Galenus. De inaequali intemperie (De inaequ. intemp.) [n° 058 Fichtner] [GalLat]

Περὶ ἀνωμάλου δυσκρασίας
Anomalie du tempérament
The Uneven Bad-Mixture (Inaequ. Int.)
Garcia Novo, 2012.
De inaequali intemperie, 1824, vol. 7, p. 733-752. urn:cts:greekLit:tlg0057.tlg055.verbatim-lat1
Johnston, 2020 (eng).

De inaequali intemperie, 5, ed. Kühn, 1824, vol. 7, p. 742-744. urn:cts:greekLit:tlg0057.tlg055.1st1K-grc1:5

3. Αὗται πᾶσαι δυσκρασίαι τοῦ σώματος ἀνώμαλοι
4. γίγνονται, μάλιστα μὲν ἐκπυρουμένου τοῦ κατὰ τὴν
5. φλεγμονὴν αἵματος, ἐφεξῆς δὲ τοῦ κατὰ τὰ σπλάγχνα καὶ
6. τοῦ κατὰ τὴν καρδίαν, καὶ ταύτης μάλιστα τοῦ κατὰ τὴν
7. ἀριστερὰν κοιλίαν, εἰς ἣν εἰ καὶ ζῶντος τοῦ ζώου καὶ μηδέπω
8. πυρέττοντος ἐθελήσεις ἐμβαλεῖν τοὺς δακτύλους, ὡς
9. ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι γέγραπται, σφοδροτάτης αἰσθήσῃ
10. θερμασίας. οὔκουν ἀπεικός ἐστιν οὐδ’ ὁπότε σύμπαν
11. ἐκθερμαίνεται τὸ σῶμα παρὰ φύσιν, εἰς ἄκρον ἥκειν τὴν
12. θερμότητα ἐκείνην μάλιστα. καὶ γὰρ λεπτομερέστατον αἷμα
13. καὶ πνευματωδέστατον ἔχει, καὶ κινεῖται διαπαντός. ἀλλ’
14. ἐν τοῖς τοιούτοις ἅπασι πυρετοῖς ἐκθερμαίνεται μὲν ἐνίοτε
15. σύμπαν ἤδη τὸ αἷμα, καὶ δέδεκται τὴν παρὰ φύσιν ἐκείνην
16. θερμασίαν, τὴν ἐκ τῆς σηπεδόνος τῶν χυμῶν ὁρμηθεῖσαν·
17. οὐ μὴν οὔθ’ οἱ χιτῶνες τῶν ἀρτηριῶν ἢ τῶν
18. φλεβῶν οὔτ’ ἄλλό τι τῶν περικειμένων σωμάτων ἤδη πω
19. τελέως ἠλλοίωται τὴν κρᾶσιν, ἀλλ’ ἔτι μεταβάλλεται 
1. καὶ ἀλλοιοῦται θερμαινόμενα. εἰ δ’ ἐν χρόνῳ πλείονι τοῦτο
2. πάσχοι, κᾂν νικηθείη ποτὲ καὶ μεταβληθείη παντάπασιν,
3. ὡς μηκέτι θερμαίνεσθαι μόνον, ἀλλ’ ἤδη τεθερμάνθαι
4. παρὰ φύσιν. ὅρος δέ ἐστι τῆς ἀλλοιώσεως ἑκάστῳ
5. τῶν μορίων ἡ τῆς ἐνεργείας αὐτοῦ βλάβη· τὸ δ’ ἄχρι
6. τοῦδε πλάτος ἐπάνοδός ἐστιν εἶς τὸ παρὰ φύσιν, οἷον
7. ἐπίμικτόν τε καὶ κοινὸν καὶ μέσον ἐξ ἀμφοῖν τῶν ἐναντίων
8. γεγονὸς, αὐτοῦ τε τοῦ κατὰ φύσιν ἀκριβῶς καὶ τοῦ τελέως
9. ἤδη παρὰ φύσιν. ἐν δὲ τούτῳ παντὶ τῷ χρόνῳ τὸ
10. θερμαινόμενον σῶμα τῷ ποσῷ τῆς ἀλλοιώσεως ἀνάλογον
11. ἔχει τὴν ὀδύνην. ὅταν δ’ ἐκθερμανθῇ τελέως ἅπαντα τοῦ
12. σώματος τὰ στερεὰ μόρια, καλεῖται ὁ τοιοῦτος πυρετὸς
13. ἑκτικὸς, ὡς ἂν μηκέτι τοῖς ὑγροῖς τε καὶ τῷ πνεύματι
14. μόνον, ἀλλ’ ἤδη καὶ τοῖς ἕξιν ἔχουσι σώμασι περιεχόμενος·
15. ἀνώδυνος δ’ ἐστὶ καὶ νομίζουσιν οἱ πυρέττοντες οὕτως
16. ὡς μηδὲ πυρέττειν ὅλως. οὐ γὰρ αἰσθάνονται τῆς θερμασίας,
17. ἁπάντων ὁμοίως τεθερμασμένων αὐτοῖς τῶν μορίων.
18. καὶ δὴ καὶ ὁμολογεῖται ταῦτα τοῖς φυσικοῖς ἀνδράσιν ἐν τοῖς
1. περὶ τῶν αἰσθήσεων λογισμοῖς. οὔτε γὰρ χωρὶς ἀλλοιώσεως
2. ἡ αἴσθησις οὔτ’ ἐν τοῖς ἤδη τελείως ἠλλοιωμένοις ἡ ὀδύνη.
3. ταῦτ’ ἄρα καὶ οἱ ἑκτικοὶ πυρετοὶ πάντες ἄπονοί τε καὶ τελέως
4. εἰσὶν ἀναίσθητοι τοῖς κάμνουσιν. οὐ γὰρ ἔτι τῶν ἐν
5. αὐτοῖς μορίων τὸ μὲν ποιεῖ, τὸ δὲ πάσχει, πάντων ὁμοίων
6. ἀλλήλοις ἤδη γεγονότων, καὶ μίαν ἐχόντων ὁμόλογον κρᾶσιν.

Cliquer un n° de page pour en afficher l’image