Galenus. De difficultate respirationis (De difficult. respir.) [n° 059 Fichtner] [GalLat]

Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1

De difficultate respirationis, 1.18, ed. Kühn, 1824, vol. 7, p. 800-803. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:1.18

10. Οὔσης δὲ ταύτης μὲν ψυχικῆς, ζωτικῆς δὲ
11. τοὺς σφυγμοὺς ἐργαζομένης, γένοιτ’ ἄν τις ἐπὶ τὰς προγνώσεις
12. ἐξ αὐτῶν διαφορὰ, τῶν μὲν σφυγμῶν ἀνάλογον ἀεὶ τῇ
13. καθ’ ἑαυτοὺς βλάβῃ τὴν τῆς δυνάμεως ἀῤῥωστίαν ἐνδεικνυμένων,
14. τῶν δ’ ἀναπνοῶν οὐκέθ’ ὡσαύτως, εἰ μὴ προσδιορίσοιτό
15. τις τοῦ κάμνοντος τὴν προαίρεσιν. εἰ γὰρ ἐκ κοσμίου
16. καὶ τὴν ἀπόκρισιν τὴν θρασεῖαν κακὸν εἶναί φησιν ὁ Ἱπποκράτης,
17. οὐ μέντοι ἐπὶ τῶν θρασέων φύσει μὴ ὅτι τὴν τοιαύτην
18. ἀπόκρισιν, ἀλλὰ μηδ’ αὐτὴν τὴν παραφροσύνην μέγα τι
1. δηλοῦν νόμιζε. οὕτως ἔχει καὶ ἐπὶ τῆς ἀναπνοῆς. οἱ μὲν
2. γὰρ ἀταλαίπωροι καὶ μαλακοὶ καθ’ ἅπαν ἔργον ἀνωμάλως
3. ἀναπνέουσι, κᾂν μηδὲν αὐτοὺς μέγα βιάζοιτο· ὅσοι δὲ φιλόπονοι
4. καὶ γενναῖοι τὴν γνώμην, οὐκ ἄν ποτε, πρὶν εἰς ἐσχάτην
5. ἀῤῥωστίαν ἀφικέσθαι τὴν δύναμιν, ἀνωμάλως ἀναπνεύσειαν.
6. ἐπὶ δὲ τῆς κατὰ τοὺς σφυγμοὺς ἀνωμαλίας ἡ αὐτὴ
7. πρόγνωσις τῆς διαθέσεως ἔν τε τοῖς βελτίοσι τὴν γνώμην
8. καὶ τοῖς χείροσι. καθόλου γὰρ εἰπεῖν, ὅλως ὅπου μηδὲν
9. συντελεῖ πρὸς τὴν ἐνέργειαν ἡ προαίρεσις, ἐνταῦθα τὸ
10. δηλούμενον ἴσον ἅπασιν· ἐν οἷς δ’ ἤτοι τὸ πᾶν ἢ τὸ πλεῖστον,
11. ἐπὶ τούτοις προσεπισκοπεῖσθαι χρὴ τὸ ἦθος τοῦ κάμνοντος.
12. ὥσπερ δὲ τῶν δημιουργουσῶν τὰς ἐνεργείας δυνάμεων διαφορὰ
13. κατά τε τοὺς σφυγμοὺς καὶ τὰς ἀναπνοὰς διαφόρους
14. ἐργάζεται τὰς προγνώσεις, οὕτω καὶ παρ’ αὐτὴν τὴν τῶν
15. ὀργάνων φύσιν ἔσται τις ἐνδείξεως ἑτερότης. οἱ μὲν γὰρ
16. σφυγμοὶ διὰ τῶν λείων ἀρτηριῶν, ἀναπνοαὶ δὲ οὐ διὰ
17. μόνων γίγνονται τῶν τραχειῶν ἀρτηριῶν, ἀλλ’ οὐχ ἧττον
18. αὐτῶν, εἰ μὴ ἄρα καὶ μᾶλλον διὰ τοῦ μυώδους γένους.
1. τοῦτο γάρ ἐστιν ὃ πρῶτον ἡ ψυχικὴ κινεῖ δύναμις εἰς γένεσιν
2. ἀναπνοῆς· ὑπὸ δὲ τοῦδε ὁ θώραξ ὅλως κινηθεὶς αὐτὸς πάλιν
3. τὸν πνεύμονα συγκινεῖ καθ’ ὃν ἐν τοῖς περὶ αὐτῶν ἐδείξαμεν
4. λογισμοῖς τρόπον. τοῦ πνεύμονος δ’ εἰσὶ μέρος αἱ τραχεῖαι
5. ἀρτηρίαι, εἰς ἃς πρώτας ὁ ἀναπνεόμενος ἀὴρ ἔρχεται. ὥσπερ
6. οὖν τὰ τούτων παθήματα τὴν ἀναπνοὴν ὅλην ἀνώμαλον ἐργάζεται
7. πολλάκις, οὕτω καὶ τὰ τῶν μυῶν, αἱ μὲν ὅτι χῶραι
8. τοῦ πνεύματός εἰσιν, οἱ μύες δ’ ὅτι τὸ πρῶτον ὄργανον τῆς
9. κινήσεως. ἀλλ’ οὐ ταὐτὸ πάθος ἐν ἑκατέρῳ τῷ γένει τῶν
10. ὀργάνων ἀνώμαλον ἐργάζεται τὴν ἀναπνοὴν, ὅτι μηδὲ τὰ
11. τῆς χρείας αὐτῶν ὅμοια. εἴπερ οὖν ἕκαστον τῶν ὀργάνων
12. εἰς ἅπερ ὑγιαῖνον ὠφελεῖ τὴν ἐνέργειαν, εἰς ταῦτα καὶ νοσῆσαν
13. βλάπτει, τῶν μὲν τραχειῶν ἀρτηριῶν ἡ βλάβη στενοχωρία
14. τίς ἐστι, τῶν δὲ μυῶν πλημμελὴς καὶ ἄτακτος κίνησις·
15. τῶν μὲν γὰρ ὡς χωρίων τοῦ πνεύματος, τῶν δ’ ὡς ὀργάνων
16. κινήσεως ἡ βλάβη. τῆς μὲν οὖν ἐν ταῖς τραχείαις στενοχωρίας
17. τοὺς παρὰ φύσιν ὄγκους ᾐτιασάμην, τῶν δ’ ἐν τοῖς μυσὶ 
1. πλημμελῶν κινήσεων τὰς προφάσεις νῦν ἐροῦμεν. ἔστιν οὖν
2. ἴδια παθήματα μυῶν σπασμοὶ καὶ παλμοὶ καὶ τρόμοι, ὡς
3. δι’ ἑτέρων ἀποδέδεικται· ἀλλὰ καὶ ὅτι πλημμελεῖς κινήσεις εἰσὶν,
4. οὐ δεῖται λόγου. εἴπερ δ’ ἄμφω ταῦθ’ ὑπάρχοι τοῖς
5. παθήμασιν, ὥστε καὶ πλημμελέσι κινήσεσιν εἶναι καὶ μυῶν,
6. αὐτὰ δὲ ταῦτ’ εἴη τὰ ζητούμενα, ἤδη πέρας ἂν ἡμῖν ἔχοι καὶ
7. ὅδε ὁ λόγος· ἔσται γάρ ποτ’ ἀνώμαλος ἡ ἀναπνοὴ καὶ διά τι
8. τούτων. ὡς γὰρ καὶ ἡ βάδισις ἀνώμαλος γίνεται τῶν ἐν
9. τοῖς σκέλεσι μυῶν ἤτοι τρεμόντων ἢ παλλομένων ἢ σπωμένων,
10. οὕτω καὶ ἀναπνοὴ γίνοιτ’ ἄν ποτε ἀνώμαλος διὰ τοὺς κινοῦντας
11. τὸν θώρακα μῦς, ὡς εἴρηται, βεβλαμμένους. ὥστε καὶ
12. πασῶν τῶν ἀνωμαλιῶν, τῶν τε κατὰ μίαν ἐνέργειαν καὶ τῶν
13. κατὰ πολλὰς ἑξῆς συνισταμένων, ἤτοι στενοχωρία τῶν τραχειῶν
14. ἀρτηριῶν, ἢ τῶν τοῦ θώρακος μυῶν πλημμελὴς κίνησις,
15. ἢ ἀῤῥωστία τῆς δημιουργούσης αὐτὴν δυνάμεως αἴτιον
16. γενήσεται.

Cliquer un n° de page pour en afficher l’image