Galenus. De difficultate respirationis (De difficult. respir.) [n° 059 Fichtner] [GalLat]

Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1

De difficultate respirationis, 1.11, ed. Kühn, 1824, vol. 7, p. 781-786. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:1.11

3. Τὰ δὲ τῶν ἀναπνευστικῶν ὀργάνων ἴδια
4. νῦν ἐπέξιμεν, ὡς μηδὲν ἐλλείπειν τῷ λόγῳ. ὅταν οὖν ἤτοι
5. φυμάτων ἀπέπτων ἐν αὐτοῖς συστάντων, ἢ γλίσχρων καὶ παχέων
6. χυμῶν καταλαβόντων τὰς ὁδοὺς τοῦ πνεύματος, ἤ τινος
7. ὄγκου σκιῤῥώδους ἐν αὐτοῖς ὑποτραφέντος, ἢ τῶν ὁμιλούντων
8. αὐτοῖς σωμάτων ὅτου δὴ καθ’ ὁντιναοῦν τρόπον εἰς
9. ὄγκον ἀμετρότερον ἀρθέντος, ἔλαττον τοῦ δέοντος εἰσπνέηται
10. διὰ στενοχωρίαν τὸ πνεῦμα, προσγίνεται ἐξ ἀνάγκης αὐτῷ διὰ
11. τὰς εἰρημένας αἰτίας τάχος καὶ πυκνότης. ἰδέαι δέ τινες ἐν
12. τῷ γένει τῆς δυσπνοίας ταύτης πλείους συνίστανται, ἄλλων
13. ἄλλοτε μορίων στενοχωρουμένων ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις.
14. οἱ μὲν γὰρ κατὰ τὴν γαστέρα καὶ ἧπαρ, ἤδη δὲ καὶ
15. τὸν σπλῆνα καὶ τὸ κῶλον καὶ τὰ τούτοις συνάπτοντα, συνιστάμενοι
16. παρὰ φύσιν ὄγκοι στενοχωρίᾳ τοῦ διαφράγματος
17. μικρὸν καὶ ταχὺν καὶ πυκνὸν ἐργάζονται τὸ πνεῦμα· κατὰ δὲ
18. τὸν αὐτὸν τρόπον καὶ τοῖς ὑδερικοῖς καὶ ταῖς κυούσαις καὶ
1. τοῖς ὑπερεμπεπλησμένοις καὶ τοῖς προγάστορσι τοιοῦτον γίνεται
2. τὸ τῆς ἀναπνοῆς εἶδος· ἐν δὲ ταῖς καλουμέναις ὀρθοπνοίαις,
3. γλίσχρων καὶ παχέων ὑγρῶν ἐν ταῖς κατὰ τὸν πνεύμονα
4. τραχείαις ἀρτηρίαις ἀθροιζομένων. οὕτω δὲ καὶ
5. εἰ σκιῤῥωθείη τι κατ’ αὐτὸν, ἢ φῦμα γένοιτο, θλῖβον καὶ
6. στενοχωροῦν τὸ τῶν τραχειῶν ἀρτηριῶν γένος, αὗται γὰρ
7. ὑποδέχονται τὸν εἰσπνεόμενον ἀέρα, μικρὸν καὶ πυκνὸν καὶ
8. ταχὺ ἔσται τὸ πνεῦμα. κατὰ τὸν αὐτὸν δὲ τρόπον, εἰ κᾀν
9. τῷ θώρακι τοιοῦτον συσταίη φῦμα, οἷς δὴ πολλάκις κυφοῦνται
10. καὶ λορδοῦνται καὶ σκολιοῦνται τὰ κατὰ τὴν ῥάχιν,
11. μικρὸν καὶ πυκνὸν καὶ ταχὺ τὸ πνεῦμα γενήσεται, καταλαμβάνοντος
12. δηλονότι τοῦ παρὰ φύσιν ὄγκου τὴν χώραν τοῦ
13. πνεύμονος, εἰς ἣν διαστελλόμενον ἐξετείνετο. πολλάκις δὲ
14. καὶ αὐτὸν ὅλον τὸν θώρακα στενώτερον αἱ τοιαῦται διαθέσεις
15. ἀπέφηναν, ἢ κυουμέναις εὐθέως συμπεσοῦσαι, ἢ καὶ
16. μετὰ ταῦτα ὕστερον ἀπαντήσασαι. διαφέρει δ’ οὐδὲν πρός
17. γε τὸ στενοχωρούμενον τὸν πνεύμονα μὴ δύνασθαι τὸν ἱκανὸν
18. ἕλκειν ἀέρα, ἢ στενὸν ὅλον γενέσθαι τὸν θώρακα καθ’ ἡντιναοῦν 
1. διάθεσιν, ἢ τὴν μεταξὺ χώραν ἀπολέσαι καταληφθεῖσαν
2. ὑπό τινων παρὰ φύσιν ἐν αὐτῷ συστάντων σωμάτων, ἢ
3. καὶ σκιῤῥωθέντος αὐτοῦ ἢ φραχθέντος ἢ ἀνοιδήσαντος, ὡς ἐν
4. τοῖς καλουμένοις πνευμονώδεσί τε καὶ περιπνευμονικοῖς γίνεται
5. πάθεσιν· ἓν γὰρ ἐπὶ πάντων ἐστὶ τοῦτο τὸ συνεκτικὸν αἴτιον
6. τοῦ μικρὰν γίνεσθαι τὴν εἰσπνοὴν, ἡ στενοχωρία τῶν τραχειῶν
7. ἀρτηριῶν· διότι δ’ αὐτὴ μικρὰ, διὰ τοῦτο, ὡς πολλάκις
8. εἴρηται, προσέρχεται πυκνότης καὶ τάχος. ἀλλ’ ὅταν
9. μὲν κατ’ αὐτὸν τὸν πνεύμονα τὸ πάθημα συμπέσῃ, καίτοι
10. διαστέλλειν δυναμένου μέχρι πλείστου τοῦ θώρακος, μικρὸν
11. ὅμως εἰσπνέουσιν· οὕτω δὲ καὶ ὅταν αἱ μεταξὺ τῶν ὀργάνων
12. χῶραι καταληφθῶσιν· ὅταν δ’ ὅλος ὁ θώραξ, ἤτοι κυουμένων
13. ἢ καὶ ἄλλως, μικρὸς καὶ στενὸς γένηται, δῆλον ὡς καὶ
14. τὴν διαστολὴν ἀνάλογον ἑαυτῷ μικρὰν ἐργαζόμενος αἰτία
15. τῷ πνεύμονι τῆς περὶ τὴν εἰσπνοὴν ταχύτητος καθίσταται·
16. οὕτως δὲ καὶ ὅταν αἱ φρένες ὑπό του θλίβωνται, κατ’ αὐτὸ
17. τὸ κάτω πέρας ἰδίᾳ τοῦ θώρακος, ὡς ἐν τοῖς ἀνωδύνοις παθήμασι.
1. τούτου γὰρ χρὴ μεμνῆσθαι μάλισθ’, ὅτι ποτὲ μὲν
2. ἡ τοῦ θώρακος μόνου διάθεσις, ποτὲ δὲ ἡ τοῦ πνεύμονος,
3. ποτὲ δὲ ἡ τῆς μεταξὺ χώρας ἀμφοῖν, εἰς μικρότητα, καὶ διὰ
4. τοῦτο εἰς τάχος καὶ εἰς πυκνότητα τὴν τροπὴν τῆς ἀναπνοῆς
5. ἐργάζεται, τῆς γε δυνάμεως ἐῤῥωμένης. καὶ γὰρ καὶ τούτου
6. χρὴ μεμνῆσθαι πολλάκις ἤδη καὶ πρόσθεν εἰρημένου. μὴ τοίνυν
7. ἔτι τῶν πλευριτικῶν, ἢ τῶν ἀποστάσεις τινὰς ἢ ὅλως
8. ὄγκους ὀδυνηροὺς ἐχόντων κατὰ τὸν θώρακα μνημονεύσωμεν
9. ἐν τῷδε τῷ λόγῳ, περὶ δὲ τῶν ἀνωδύνων παθημάτων, ὅσα
10. τῷ θλίβειν τε τὸν πνεύμονα καὶ στενοχωρεῖν τὰς ἐν αὐτῷ
11. τραχείας ἀρτηρίας μικροτέραν ἐργάζεται τὴν εἰσπνοὴν, ὁ
12. προειρημένος ἅπας ἐπεραίνετο λόγος, ἀλλ’ ἐκεῖνα μὲν τοῖς
13. πρὸ τούτων γεγραμμένοις πάθεσι τοῦ θώρακος προσνείμωμεν,
14. ἐφ’ ὧν ἐλέγομεν διὰ τὴν ὀδύνην ἧττον διιστάμενον
15. τὸν θώρακα, μικρὸν ἐργάζεσθαι τὸ πνεῦμα· τὴν δὲ τῶν
16. ἐμπύων καλουμένων διάθεσιν, κᾂν ὅτι μάλιστα πολλάκις ἐκ
17. πλευρίτιδος ἡ γένεσις αὐτῆς συμπίπτῃ, τούτοις τοῖς νῦν εἰρημένοις
18. συγκαταριθμήσωμεν, ὅσα χωρὶς ἀλγήματος στενοχωρίαν
1. ἐργαζόμενα κατὰ τὸν πνεύμονα, μικρὰν ἀποφαίνει τὴν ἀναπνοήν.
2. τὸ γάρ τοι περιεχόμενον ἐν αὐτῷ πύον κατὰ τὰς
3. τοιαύτας διαθέσεις αἴτιον γίγνεται τῆς περὶ τὴν διάστασιν
4. μικρότητος. ὡς οὖν μηκέτ’ αὐτὸς κατὰ φύσιν διαστελλόμενος,
5. οὐδὲ τὴν ὁλκὴν ἴσην ποιεῖται τοῦ πνεύματος. πῇ
6. ποτ’ οὖν ταῦτα χωρὶς ἀλγήματος πάθη τῶν ἀναπνευστικῶν
7. ὀργάνων, τοῦτο γὰρ ἔτι λείπει τῷ παρόντι λόγῳ διορισθήσεται
8. τῶν μετ’ ἀλγήματος, εἴ γε καὶ μικρὸν ὡσαύτως ἀμφοτέροις
9. καὶ πυκνὸν γίνεται τὸ πνεῦμα; ἢ τῷ τάχει τῆς κινήσεως;
10. ἐν γὰρ τοῖς μετ’ ὀδύνης ὀλίγον μὲν ἀναπνέουσι καὶ πυκνὸν,
11. οὐ μὴν ταχέως, ὅταν γε χωρὶς πυρετοῦ τὸ τοιοῦτον συμπίπτῃ
12. πάθημα· μετὰ μέντοι πυρετοῦ κᾂν εἰ τῇ μικρότητι καὶ τῷ
13. τάχει παραπλήσιον ἀναπνέουσιν, ἀλλὰ τῇ γε πυκνότητι διορίζονται.
14. οὐ μετρίως γὰρ αὐτοῖς πυκνοῦται τὸ πνεῦμα· τοῦτο
15. δ’ οὐχ ὑπάρχει τοῖς διὰ στενοχωρίαν τῶν ἀναπνευστικῶν
16. δυσπνοοῦσιν, ἀλλ’ εἰ καὶ πυκνότερον αὐτοῖς γίγνοιτο τὸ
17. πνεῦμα, μετρίως τοῦτο πάσχει καὶ πολὺ κατωτέρω τῆς ἄκρας
1. πυκνότητος. ἀλλὰ καὶ ἡ ἐκπνοὴ τοῖς πυρέττουσι μείζων τε
2. ἅμα καὶ θερμοτέρα, ὅπερ οὐχ ὑπῆρχε τοῖς διὰ στενοχωρίαν
3. μικρὸν καὶ πυκνὸν ἐκπνέουσιν. ὅπως δὲ χρὴ διαγινώσκειν
4. ἀκριβῶς μικρότητά τε καὶ μέγεθος ἑκατέρων τῶν μορίων τῆς
5. ὅλης ἀναπνοῆς, ὀλίγον ὕστερον εἰρήσεται, τελεσάντων πρότερον
6. ἡμῶν ἅπαντα τὸν περὶ τῶν ὀργάνων λόγον. ὅτι μὲν γὰρ
7. διαφέρουσιν αἱ χωρὶς ὀδύνης αὐτῶν δύσπνοιαι τῶν μετ’ ὀδύνης,
8. καὶ δὴ λέλεκται.

Cliquer un n° de page pour en afficher l’image