεγμονὴ καὶ σκίῤῥος. ἐρυσίπελας μὲν οὖν,
17. ὡς εἴρηται, χολώδους ῥεύματος κρατήσαντος· φλεγμονὴ δὲ,
18. αἱματώδους· οἴδημα δὲ λεπτοῦ τὴν σύστασιν φλέγματος,
1. ὥσπέρ γε παχέος καὶ γλίσχρου τὸ ἕτερον εἶδος τῶν σκίῤῥων·
2. τὸν γὰρ ἕτερον ἡ ἰλὺς τοῦ αἵματος ἀπεργάζεται. ἔστι δὲ
3. δήπου καὶ αὐτὴ διττὴ, τὸ μὲν ἕτερον εἶδος, ὅπερ Ἱπποκράτης
4. ὀνομάζει μέλαιναν· τὸ δ’ ἕτερόν ἐστι μὲν καὶ
5. τοῦτο μέλαν, ἰδίαν δὲ ἔχει τὴν προσηγορίαν· ὀνομάζεται γὰρ
6. μέλαινα χολή. ταύτης μὲν οἱ καρκῖνοι, θατέρου δὲ τοῦ μέλανος
7. ἕν τι τῶν σκίῤῥων εἶδος ἔγγονον ὑπάρχει. διορίζεται
8. δὲ ἀπὸ θατέρου τοῦ φλεγματικοῦ τῇ χρόᾳ. κοινὰ δ’ ἀμφοῖν
9. ὁ μείζων τοῦ κατὰ φύσιν ὄγκος ἀνώδυνός τε καὶ σκληρὸς, ἥ τε
10. γένεσις ἀμφοτέρων ἐνίοτε μὲν ἐξ ἀρχῆς, ἔστιν ὅτε δὲ ἐκ μεταπτώσεως
11. ἤτοι φλεγμονῆς, ἢ ἐρυσιπελάτων, ἢ οἰδήματος,
12. ἐμψυχθέντων ἀμετρότερον.

Cliquer un n° de page pour en afficher l’image