13. Καὶ μὲν δὴ καὶ ἀνώμαλός τίς ἐστιν ἀναπνοὴ,
14. καθάπερ καὶ σφυγμὸς, ἥ τ’ ἐν ἀθροίσματι τῶν κινήσεων
15. καὶ κατὰ μίαν κίνησιν· ὡσαύτως δὲ καὶ τεταγμένη καὶ
16. ἄτακτος ἀναπνοὴ γίγνοιτ’ ἂν, ὥσπερ καὶ σφυγμὸς, ὅσαι τε
17. διαφοραὶ τῶν ἀνωμάλων σφυγμῶν τῶν τε κατὰ μίαν κίνησιν
18. καὶ τῶν ἐν πλείοσι συνισταμένων, τοσαῦται καὶ τῶν ἀναπνοῶν.
1. ἀλλ’ ὅπερ ἔφην ἐν ἀρχῇ εὐθὺς τοῦ λόγου, παντάπασιν
2. ὀλιγώρως ὑπὲρ ἀναπνοῆς ἐπραγματεύσαντο πάντες, καὶ
3. τὴν αἰτίαν τῆς περὶ ταύτην ῥᾳθυμίας αὐτῶν εἴποιμι ἂν ἐπὶ
4. προήκοντι τῷ λόγῳ. νυνὶ δὲ τὸ προκείμενον ἡμῖν περαντέον,
5. ἀπὸ τῆς κατὰ μίαν κίνησιν ἀνωμαλίας ἀρξαμένοις, ὅτι καὶ
6. κατὰ φύσιν δόξειεν ἂν ἥδε μεταξὺ τετάχθαι τῶν ἀκριβῶς
7. ἁπλῶν καὶ τῶν ὁμολογουμένως συνθέτων. ἠμφισβήτει γοῦν
8. ποτέ τις ὑπὲρ αὐτῆς πρὸς ἡμᾶς, ὡς οὐ σύνθετος, οὐκ ἂν ἄλλως
9. τοῦτο παθὼν, εἰ μὴ πλησίον ἦν τῶν ἀπλῶν. ἀλλ’ ὅτι
10. μὲν σύνθετός ἐστιν ἐνθένδε δῆλον, εἴ τις ἀρχόμενος μὲν εἰσπνεῖν
11. ταχέως ἐπισπᾶται τὸν ἀέρα, τελευτῶν δὲ βραδέως, ἢ
12. ἔμπαλιν ἐκ βραδείας τῆς ἀρχῆς εἰς ταχὺ μεθίσταται τὸ τέλος,
13. οὐκ ἂν οὔτε ταχεῖαν οὔτε βραδεῖαν ἁπλῶς ταύτην φαίημεν
14. εἶναι τὴν εἰσπνοὴν, ἀλλὰ σύνθετον δηλονότι, τὸ μέν τι μόριον
15. ἑαυτῆς ἔχουσαν ὠκὺ, τὸ δέ τι βραδύ. κατὰ ταὐτὸν δὲ
16. καὶ τὴν ἐκπνοὴν, εἰ παντοίως ἀλλοιοῦται, μεταπιπτούσης τῆς
17. κινήσεως ἢ ἐκ βραδυτῆτος εἰς τάχος, ἢ ἔμπαλιν ἐκ τάχους εἰς
1. βραδυτῆτα, συγκεῖσθαι φήσομεν ἐξ ἐναντίως ἐχόντων
2. πρὸς ἄλληλα τῶν μορίων, καὶ διὰ τοῦτο μηδ’ ἁπλῆν ἀλλὰ
3. σύνθετον ὑπάρχειν. ὡσαύτως δὲ καὶ ὅταν ἡσυχία τις σχίζῃ
4. τε καὶ διακόπτῃ τὴν ἑτέραν τῶν κινήσεων, ἤτοι τὴν εἰσπνοὴν
5. ἢ τὴν ἐκπνοὴν, σύνθετον καὶ τότε φήσομεν εἶναι τὴν διῃρημένην,
6. ἥ τις ἂν εἴη. ὦπται δέ ποτε σπανίως οὐ θάτερον
7. μόνον, ἀλλ’ ἀμφότερα τὰ μόρια τῆς ὅλης ἀναπνοῆς κατὰ τὸν
8. αὐτὸν ἄνθρωπον οὕτως ἔχοντα, καὶ γίγνεσθαι μάλιστα τὸ
9. τοιοῦτον, ὅταν ὑγρῶν πλῆθος ἠθροισμένον ἐν ταῖς τραχείαις
10. ἀρτηρίαις ἀποπνίγῃ τὸν ἄνθρωπον, ἐκ πλευρίτιδος ὀλεθρίας
11. ἢ περιπνευμονίας μὴ ἐκκαθαρθείσης ἢ ἐμπυήματος αὐτόθι
12. συστάντος, ὥστε κατὰ τοῦτο τὰς ἀναπνοὰς ὁμολογεῖν τοῖς
13. σφυγμοῖς. ἐδείκνυτο γὰρ οὖν καὶ ἐπ’ ἐκείνων ἐμφράξεσιν
14. ὀργάνων καὶ θλίψεσι καὶ ὅλως στενοχωρίαις ἡ ἀνωμαλία γιγνομένη.
15. καὶ τοίνυν ὅσα περὶ τῶν ἄλλων ἀρτηριῶν τῶν
16. καθ’ ὅλον τὸ ζῶον ἐν τῷ δευτέρῳ περὶ τῶν ἐν σφυγμοῖς αἰτίων
17. εἴρηται μαθών τις εὐπορώτερος ἂν εἴη περὶ τῶν ἐν
18. πνεύμονι τραχειῶν καλουμένων λέγειν τὰ παραπλήσια. τὰς
1. μὲν γὰρ, ἵν’ ἀνώμαλος ὁ σφυγμὸς γίνηται, στενοχωρεῖσθαι
2. χρὴ, τὰς τραχείας δὲ ἀρτηρίας, ἵν’ ἡ ἀναπνοή. ἐῤῥέθη δ’
3. ἐν ἐκείνοις, ὅτι καὶ δι’ ἀῤῥωστίαν δυνάμεως ἀνωμαλότης
4. σφυγμῶν γένοιτ’ ἂν, ὅταν ἀδυνατῇ τελέως διαστέλλειν εἰς
5. ἅπαξ τὰς ἀρτηρίας. ἵστανται γὰρ ἐν τῷ μεταξὺ καὶ διαναπαύονται,
6. καθάπερ οἱ πρεσβῦται κατὰ τὰς ὁδοιπορίας.
7. γένοιτο δ’ ἄν ποτε καὶ κατὰ τὴν ἀναπνοὴν ἀνωμαλία τις,
8. ἥ τε κατὰ μίαν μόνην ἐνέργειαν καὶ ἡ συστηματικὴ καλουμένη
9. δι’ ἀσθένειάν τινα τῆς δημιουργούσης αὐτὴν δυνάμεως.
⟨
(De difficult. respir.) [n° 059 Fichtner] [GalLat]
De difficultate respirationis
Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1
De difficultate respirationis, 1.17, ed. Kühn, 1824, vol. 7, p. 797-800. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:1.17
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩