8. Πῶς δ’ ἄν τις διαγινώσκοι κάλλιστα μεγάλην
9. τε καὶ μικρὰν ἀναπνοὴν, οἶδα γὰρ καὶ τοῦτ’ ἀναβαλλόμενος
10. ἐν τοῖς ἔμπροσθεν, ἤδη λεγέσθω. πρόχειρον μὲν γὰρ ἦν,
11. οὐδὲν διαφέρειν, ἢ τῷ μεγέθει τῆς διαστάσεως τῶν ἀναπνευστικῶν
12. ὀργάνων, ἢ τῷ πλήθει τῆς εἰσπνεομένης οὐσίας διαγιγνώσκεσθαι
13. τὴν μεγάλην εἰσπνοὴν, ὥσπερ ἀμέλει καὶ λέγουσί
14. τινες, ἀνάλογον ἀεὶ δεῖν ἔχειν ἡγούμενοι τῷ ποσῷ τῆς
15. ὀργάνων τὸ ποσὸν τῆς εἰσπνοῆς· οὐ μὴν ἔν γε τῷ καθόλου
16. τὸ τοιοῦτον ἀληθές ἐστιν, ἀλλὰ δεῖταί τινος διορισμοῦ. ἐχόντων
17. γὰρ κατὰ φύσιν τῶν ὀργάνων, ἀνάλογος ἀεὶ ταῖς διαστολαῖς
1. αὐτῶν ἡ ποσότης τοῦ πνεύματος· οὐ μὴν ὅταν γε καὶ
2. παρὰ φύσιν ᾖ διακείμενα, ἀλλ’ ἐνδέχεταί ποτε διΐστασθαι
3. μὲν ἐπὶ πλεῖστον τὸν θώρακα, βραχὺ δ’ εἰσπνεῖσθαι τὸν ἔξωθεν
4. ἀέρα. πολλαὶ γάρ εἰσιν διαθέσεις, εἴ τι μεμνήμεθα τῶν
5. προειρημένων, ὑφ’ ὧν ὁ πνεύμων στενοχωρούμενος ἀδυνατεῖ
6. τὸν ἱκανὸν ἀέρα δέξασθαι· οὔκουν ἀνάλογον πάντων τῶν
7. ἀναπνευστικῶν ὀργάνων ταῖς διαθέσεσιν, ἀλλὰ μόνον τῶν
8. τραχειῶν ἀρτηριῶν αἱ εἰσπνοαὶ γίγνονται. ἀλλὰ τούτων οὐδὲ
9. μιᾷ τῶν αἰσθήσεων οἷόν τε διαγνῶναι τὴν διαστολήν· οὐκ
10. οὖν οὐδὲ προσέχειν χρὴ τὸν νοῦν τοῖς ἀναπνευστικοῖς ὀργάνοις,
11. ὁπόταν τὸ ποσὸν τῆς εἰσπνοῆς διαγνῶναι βουλώμεθα.
12. ἀρκεῖ γὰρ μόνον αὐτὸν ἐπισκοπεῖσθαι τὸν ἀέρα, πόσος μὲν
13. εἰσπνέεται, πόσος δ’ αὖ ἐκπνέεται. οὐδὲ γὰρ τοῖς τῆς γαστρὸς
14. ὄγκοις τεκμαιρόμεθά τι περὶ πλήθους ἐδεσμάτων, ἀλλ’
15. ἀρκεῖ κᾀνταῦθα τὸ ποσὸν μόνον ἐπισκοπεῖσθαι τῶν ἐσθιομένων.
16. ἐπεὶ δ’ ἐν ταῖς ἐκπνοαῖς ποτὲ μὲν ἀργοῦσι παντελῶς
17. οἱ μύες, ἐπιτρέποντες τῷ θώρακι καταπίπτοντι τὴν οἰκείαν
18. ἀπολαμβάνειν κατάστασιν, ποτὲ δ’ ἐνεργοῦντες ἐπὶ πλέον
1. αὐτὸν συστέλλουσιν, ἀπεδείχθη γὰρ ἡμῖν πολλάκις περὶ
2. τούτων, αἱ μὲν χωρὶς τῆς τούτων συντονίας συστολαὶ τοῦ
3. θώρακος οὐκ ἄν ποτε μεγάλην ἐκπνοὴν ἐργάσαιντο, αἱ δὲ
4. μετὰ ταύτης, αἵπερ δὴ καὶ ἐκφυσήσεις εἰσὶ, ὡς καὶ τοῦτ’
5. ἐδείχθη, δημιουργοὶ τοῦ μεγέθους εἰσίν. ἀλλ’ οὐδ’ ἐπὶ τούτων
6. γυμνοῦντας τὸν ἄνθρωπον ὁρᾷν ἀξιῶ τὴν τάσιν τῶν
7. μυῶν, ἀλλ’ ἀρκεῖ τὸ μετ’ ἐκφυσήσεως εἶδος τῆς ἐκπνοῆς γνώρισμα
8. τίθεσθαι μέγιστον. ἐπειγούσης γοῦν τῆς χρείας ἀθρόον
9. ἐκπνεῖν ἀναγκαζόμεθα, ὥσπερ καὶ ὅταν ἡ τῆς εἰσπνοῆς ἐπείγῃ
10. χρεία, πολὺν καὶ ἀθρόον ἕλκομεν τὸν ἔξωθεν ἀέρα.
⟨
(De difficult. respir.) [n° 059 Fichtner] [GalLat]
De difficultate respirationis
Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1
De difficultate respirationis, 1.13, ed. Kühn, 1824, vol. 7, p. 793-795. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:1.13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩