1. Τεμνέσθω δὲ πάλιν ὑφ’ ἡμῶν ἓν
2. ὁτιοῦν ἐξ αὐτῶν εἰς τὰ προσεχῆ καλούμενα μόρια, σκέλος μὲν
3. εἰ τύχῃ εἰς μηρὸν καὶ κνήμην καὶ πόδα, χεὶρ δ’ αὖ εἰς βραχίονά
4. τε καὶ πῆχυν καὶ ἄκραν χεῖρα· καὶ μὲν δὴ καὶ ἄκρας
5. χειρὸς οἰκεῖα μόρια καρπὸς καὶ μετακάρπιον καὶ δάκτυλοι·
6. δακτύλων δ’ αὖ πάλιν ὀστᾶ καὶ χόνδροι καὶ σύνδεσμοι καὶ
7. νεῦρα καὶ ἀρτηρίαι καὶ φλέβες, ὑμένες τε καὶ σάρκες καὶ τένοντες,
8. ὄνυχές τε καὶ δέρμα καὶ πιμελή· ταῦτα δ’ οὐκέτ’ ἐγχωρεῖ
9. τέμνειν εἰς ἕτερον εἶδος, ἀλλ’ ἔστιν ὁμοιομερῆ τε καὶ
10. πρῶτα, πλὴν ἀρτηριῶν τε καὶ φλεβῶν· αὗται γὰρ ἐξ ἰνῶν τε
11. καὶ ὑμένων σύγκεινται, καθ’ ὃ κᾀν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν
12. ἐλέγετο. καὶ μὲν δὴ καὶ ὡς χῶραι πολλαὶ μεταξὺ τῶν
13. εἰρημένων ὁμοιομερῶν τε καὶ πρώτων μορίων ὑπάρχουσι, καὶ
14. τούτων ἔτι πλείους τε καὶ μείζους ἐν τῷ μέσῳ τῶν ὀργανικῶν
15. τε καὶ συνθέτων, ἐνίοτε δὲ καὶ καθ’ ἓν ὁτιοῦν ὁμοιομερὲς
16. μόριον, ὡς ἐν ὀστῷ καὶ δέρματι· καὶ περὶ τούτων ἁπάντων
17. ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν εἴρηται. τὰ μὲν οὖν μαλακὰ
18. τῶν σωμάτων ἀλλήλοις ἐπιπίπτοντα τὰς μεταξὺ χώρας ἀδήλους
19. ἐργάζεται πρὸς τὴν αἴσθησιν· ὅσα δὲ σκληρὰ καὶ ξηρὰ,
1. πάνυ φωράσαις αὐτῶν αἰσθήσει τὰ διαλείμματα, καθάπερ ἐν
2. ὀστοῖς τὰς σήραγγας. ἔχουσι δὲ αὗται κατὰ φύσιν ἐν ἑαυταῖς
3. ὑγρὸν παχὺ καὶ λευκὸν εἰς θρέψιν τοῖς ὀστοῖς παρεσκευασμένον.
4. οἱ δὲ ἐν τῷ δέρματι πόροι καθ’ ὅν τινα γίγνονται τρόπον,
5. ἐν τοῖς περὶ κράσεων εἴρηται. ταυτὶ μὲν οὖν ἀναγκαῖον
6. ἦν ἀναμνῆσαι σαφηνείας ἕνεκεν τῶν μελλόντων λεχθήσεσθαι.
7. περὶ δὲ τῆς ἀνωμάλου δυσκρασίας ἤδη ῥητέον, ὁποία τέ τις
8. ἡ φύσις αὐτῆς ἐστι καὶ ὅσοι τρόποι γενέσεως. ὅτι μὲν δὴ
9. μία κρᾶσις οὐκ ἔστιν ἐν ἅπασι τοῖς μέρεσι τοῦ πεπονθότος
10. οὕτω σώματος, ἔμπροσθεν εἴρηται. ἀλλὰ τοῦτο μὲν ἁπάσης
11. ἀνωμάλου δυσκρασίας κοινόν· αἱ διαφοραὶ δὲ ταῖς τῶν
12. πεπονθότων σωμάτων ἕπονται φύσεσιν. ἄλλως μὲν γὰρ ἡ
13. ἁπλῆ σὰρξ, ἄλλως δὲ ὁ σύμπας μῦς εἰς ἀνώμαλον ἀφικνεῖται
14. κρᾶσιν.
⟨
(De inaequ. intemp.) [n° 058 Fichtner] [GalLat]
De inaequali intemperie
Περὶ ἀνωμάλου δυσκρασίας
Anomalie du tempérament
The Uneven Bad-Mixture (Inaequ. Int.)
Garcia Novo, 2012.
De inaequali intemperie, 1824, vol. 7, p. 733-752. urn:cts:greekLit:tlg0057.tlg055.verbatim-lat1
Johnston, 2020 (eng).
De inaequali intemperie, 2, ed. Kühn, 1824, vol. 7, p. 735-736. urn:cts:greekLit:tlg0057.tlg055.1st1K-grc1:2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩