ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΥΣΠΝΟΙΑΣ
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.
1. Ὅτι μὲν ἡ δύσπνοια βλάβη τις τῆς ἀναπνοῆς
2. ἐστιν, ὥσπερ ἡ δυσαισθησία τῆς αἰσθήσεως, καὶ ἡ
3. δυσκινησία τῆς κινήσεως, ἱκανὸν ἐνδείξασθαι τοὔνομα· πόσαι
4. δὲ τῆς βλάβης διαφοραὶ, καὶ διὰ τίνας αἰτίας γιγνόμεναι, καὶ
5. πῶς ἑκάστην αὐτῶν χρὴ διαγινώσκειν, οὐκ ἐκ τῆς προσηγορίας
6. διδαχθῆναι νῦν ἔστιν, ἀλλ’ ἡ φύσις αὐτὴ τῆς ἀναπνοῆς
7. ἐνδείξεται. ταῦτά τοι καὶ διεσπούδασται τοῖς παλαιοῖς ἰατροῖς
8. ἅπασιν ἡ τοῦ κατὰ φύσιν ἐπίγνωσις, ἄλλων τε πολλῶν
1. ἕνεκα καὶ τῆς ἐν τοῖς παρὰ φύσιν ἐνδείξεως οὐχ ἥκιστα.
2. ἐπειδὴ γὰρ ἓν μέν τι τὸ κατὰ φύσιν καὶ οἷον κανὼν καὶ μέτρον
3. καὶ ὅμοιον ἑαυτοῦ, ποικίλον δὲ καὶ ἀνόμοιον καὶ πολυειδὲς
4. τοῖς σφάλμασιν τὸ παρὰ φύσιν, ὡς κινδυνεύειν ἄπειρον
5. μὲν τῷ πλήθει, τῇ τέχνῃ δὲ ἀπεριόριστον ὑπάρχειν,
6. ἀδύνατον ἔδοξε περιλαβεῖν ὅροις τισὶ τὴν ἀπειρίαν αὐτοῦ,
7. χωρὶς τῆς τοῦ κατὰ φύσιν γνώσεως. ἐπειδὴ γὰρ ἕν ἐστι τοῦτο
8. καὶ χρηστὸν τῷ ζώῳ, δῆλον ὡς καὶ σύμμετρον· εἰ δὲ
9. τοῦτο σύμμετρον, ἄμετρον ἂν εἴη τὸ παρὰ φύσιν· εἰ δὲ ἄμετρον,
10. διττὸν μὲν τῷ γένει πάντως· ἢ γὰρ ἐλλείπει τι τοῦ
11. κατὰ φύσιν, ἢ ὑπερβάλλει· τοσαύτας δὲ ἐν αὐτῷ διαφορὰς
12. ἕξει τὰς κατὰ μέρος, ὅσας περ ἂν οἷόν τε ᾖ δέξασθαι τὸ
13. πρᾶγμα κατὰ τάς θ’ ὑπερβολὰς τοῦ μετρίου καὶ τὰς ἐλλείψεις.
14. δέχεται δὲ τὸ μὲν ἁπλοῦν διττὰς, τὸ δ’ ἐκ πλειόνων σύνθετον
15. διπλασίας κατὰ τὸν ἀριθμὸν τῶν συνθέντων αὐτό. εἰ
16. μὲν οὖν ἕν τι καὶ ἁπλοῦν ἐστιν ἡ ἀναπνοὴ, διττὰς μὲν ἕξει
1. τὰς ἀμετρίας, διττὰς δὲ τῷ γένει τὰς δυσπνοίας· εἰ δ’ οὐχ
2. ἓν, τὰς διαφορὰς ἕξει διπλασίας τὸν ἀριθμὸν τῶν συνθέντων
3. αὐτό. εἰ μὲν οὖν αὕτη σαφής τε ἅμα καὶ σύντομός ἐστιν ἡ
4. διδασκαλία, μακρὰ δικαίως ἡ παρὰ ταῦτα.