Galenus. De inaequali intemperie (De inaequ. intemp.) [n° 058 Fichtner] [GalLat]

Περὶ ἀνωμάλου δυσκρασίας
Anomalie du tempérament
The Uneven Bad-Mixture (Inaequ. Int.)
Garcia Novo, 2012.
De inaequali intemperie, 1824, vol. 7, p. 733-752. urn:cts:greekLit:tlg0057.tlg055.verbatim-lat1
Johnston, 2020 (eng).

De inaequali intemperie, 7, ed. Kühn, 1824, vol. 7, p. 746-748. urn:cts:greekLit:tlg0057.tlg055.1st1K-grc1:7

15. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὰς τῆς ἀνωμάλου
16. δυσκρασίας διαφοράς. ὅπως μὲν γὰρ ἐπὶ φλεγμονῇ γίγνεται πυρετὸς
17. ἅπας, ὅτι τε καὶ πυρετὸς καὶ φλεγμονὴ πᾶσα, χωρὶς τῶν
18. ἑκτικῶν ὀνομαζομένων, ἐκ τῶν ἀνωμάλως κεκραμένων νοσημάτων,
1. ἤδη μοι λέλεκται. γίνεται δὲ καὶ χωρὶς φλεγμονῆς ἐπὶ
2. σήψει χυμῶν πυρετός. οὐ γὰρ δὴ τά γε ἐσφηνωμένα καὶ μὴ διαπνεόμενα
3. σήπεται μόνον, ἀλλὰ ταῦτα τάχιστα μὲν καὶ μάλιστα·
4. σήπεται δὲ καὶ ἄλλα πολλὰ τῶν ἐπιτηδείων εἰς σῆψιν. εἰρήσεται
5. δὲ καὶ περὶ τῆς τούτων ἐπιτηδειότητος ἑτέρωθι. καὶ μὲν
6. δὴ καὶ κατ’ ἄλλον τρόπον ἀνώμαλος ἔσται δυσκρασία περὶ σύμπαν
7. τὸ σῶμα, ποτὲ μὲν λιγνυώδους διαπνοῆς ἐπισχεθείσης,
8. ποτὲ δὲ ἐκ γυμνασίων πλειόνων, ἢ πόνων αὐξηθέντων,
9. τὴν θερμασίαν ἐπιτεινόντων, ποτὲ δὲ ἐπὶ θυμῷ, ζέσαντος ἀμετρότερον
10. τοῦ αἵματος, ἢ δι’ ἔγκαυσίν τινα, ἔξωθεν ἐκθερμανθέντος.
11. ὅτι δὲ κᾀν τούτοις ἅπασι τοῖς πυρετοῖς, ὥσπερ κᾀν
12. τοῖς ἐπὶ ταῖς φλεγμοναῖς ἔμπροσθεν ἐλέγετο, παρά τε τὴν ἰσχὺν
13. τοῦ δρῶντος αἰτίου καὶ παρὰ τὴν τοῦ σώματος διάθεσιν οἱ
14. μὲν μᾶλλον πυρέσσουσιν, οἱ δὲ ἧττον, οἱ δὲ οὐδ’ ὅλως, εὔδηλον
15. εἶναι νομίζω. καὶ μὲν δὴ καὶ ὡς ποτὲ μὲν ταύτης τῆς
16. πνευματώδους μόνης οὐσίας, ἐνίοτε δὲ ἅπτεται καὶ τῶν χυμῶν
17. ἡ δυσκρασία, πρόδηλον καὶ τοῦτο οὐδὲν ἧττον, καὶ ὡς ἐπὶ πᾶσι
18. τοῖς τοιούτοις χρονίζουσιν ὁ καλούμενος ἑκτικὸς ἀκολουθήσει. 
1. καί πως ὁ λόγος ἤδη δείκνυσιν, ὡς ἐνίοτε μὲν οὐσίας θερμῆς
2. ἢ ψυχρᾶς ἐπιῤῥυείσης μορίῳ τινὶ γίγνεσθαι συμβαίνει τὴν ἀνώμαλον
3. ταύτην δυσκρασίαν, ὥσπερ ἐπὶ τῶν φλεγμαινόντων ἐλέγετο,
4. πολλάκις δ’ οὐχ οὕτως, ἀλλ’ αὐτῆς τοῦ σώματος τῆς
5. κράσεως ἀλλοιωθείσης κατὰ ποιότητα· καὶ ὡς τῶν ἀλλοιούντων
6. αὐτὴν τὰ μὲν ἐξ αὐτοῦ τοῦ σώματος ὁρμᾶται, τὰ δὲ
7. ἔξωθεν· ὅταν μὲν ἐπὶ σήψεσι μόναις, ἤ τισι φλεγμοναῖς
8. ἐγείρηται πυρετὸς, ἐξ αὐτοῦ τοῦ σώματος· ὅταν δὲ ἐπὶ ἐγκαύσεσι
9. καὶ γυμνασίοις, ἔξωθεν. εἰρήσεται δὲ καὶ περὶ τούτων
10. ἐπὶ πλέον αὖθις ἐν ταῖς τῶν νοσημάτων αἰτίαις. ὥσπερ δὲ ἐπὶ
11. ἐγκαύσει γίνεται πυρετὸς, ἀλλοιωθείσης τῆς τοῦ σώματος κράσεως,
12. οὕτως ἐν κρύει πολλάκις ἐψύγησαν ἰσχυρῶς ἔνιοι σύμπαν
13. τὸ σῶμα, καί τινες ἐξ αὐτῶν ἀπέθανον· καὶ μὲν δὴ καὶ
14. ὡς ἀλγοῦσιν οὕτω πάντες, οὐδὲ τοῦτ’ ἄδηλον.

Cliquer un n° de page pour en afficher l’image