9. Πότερον δὲ, ὥσπερ ἁπλῶς ἀπεφηνάμεθα
10. τὴν στενοχωρίαν δεῖν εἰς τὸν πνεύμονα διήκειν, καὶ τούτου
11. τὰς τραχείας μάλιστα ἀρτηρίας, ἵνα δυσπνοήσῃ τὸ ζῶον,
12. οὕτω καὶ τὴν ὀδύνην ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις χρῆναι
13. γίγνεσθαι, καὶ μάλιστά γε τῷ θώρακι, λεκτέον, ὁ γὰρ πνεύμων
14. ὀλίγου δεῖν ἀναίσθητος, ἤ τινα ἑτέραν ἡμῖν ἐπὶ τῶν τοιούτων
15. δυσπνοιῶν ζητητέον ἀπόφανσιν; οὐδὲ γὰρ ἂν, οἶμαι, δόξειεν
16. ὅ γε τοῖς τῶν ἀναπνευστικῶν ὀργάνων ἀλγήμασι μόνοις τὸ
17. τοιοῦτον εἶδος ἕπεσθαι τῆς δυσπνοίας λέγων ἐγνωκέναι καλῶς
18. ὑπὲρ αὐτῶν τὸ σύμπαν, οὐδὲ μεμνῆσθαι τῶν ἔμπροσθεν
1. λογισμῶν, ἐν οἷς οὐ διὰ τὸ πάθημα, διὰ δὲ τὴν τῆς ἐνεργείας
2. δύναμιν ψυχικὴν οὖσαν ἐδείκνυτο μικρὸν καὶ πυκνὸν γινόμενον
3. τὸ πνεῦμα. τὸ μέντοι ταῖς στενοχωρίαις τοῦ πνεύμονος
4. εἶδος τῆς δυσπνοίας ἑπόμενον οὐδὲν προσδεῖται τῆς δυνάμεως
5. εἰς τὴν γένεσιν, ὅθεν ἐπὶ μὲν τούτου καλῶς ἀπεφηνάμεθα
6. καθ’ ὅλου τοῦ πράγματος τὸν λόγον ποιησάμενοι· περὶ δὲ
7. τῶν ὀδυνηρῶν παθῶν οὐχ ἁπλῶς ἐχρῆν λέγειν, ὅταν γ’ ἐν
8. τοῖς ἀναπνευστικοῖς συνίσταται μορίοις. οὐ γὰρ δι’ αὐτὴν
9. τῶν μορίων τὴν φύσιν ἰδίως, ἀλλ’ ὅτι ψυχικὴ δύναμις ἐπετρόπευεν
10. αὐτῶν τῆς κινήσεως, εἰς μικρότητα τὴν ἀναπνοὴν
11. τρέπεσθαι συνέβαινεν, ὑπὲρ τοῦ μὴ μειζόνως ὀδυνᾶσθαι τὸ
12. ζῶον, ἔλαττον τοῦ προσήκοντος διϊστάσης αὐτῆς τὸν θώρακα.
13. αὕτη δ’ ἡ τοῦ μειζόνως ὀδυνᾶσθαι πρόνοια καὶ
14. τοῖς ἄλλοις δήπου ἅπασίν ἐστι μορίοις, ὅσα κινουμένοις τοῖς
15. ἀναπνευστικοῖς συγκινεῖται, στομάχῳ καὶ γαστρὶ καὶ ἥπατι
16. καὶ σπληνὶ καὶ περιτοναίῳ καὶ τῷ κώλῳ τε καὶ τῶν λεπτῶν
17. ἐντέρων τοῖς ἄνω καὶ τοῖς καθ’ ὑποχόνδριον μυσί.
1. ταῦτα γὰρ ταῖς τοῦ θώρακος κινήσεσι, καὶ μάλιστ’ ἐὰν
2. μείζους ὦσι, συγκινεῖται. πρόδηλον οὖν, ὅτι μειζόνως μὲν
3. ἐπὶ ταῖς μεγάλαις τοῦ θώρακος ὀδυνῶνται κινήσεσιν, ἔλαττον
4. δὲ ἐπὶ ταῖς μικραῖς· καὶ διὰ τοῦτο μικρὸν καὶ πυκνὸν οὐ τοῖς
5. πλευριτικοῖς μόνον, ἀλλὰ καὶ τοῖς τὸν στόμαχον ἢ τὴν γαστέρα
6. διακειμένοις ὀδυνωδῶς ἔσται τὸ πνεῦμα· ἧττον μὲν,
7. ὅτι καὶ τὰ τῆς αἰσθήσεως ἐλάττω· παραπλησίως μέντοι δυσπνοοῦσιν,
8. ὅσοι τὸ ἧπαρ ἢ τὸν σπλῆνα ἢ τῶν ἑτέρων τι τῶν
9. προειρημένων ὀδυνῶνται. ἅπαντα γὰρ τὰ τοιαῦτα, τὰ μὲν
10. ἐξηρτημένα, τὰ δὲ συμπεφυκότα τοῖς ἀναπνευστικοῖς ὀργάνοις,
11. συσσείεται κινουμένοις αὐτοῖς, καὶ διὰ τοῦτ’ ἀναπνεόντων
12. ἄχθεται. καὶ οὕτως οὐχ ὡς ἔμπροσθεν ἐπὶ τῶν ἀναπνευστικῶν
13. μορίων, ἀλλ’ ἐπὶ πάντων τῶν ἁπλῶς κινουμένων
14. ἐν ταῖς ἀναπνοαῖς ὁ λόγος ἡμῖν γιγνέσθω, καὶ τολμήσωμεν
15. ἀποφήνασθαι καθόλου, τὸ μικρὸν καὶ πυκνὸν πνεῦμα
16. σημεῖον ὑπάρχειν ὀδύνης ἁπάντων τῶν τοῦ ζώου μορίων, ὅσα
17. κινεῖται κατὰ τὰς ἀναπνοάς. ἆρ’ οὖν ταύτῃ μόνον ἀνομοίως
18. ἔχουσιν οἱ σφυγμοὶ ταῖς ἀναπνοαῖς, ἢ καὶ κατ’ αὐτὴν ἰδίᾳ τὴν
1. ἀπὸ τῆς δυνάμεως αἰτίαν, ἄνευ τοῦ συμπεπλέχθαι τοῖς ὀργάνοις,
2. ἔνεστιν εὑρεῖν τινὰ διαφοράν; αἱ μὲν γὰρ φυσικαὶ δυνάμεις
3. πᾶσαι διαπαντὸς σχολάζουσι τοῖς ἀναγκαίοις σφίσιν
4. ἔργοις, καὶ οὐδέποτε ῥᾳθυμοῦσιν οὐδ’ ἀμελοῦσιν· ὅσα δὲ
5. ὑπὸ τὴν τῆς προαιρέσεως ἐξουσίαν ἔρχεται, ταῦτα πολλάκις,
6. ἀσχολουμένης αὐτῆς περὶ πράξεις ἑτέρας, ἀμελέστερον ἀποτελεῖται.
7. βαδίζοντες γοῦν ἐνίοτε συντόνως ἐπί τινα πρᾶξιν,
8. εἶτα μεταξὺ κατὰ τὴν ὁδὸν ἐννοήσαντές τι, κᾄπειτα ἐπισκοπούμενοι
9. τοῦτο καὶ φροντίζοντες ἀμφ’ αὐτοῦ, πολὺ τῆς κατὰ
10. τὸν περίπατον συντονίας ἐκλύομεν, οὐ μὴν συνίεμέν γε οὐδὲ
11. γινώσκομεν αὐτὸ τοῦτο, μέχρι περ ἂν τῷ φροντίσματι προσέχωμεν.
12. τὸν νοῦν, ὁπόταν δὲ παυσώμεθα καὶ περὶ μηδὲν ἔτι
13. τὴν διάνοιαν ἔχωμεν ἀλλ’ ἢ περὶ τὸ βαδίζειν μόνον, τότε,
14. ὥσπερ ἐξ ὕπνου τινὸς ἐπεγερθέντες, ἐγνωρίσαμέν τε τὸ καταδεέστερον
15. τῆς παρούσης ἐνεργείας ὡς πρὸς τὴν ἐξ ἀρχῆς ὁρμὴν,
16. αὖθίς τε πρὸς τοὔργον ἐπηγείραμεν ἡμᾶς, οὕτω καὶ οἱ
17. παραπαίοντες, ὡς ἂν, οἶμαι, τὸν νοῦν ἐν τοῖς φαντάσμασιν
1. ἔχοντες, καθάπερ τισὶ φροντίσμασιν, ἀμελοῦσι τῶν ψυχικῶν
2. ἐνεργειῶν, καὶ οὔτε οὐροῦσιν, εἰ μὴ ὑπομνήσειέ τις, οὔτ’
3. ἀποπατοῦσιν, οὔτε πιεῖν οὔτε φαγεῖν αἰτοῦσιν, οὔτ’ ἄλλο
4. οὐδὲν τῶν τοιούτων· εἰ δὲ τύχοιεν αἰτήσαντές ποτε, μεταξὺ
5. προσενεχθέντος ἐπελάθοντο, καὶ αὖθις τῶν ὑπομνημάτων
6. δέονται. παμπόλλους γοῦν ἴσμεν αἰτήσαντας ἀμίδα, δοθείσης
7. δὲ μηκέτ’ οὐροῦντας, ἀλλ’ ἀργῶς ἐν ταῖν χεροῖν κατέχοντας·
8. ἑτέρους δὲ διαναστάντας μὲν ὡς ἀποπατήσοντας,
9. ἐπεὶ δ’ ἐκάθισαν, ἐπιλαθομένους τελέως καὶ μηδὲν ἐνεργοῦντας,
10. ἄχρις αὐτοὺς οἱ παρόντες ἀναμνήσωσιν. ὥσπερ δὲ διὰ
11. πολλοῦ χρόνου ποιοῦσι τὰς ἐνεργείας οὗτοι πάντες, οὕτω καὶ
12. μεγάλας· ἀθρόως γοῦν οὐροῦσι πάμπολυ, καὶ πίνουσιν εἰς
13. ἅπαξ ὑπὲρ τὸ σύμμετρον, ἕκαστόν τε τῶν ἄλλων ὡσαύτως
14. δρῶσιν. καὶ οὐδὲν, οἶμαι, θαυμαστόν· ὃ γὰρ ἐχρῆν πολλάκις
15. ἐν τοῖς προσήκουσι χρόνοις δρᾷν, ἀθρόως ἐπειξάσης τῆς χρείας
16. ἀναγκάζονται πληροῦν, καὶ μάλισθ’ ὅταν ἀναγκαῖον ᾖ πρὸς
17. τὴν ζωήν. ἧττον μὲν γάρ τις πιὼν τοῦ δέοντος οὐχ
1. ἡμέραις μόνον, ἀλλὰ καὶ μησὶν ὅλοις ἱκανὸς ἐξαρκεῖν,
2. ἧττον δ’ ἀναπνέων οὐδ’ εἰς ἐλάχιστον μόριον τῆς ἡμέρας
3. ἐξίκοιτ’ ἄν. ὅθεν εἰ καὶ πλεῖστον εἰς ἅπαξ οἱ παραπαίοντες
4. πίνουσιν, ἀλλὰ τῷ γε διὰ πολλοῦ χρόνου προσφέρεσθαι τὸ
5. σύμπαν αὐτοῖς πόμα πολὺ τοῦ συμμέτρου ἀπολείπεται· ἡ δὲ
6. τῆς ἀναπνοῆς χρεία μὴ πληρουμένη τῷ τὸν κίνδυνον ὑπόγυόν
7. θ’ ἅμα καὶ ἀνιαρὸν ἔχειν ἐπεγείρει τε πρὸς τὴν ἐνέργειαν καὶ
8. οὐκ ἐᾷ ῥᾳθυμεῖν οὐδὲ εἰς πάνυ μικρὸν, ἀπολαμβάνει δὲ εὐθὺς
9. ἅπαν, ὅσον ἐκ τοῦ τῆς ἠρεμίας ἀπεστέρηται χρόνου, καὶ οὕτως
10. οὐκ ἀραιὸν μόνον, ἀλλὰ καὶ μέγα γίνεται, καὶ τοσοῦτόν γε
11. μεῖζον τοῦ προσήκοντος, ὅσῳ καὶ ἀραιότερον, ὅπερ ἐπὶ τοῦ
12. ποτοῦ οὐ γίνεται· πολλῷ μὲν γὰρ ἀραιότερον, ὀλίγῳ δὲ
13. πλέον πίνουσιν, ὅθεν Ἱπποκράτης βραχυπότας αὐτοὺς ἐκάλεσεν.
14. ὁ μὲν δὴ λόγος οὗτος ἀποδεικνύει, τῶν παραπαιόντων
15. εἰς ἀραιότητα καὶ μέγεθος τρέπεσθαι τὴν ἀναπνοήν· μαρτυρεῖ
16. δ’ οὐχ ἥκιστα καὶ ἡ αὐτοψία τοῖς γε βουλομένοις ἐπ’ αὐτῶν
17. τῶν ἔργων τῆς τέχνης ἐξετάζειν τὴν θεωρίαν. ὅσοι δὲ ἐν
18. ταῖς μετὰ τῶν νέων διατριβαῖς ἐφ’ ὑψηλῶν θρόνων ὑψηλοὶ
1. καὶ περίβλεπτοι καθεζόμενοι, τῶν μὲν ἔργων τῆς τέχνης ἠμελήκασιν,
2. ὅ τι δ’ ἂν ἐπὶ γλῶτταν ἔλθῃ, τοῦτο ληροῦσιν, τούτοις
3. οὐδὲν μᾶλλον πιστὰ τὰ μαρτυρούμενα πρὸς τῶν ἐναργῶς
4. φαινομένων ἢ τοῖς μηδὲ τὴν ἀρχὴν οὐδ’ εἰ φαίνεται τόδε τι
5. γινώσκουσιν. ἀλλά τις ἐμοί ποτε τῶν τοιούτων σοφιστῶν ἠμφισβήτησε
6. περὶ τοῦ γίγνεσθαι μέγα καὶ ἀραιὸν τὸ πνεῦμα
7. τοῖς παραπαίουσι. ὑπετίθετο μὲν γὰρ ἕν τι τῶν ζωτικῶν
8. ἔργων εἶναι τὴν ἀναπνοὴν, οὐχ ὡμολόγει δὲ πρὸς τὴν τοιαύτην
9. ὑπόθεσιν τὸ φαινόμενον, ὅθεν ὁμόσε χωρεῖν αὐτῷ δεῖν
10. ἔγνωκε. τὴν ἀρχὴν γὰρ ἔφη μὴ φαίνεσθαι τὸ τοιοῦτον εἶδος
11. ἀναπνοῆς ἐν παραφροσύναις. ἃ γὰρ οὐδεπώποτε ἐπεχείρησαν
12. ἐπ’ αὐτῶν τῶν νοσούντων οἱ σοφισταὶ παραφυλάξαι, περὶ
13. τούτων ὡς μυριάκις ἑωρακότες ἀναιδῶς διατείνονται, καὶ μακρὰν
14. ἔχειν ἐμπειρίαν οὐκ ὀκνοῦσιν ἐπαγγέλλεσθαι τῶν μηδ’
15. ὄναρ αὐτοῖς ἑωραμένων. ἀλλ’ ὅσοι γε παραφυλάττουσι τὰ
16. φαινόμενα καὶ τὰ συμπίπτοντα τοῖς νοσοῦσιν, οὕτω γράφουσιν
17. ὥσπερ καὶ Ἱπποκράτης. ἑωράκασι γὰρ, οἶμαι, πολλοὺς
18. ἀῤῥώστους ὁμοίους οἷς ἐκεῖνος ἔγραψε, μαρτυροῦντας τῷ
1. προειρημένῳ λόγῳ, καὶ παρεθέμην ἂν ἤδη τοὺς ἐν ταῖς ἐπιδημίαις
2. ὑπ’ αὐτοῦ γεγραμμένους, εἰ μή μοι προὔκειτο τὸν
3. ἑξῆς μοι λόγον ἅπαντα τὸν δεύτερον εἰς τὴν τούτων ἐξήγησιν,
4. ὡς καὶ πρόσθεν εἶπον, ἀναβάλλεσθαι, τουτονὶ δὲ μόνον αὐτὸν
5. καθ’ ἑαυτὸν ἅμα ταῖς οἰκείαις ἀποδείξεσι συμπεραίνεσθαι.
6. καὶ τοίνυν ὁ μὲν τῶν παραπαιόντων λόγος ἐνταυθοῖ
7. τελευτάτω.
⟨
(De difficult. respir.) [n° 059 Fichtner] [GalLat]
De difficultate respirationis
Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1
De difficultate respirationis, 1.12, ed. Kühn, 1824, vol. 7, p. 786-793. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:1.12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩