Galenus. De inaequali intemperie (De inaequ. intemp.) [n° 058 Fichtner] [GalLat]

Περὶ ἀνωμάλου δυσκρασίας
Anomalie du tempérament
The Uneven Bad-Mixture (Inaequ. Int.)
Garcia Novo, 2012.
De inaequali intemperie, 1824, vol. 7, p. 733-752. urn:cts:greekLit:tlg0057.tlg055.verbatim-lat1
Johnston, 2020 (eng).

De inaequali intemperie, 3, ed. Kühn, 1824, vol. 7, p. 736-739. urn:cts:greekLit:tlg0057.tlg055.1st1K-grc1:3

15. Αὐτίκα γέ τοι ῥεύματος θερμοῦ κατασκήψαντος
16. εἰς μῦν, πρῶτον μὲν αἱ μείζους ἀρτηρίαι καὶ φλέβες ἐμπίπλανταί
17. τε καὶ διατείνονται, μετὰ ταῦτα δὲ αἱ μικρότεραι,
18. καὶ τοῦτο γίνεται μέχρι τῶν σμικροτάτων· ἐν αἷς ὅταν ἰσχυρῶς
1. σφηνωθῇ καὶ μηκέτι στέγηται τὸ ῥεῦμα, τὸ μέν τι κατὰ τὸ
2. στόμα, τὸ δέ τι καὶ διὰ τῶν χιτώνων αὐτῶν διηθεῖται πρὸς
3. τὸ ἐκτός· κᾀν τούτῳ πίμπλανται ῥεύματος αἱ μεταξὺ χῶραι
4. τῶν πρώτων σωμάτων, ὥστε καὶ θερμαίνεσθαι καὶ περικλύζεσθαι
5. πανταχόθεν ὑπὸ τῆς ὑγρότητος ἅπαντα. τὰ νεῦρα
6. δέ ἐστι ταῦτα καὶ ὑμένες καὶ σύνδεσμοι καὶ σάρκες αὐταί.
7. πρὸ δὲ τούτων αἱ ἀρτηρίαι καὶ φλέβες, αἳ δὴ καὶ πρώτως
8. καὶ μάλιστα ποικίλως ὀδυνῶνται. καὶ γὰρ ἔνδοθεν ὑπὸ τοῦ
9. ῥεύματος θερμαίνονταί τε καὶ διατείνονται καὶ διασπῶνται,
10. κᾀκ τῶν ἔξωθεν θερμαίνονται ἅμα καὶ θλίβονται καὶ βαρύνονται·
11. τὰ δ’ ἄλλα μόρια, τὰ μὲν ἐν τῷ θερμαίνεσθαι
12. μόνον ἢ θλίβεσθαι, τὰ δὲ τῷ συναμφοτέρῳ κάμνει. καὶ καλεῖται
13. μὲν τὸ νόσημα φλεγμονὴ, δυσκρασία δέ ἐστιν ἀνώμαλος
14. τοῦ μυός. τὸ μὲν γὰρ αἷμα τὸ κατ’ αὐτὸν ἤδη ζέει·
15. συνεκθερμαίνει δὲ αὐτῷ πρώτους μὲν καὶ μάλιστα τοὺς χιτῶνας
16. τῶν ἀρτηριῶν καὶ φλεβῶν· ἤδη δὲ καὶ τὰ ἐκτὸς αὐτῶν,
17. οἷς περικέχυται, πάντα. καὶ δυοῖν γε θάτερον ἀναγκαῖον
18. ἀπαντῆσαι· νικήσαντος μὲν τοῦ ῥεύματος, φθορὰν γίνεσθαι 
1. τῶν νικηθέντων σωμάτων· νικηθέντος δὲ, τὴν εἰς τὸ κατὰ
2. φύσιν ἐπάνοδον τῷ μυΐ. καὶ δὴ νικάσθω πρότερον τὸ ῥεῦμα,
3. βέλτιον γὰρ ἀπὸ τῶν κρειττόνων ἄρχεσθαι, διττὸς ἐν τούτῳ
4. τρόπος ἔσται τῆς ἰάσεως, ἢ διαφορηθέντος ἅπαντος τοῦ κατασκήψαντος
5. ὑγροῦ, ἢ πεφθέντος. ἀλλ’ ἡ μὲν διαφόρησις
6. εὐκταιοτάτη τῶν ἰάσεών ἐστι· τῇ πέψει δὲ ἕπεται δύο ταῦτ’
7. ἐξ ἀνάγκης, πύου γένεσις καὶ ἀπόστασις. ἀφίσταται δὲ ποτὲ
8. μὲν εἰς τὴν μεγίστην καὶ ἀκυροτάτην τῶν παρακειμένων κοιλοτήτων,
9. ἥπερ δὴ καὶ βελτίστη τῶν ἀποστάσεών ἐστιν·
10. ἐνίοτε δὲ εἰς τὴν μεγίστην μὲν οὐ μὴν ἄκυρον, ἢ εἰς ἄκυρον
11. μὲν οὐ μεγίστην δέ. τοῖς μὲν οὖν κατὰ γαστέρα καλλίστη
12. τῶν ἀποστάσεών ἐστιν ἡ εἰς τὴν ἐντὸς εὐρυχωρίαν, εἰς ἣν
13. καὶ συῤῥήγνυνται τὰ πολλά· μοχθηρὰ δὲ ἡ ὑπὸ τὸ περιτόναιον.
14. οὕτω δὲ καὶ τοῖς κατὰ τὸν ἐγκέφαλον ἡ μὲν εἰς
15. τὰς ἐμπροσθίους κοιλίας ἀγαθὴ, μοχθηρὰ δὲ ἡ ὑπὸ τὰς
16. μήνιγγας καὶ εἰς τὴν ὄπισθεν κοιλίαν. αἱ δὲ κατὰ τὰς πλευρὰς
17. ἀποστάσεις εἰς τὰς τοῦ θώρακος εὐρυχωρίας ἐκρήγνυνται·
18. καὶ τῶν μὲν μυῶν ὑπὸ τὸ δέρμα, τῶν δὲ σπλάγχνων ἢ εἰς
1. τὰς ἀρτηρίας καὶ τὰς φλέβας τὰς ἐν αὐτοῖς, ἢ ὑπὸ τὸν ὑμένα
2. τὸν περιέχοντα, καθάπερ τι δέρμα καὶ αὐτὸν ὑπάρχοντα τοῖς
3. σπλάγχνοις. εἰ δὲ νικηθείη τὰ σώματα πρὸς τοῦ ῥεύματος, εἰς
4. τοσαύτην μὲν ἀφίξεται δηλονότι δυσκρασίαν, ὡς καὶ τὴν ἐνέργειαν
5. αὐτῶν ἀπολέσθαι καὶ φθαρῆναι τῷ χρόνῳ· παύσεται δὲ
6. ὀδυνώμενα τότε πρῶτον, ὅταν ἐξομοιωθῇ τῷ μεταβάλλοντι.
7. οὐ γὰρ ἐν τῷ μεταβεβλῆσθαι τὴν κρᾶσιν, ἀλλ’ ἐν τῷ μεταβάλλεσθαι
8. πονεῖ τὰ μόρια, καθότι καὶ ὁ θαυμαστὸς Ἱπποκράτης
9. ἔλεγεν· τοῖσι γὰρ τὴν φύσιν διαλλαττομένοισι καὶ
10. διαφθειρομένοισιν αἱ ὀδύναι γίγνονται. διαλλάττεται δὲ καὶ
11. διαφθείρεται τὴν φύσιν ἕκαστον θερμαινόμενον, ἢ ψυχόμενον,
12. ἢ ξηραινόμενον, ἢ ὑγραινόμενον, ἢ τῆς συνεχείας λυόμενον· ἐπὶ
13. μὲν ταῖς ἀνωμάλοις δυσκρασίαις διὰ τὸ θερμαίνεσθαι ἢ ψύχεσθαι
14. μάλιστα, δραστικώταται γὰρ αὗται αἱ ποιότητες, ἤδη δὲ
15. καὶ διὰ τὸ ὑγραίνεσθαί τε καὶ ξηραίνεσθαι· ἐν δὲ τῷ πεινῇν ἢ
16. διψῇν, ἐπιλειπούσης ἔνθα μὲν τῆς ὑγρᾶς οὐσίας, ἔνθα δὲ τῆς
17. ξηρᾶς· ἐν δὲ τῷ τιτρώσκεσθαι καὶ διαβιβρώσκεσθαι καὶ τείνεσθαι
18. καὶ θλίβεσθαι καὶ ἀνασπᾶσθαι, τῆς συνεχείας λυομένης.

Cliquer un n° de page pour en afficher l’image