9. Ὥστε κᾀκ τῶν εἰρημένων ἤδη πρόδηλον
10. ὑπάρχει, ὡς αὐτὴ μὲν καθ’ ἑαυτὴν ὀδύνη περί τι τῶν ἀναπνευστικῶν
11. ὀργάνων γενομένη μικρὸν καὶ βραδὺ καὶ πυκνὸν
12. ἐργάσεται τὸ πνεῦμα· μετὰ φλογώσεως δὲ μικρὸν μὲν ἔτι καὶ
13. νῦν ὁμοίως, ἀλλὰ πυκνότερόν γε τοῦ διὰ μόνην τὴν ὀδύνην
14. καὶ ἤδη κατά τι ταχύτερον· ἡ δὲ διὰ μόνην τὴν πύρωσιν γιγνομένη
15. δύσπνοια πρόσθεν ἐδείχθη μέγα καὶ ταχὺ καὶ πυκνὸν
16. ἐργαζομένη τὸ πνεῦμα. ὥστε σαφής ἐστι καὶ εὐδιόριστος τῶν
17. θ’ ἁπλῶν ἑκατέρα καὶ ἡ ἐξ ἀμφοῖν σύνθετος. ἡ μὲν γὰρ
18. ἐπὶ μόνῳ τῷ πλήθει τῆς θερμασίας, εἰ καὶ πυκνὸν ἐργάζεται
1. τὸ πνεῦμα παραπλησίως τῇ διὰ μόνην τὴν ὀδύνην, ἀλλὰ τῷ
2. μεγέθει καὶ τῷ τάχει σαφῶς διορίζεται· ἡ δ’ ἐξ ἀμφοῖν τῶν
3. αἰτίων συνελθόντων τῆς μὲν διὰ τὴν φλόγωσιν μόνῃ τῇ
4. μικρότητι διαφέρει, τῆς δὲ διὰ τὴν ὀδύνην μεγέθει καὶ τάχει·
5. καὶ μὲν δὴ καὶ ἡ διὰ τὴν κατάψυξίν γε τῆς κατὰ φύσιν θερμασίας
6. δύσπνοια σαφέσι τισὶ γνωρίσμασιν ἁπασῶν τούτων
7. διορίζεται. μικρὸν γὰρ αὕτη γε ὡς ἐδείκνυτο καὶ βραδὺ
8. καὶ ἀραιὸν ἐργάζεται τὸ πνεῦμα· τῶν δ’ ἄλλων οὐδεμιᾷ συμβέβηκεν
9. ἅμα βραδύτης καὶ ἀραιότης. ἀλλ’ ὅσον μὲν ἐπὶ ταῖς
10. ἐνδείαις τε καὶ πλεονεξίαις τῆς θερμασίας, ἡ τῆς ἀναπνοῆς
11. ἰδέα τοῦ κατὰ φύσιν ἐξίσταται ῥυθμοῦ, ταῦτα καὶ τοῖς σφυγμοῖς
12. ὡσαύτως ἔχει· τὰ δ’ ἐπὶ ταῖς ὀδυνηραῖς τῶν ὀργάνων
13. διαθέσεσιν οὐκέθ’ ὡσαύτως, ἀλλ’ ὅπη παραλλάττει σαφῶς,
14. οἶμαι, δέδεικται. αἱ λοιπαὶ μέντοι διαθέσεις τῶν ὀργάνων,
15. ὅσαι χωρὶς ἀλγήματος ἐπ’ ἐμφράξεσιν ἢ σκιῤῥώσεσιν ἢ θλίψεσιν
16. ἢ ὅλως στενοχωρίαις τισὶ γίνονται, παραπλησίως ἐργάζονται
17. τὰς ἀλλοιώσεις ἑκατέραις ταῖς ἐνεργείαις ψυχικαῖς τε
18. καὶ ζωτικαῖς. μικρὸν γὰρ ἐπ’ αὐτοῖς καὶ ταχὺ καὶ πυκνὸν
1. γίνεται τὸ πνεῦμα· μικρὸν μὲν, ὅτι διὰ τὴν στενοχωρίαν τῶν
2. ὑποδεχομένων ἔλαττον τοῦ δέοντος ἕλκεται· πυκνὸν δὲ, ὅτι
3. τὰ τῆς χρείας οὐ πληροῦται· διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ
4. ταχύ. δέδεικται δὲ ἐν τοῖς περὶ σφυγμῶν ὑπομνήμασιν, ὅτι
5. τὸ μέγεθος τῆς διαστολῆς, ὅταν μὲν ἱκανῶς πληροῖ τὴν χρείαν,
6. οὐδὲν δεῖται τάχους, ὅταν δ’ ἀπολείπηται κατά τι, τηνικαῦτα
7. ἤδη καὶ εἰς τάχος ἡ τροπὴ γίνεται, τῆς δυνάμεως ἐῤῥωμένης,
8. καὶ ὅταν μηδὲ τοῦθ’ ἱκανὸν ᾖ, τότε καὶ εἰς πυκνότητα. διὰ
9. ταῦτα μὲν δὴ μικρὸν καὶ ταχὺ καὶ πυκνὸν γίνεται τὸ πνεῦμα
10. κατὰ τοὺς σφυγμοὺς καὶ τὰς ἀναπνοὰς ἐν ταῖς προειρημέναις
11. διαθέσεσιν, ἐῤῥέθη δ’ ἐν τοῖς περὶ σφυγμῶν, ὅτι καὶ ἀνώμαλον,
12. καὶ τοῦτ’ ἔστι μάλιστα τὸ ἴσιον αὐτῶν γνώρισμα, καὶ
13. ὁ τῆς αἰτίας λογισμὸς ἐν ἐκείνοις εἴρηται, καὶ ὅτι γε κατὰ μὲν
14. αὐτὰ τὰ τὰς ἐμφράξεις ἔχοντα μόρια, καὶ ὅσα τούτοις κοινωνεῖ,
15. τὰ τῆς ἀνωμαλίας μάλιστα εὔδηλα, καὶ ἡ μικρότης
16. τῶν σφυγμῶν ἢ διὰ παντὸς ἢ ὡς τὸ πολὺ συνεδρεύει·
17. κατὰ δὲ τἄλλα τὸ μέγεθος μᾶλλον. εἰ δὲ
18. πλησίον τῆς ἀρχῆς εἴη τὸ πάθημα, κοινὸν οὕτω γίνεται
1. πάσαις ταῖς ἀρτηρίαις. ταῦτα μὲν οὖν ἐν ἐκείνοις εἴρηταί
2. τε καὶ δέδεικται.
⟨
(De difficult. respir.) [n° 059 Fichtner] [GalLat]
De difficultate respirationis
Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1
De difficultate respirationis, 1.10, ed. Kühn, 1824, vol. 7, p. 778-781. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:1.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩