Galenus. De difficultate respirationis (De difficult. respir.) [n° 059 Fichtner] [GalLat]

Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1

De difficultate respirationis, 1.19, ed. Kühn, 1824, vol. 7, p. 803-809. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:1.19

17. Γέγραπται δ’, ὡς ἔφην, ἐπὶ πλείστου ὑπὲρ
1. ἁπασῶν ἀνωμαλιῶν ἐν τῷ δευτέρῳ τῶν ἐν σφυγμοῖς αἰτίων,
2. καὶ διὰ τοῦτο μὲν ὅσα κοινὰ πρὸς ἐκεῖνον τὸν λόγον, ἅπαντα
3. παραλείπομεν, ὑπομιμνήσκοντες αὐτῶν μόνον· ὅσα δὲ ἴδια
4. τῆς ἀναπνοῆς, ἐπέξιμεν ἐν τῷδε τῷ γράμματι. τὰ μὲν οὖν
5. τῆς χρείας, ὡς καὶ πρόσθεν εἴρηται, κοινὰ, καὶ τὰ τῶν ἀρτηριῶν
6. δὲ τῶν τραχειῶν ταῖς λείαις ἀνάλογον· ἴδιον δὲ ἐξαίρετον
7. ταῖς ἀναπνοαῖς παρὰ τοὺς σφυγμοὺς τὸ τῶν μυῶν
8. ὑπάρχει γένος. αἱ δημιουργοὶ δ’ αὐτῶν δυνάμεις ἔστι μὲν
9. ᾗ ἀναλόγως, ἔστι δὲ ᾗ καὶ οὐχ οὕτως ἔχουσιν. ᾗ μὲν γὰρ
10. αἰτίαι δραστικαί εἰσι, ταύτῃ μὲν ἀνάλογον ἔχουσιν,
11. δὲ τῆς ἀναπνευστικῆς δυνάμεως ἡ προαίρεσις ἐπιτροπεύει,
12. τῆς ζωτικῆς δὲ οὐδεὶς ἀνώτερος κύριος, ἀλλ’ ἐλευθέρα τελείως
13. ἐστὶν, ταύτῃ διαφέρουσιν. καὶ τοίνυν περιττόν τι εἰς ἀνωμαλίας
14. γένεσιν ἕξει ἡ ἀναπνοὴ πρὸς τοὺς σφυγμοὺς, ὃ μηδὲ
15. τοῦτο παραλείπωμεν. ἔστι δὲ διττὸν, τὸ μὲν ἀπ’ αὐτῆς τῆς
16. ψυχικῆς δυνάμεως μόνης ὁρμώμενον, τὸ δ’ ἀπὸ τῆς πρὸς τὰς
17. ὀδύνας συμπλοκῆς· ὀλίγον μὲν καὶ δυσγνώριστον τὸ ἀπὸ τῆς
1. δυνάμεως μόνον, πλεῖον δὲ καὶ σαφέστερον καὶ ποικιλώτερον
2. τὸ διὰ τὰς ὀδύνας. ἐν γὰρ ταῖς παραφροσύναις ἐπικρατεῖ
3. μὲν ἡ ἀραιότης καὶ τὸ μέγεθος, ἐμφαίνεται δέ τις ἀνωμαλία
4. καὶ ἀταξία κατά τε πλείους ἀναπνοὰς καὶ κατὰ μίαν ἐνίοτε
5. μόνην, ὡς ἂν, οἶμαι, καὶ τῶν φαντασμάτων ποτὲ μὲν μᾶλλον,
6. ποτὲ δ’ ἧττον ἐξιστάντων τοῦ κατὰ φύσιν τὸν λογισμόν. ἐν
7. γὰρ ταῖς τοιαύταις φαντασίαις εὔλογον καὶ τὴν ἀναπνοὴν
8. μεταβάλλεσθαί τι καὶ ποικίλλεσθαι πρὸς τὴν τῆς ἀνωμαλίας
9. τε καὶ ἀταξίας γένεσιν καὶ παρὰ τὸ τῆς χρείας ποσόν. ἕως
10. μὲν γὰρ ὀλίγον αὐτῆς ἑκάστη τῶν ἐνεργειῶν ἀπολείπεται, μικρὰ
11. τοῦ κατὰ φύσιν ἡ ἐναλλαγή· ἐπειδὰν δὲ τοῦ κατὰ φύσιν
12. ἔλλειμμά τι ἱκανῶς πολὺ γένηται, τότ’ ἀναγκαῖον ἤδη τῶν
13. μὲν ἡσυχιῶν τὸ ποσὸν, τῶν δὲ κινήσεων οὐ τὸ ποσὸν μόνον,
14. ἀλλ’ ἤδη καὶ τὸ ποιὸν ἀλλοιοῦσθαι, κᾀν τούτῳ τὴν ὅλην ἀναπνοὴν
15. ἀνώμαλόν τε καὶ ἄτακτον γενέσθαι. ταυτὸν δὲ τοῦτο
16. καὶ ταῖς ὀδύναις συμπίπτειν ἀναγκαῖον. οὐδὲ γὰρ οὐδ’ ἐπ’
17. ἐκείνων ἡ χρεία πληροῦται καθ’ ἑκάστην ἐνέργειαν· οὔτε γὰρ
1. ταχέως οὔτε πυκνῶς οὔτ’ ἐπὶ πλεῖστον δύναται διαστέλλειν
2. τὸν θώρακα· πάντα γὰρ ταῦτ’ αὐτοῖς ἀνιαρὰ, μάλιστα μὲν
3. τὸ μέγεθος, δεύτερον δὲ τὸ τάχος, ἤδη δὲ καὶ πυκνότης·
4. ἀλυπότερον γὰρ τοῖς ἀλγοῦσι τὸ διὰ πλείονος χρόνου κινεῖσθαι
5. τοῦ δι’ ἐλάττονος. διὰ τοῦτ’ οὖν τοῦ μὲν μεγέθους
6. ἀφαιροῦσι πάμπολλα, τάχους δ’ ἐλάχιστα, πυκνότητος δὲ
7. ἀφαιροῦσι μὲν οὐδὲν, ἀλλὰ τὶ καὶ προστιθέασι, τὴν ἐκ τῶν
8. κατὰ φύσιν τῆς σμικρότητος ἔνδειαν ἐπανορθούμενοι. οὐ
9. μέντοι γε τοσοῦτόν ἐστι τὸ προστιθέμενον, ὡς ἀναπληρῶσαι
10. τὸ λεῖπον ἅπαν. ὅσον οὖν ἀπλήρωτον τῆς χρείας ἀπολείπεται,
11. τοῦτ’ ἐν πολλαῖς ἑξῆς ἐνεργείαις ἀθροιζόμενον, ὅταν
12. ἐγγὺς ἤδη τοῦ πνίγεσθαι τὸ ζῶον ἀφίκηται, τότε καὶ τὴν
13. προαίρεσιν ἀναγκάζει, μέχρι γοῦν χρόνου τινὸς, μείζονά τε
14. ποιήσασθαι τὴν ἀναπνοὴν καὶ θάττονα πολὺ καὶ τῆς ἔμπροσθεν
15. πυκνοτέραν. ἀλλ’ ἐν ταῖς ταύτης ἐνεργείαις, τῆς
16. μὲν χρείας πληρουμένης, ἀποκναιομένου δὲ τοῖς ἀλγήμασι τοῦ
17. ζώου, πάλιν ἡ προαίρεσις ἀφαιρεῖ καὶ τοῦ μεγέθους καὶ τοῦ
18. τάχους καὶ τῆς πυκνότητος, ἄλλοτε ἄλλου πλέον, ὡς ἂν ἀπορουμένη
1. τε καὶ μήτε στῆσαι τὴν ἐνέργειαν δυναμένη, φόβῳ
2. πνίξεως, μήθ’ εὑρίσκουσά τινα τῆς ὀδύνης ἴασιν. ἄλλοτε
3. γοῦν ἐπ’ ἄλλο μετέρχεται, τὸ μὲν, ὡς τὴν χρείαν πληρῶσον,
4. τὸ δ’ ὡς τὴν ὀδύνην παραμυθησόμενον. ἁπάντων δὲ, τῶν
5. μὲν τὴν χρείαν πληρούντων παροξυνόντων τὰς ὀδύνας, τῶν
6. δὲ ταύτας παρηγορούντων αὐξανόντων τὴν χρείαν, οὐδενὸς
7. δ’ ἀμφοτέρων ἰάματος εὑρισκομένου κοινοῦ, πολυειδῶς ἐπὶ
8. πάντα μετέρχεται δι’ ἀπορίαν, ἀεὶ δυσαρεστουμένη τῷ παρόντι.
9. κᾀνθένδε τό τ’ ἀνώμαλον ἑκάστῳ τε καταμόνας καὶ
10. ἁπάσαις ἑξῆς ταῖς ἀναπνοαῖς, καὶ τὸ πολυειδῶς ἄτακτον
11. ὑπάρχει. ἐν γὰρ τῇ τῆς ἰσότητος διαφθορᾷ τῶν τε
12. ἀνωμαλιῶν ἁπασῶν καὶ τῶν ἀταξιῶν ἡ γένεσις. ἐδείχθη γὰρ
13. καὶ τοῦτο ἐν τοῖς περὶ διαφορᾶς σφυγμῶν, ὡς ἡ μὲν ἐφεξῆς
14. ἰσότης ὁμαλότης ἐστὶν, ἡ δὲ κατὰ περιόδους τάξις· καὶ
15. ὡς τῆς μὲν ἐφεξῆς ἰσότητος διαφθειρομένης, ἡ ἀνωμαλία,
16. τῆς δὲ κατὰ περιόδους, ἡ ἀταξία γίγνεται. ἀλλ’ ὅμως πολλῆς
17. μὲν ἀνωμαλίας, πολλῆς δὲ ἀταξίας ταῖς τοιαύταις διαθέσεσι 
1. συμπιπτούσης, ἐπικρατεῖ τὸ κατὰ μικρότητα καὶ πυκνότητα
2. γένος τῆς δυσπνοίας. εἰ γὰρ καὶ μέγα ποτ’ ἀπαπνεύσειαν
3. εἰς ἅπαξ, οἷον ἀποπειρώμενοι τῆς τοιαύτης ἀναπνοῆς,
4. ἀφίστανται παραχρῆμα διὰ τὴν ὀδύνην, καὶ χρόνῳ γε παμπόλλῳ
5. μικρὸν πάνυ ἀναπνέουσιν, ἄχρι περ ἂν ὑπὸ τῆς χρείας
6. ἐπειγούσης ἀναγκασθέντες ἐφ’ ἑτέραν αὖθις πεῖραν τράπωνται
7. μεγάλης ἀναπνοῆς. τὸ συνεχὲς οὖν τῆς ἀνωμαλίας καὶ
8. ἀτάκτου μεταβολῆς αὐτοῖς ἐν τάχει καὶ βραδυτῆτι καὶ ταῖς
9. τῆς πυκνότητος ἐξαλλαγαῖς μάλιστα συνίσταται, μηδέποτε
10. μὲν ἁπλῶς ἀραιᾶς γιγνομένης τῆς ἀναπνοῆς διὰ τὴν τῆς χρείας
11. ἔπειξιν, ἧττον μέντοι καὶ μᾶλλον πυκνῆς, κᾀν τούτῳ τὴν
12. ἀνωμαλίαν κτωμένης. ὥστ’ ἔστι πυκνὸν μὲν ἀεὶ τοῖς οὕτω
13. διακειμένοις τὸ πνεῦμα, μέγα δὲ σπανίως, βραδὺ δ’ οὐδὲν
14. μᾶλλον ἢ ταχὺ, διὰ τὴν εἰς ἑκάτερον αὐτῶν ὀξύῤῥοπον μετάπτωσιν.
15. ὀρθῶς οὖν ἔμπροσθεν ἐῤῥέθη πᾶσι τοῖς ὀργάνοις
16. ὀδυνωμένοις, ὅσα κινεῖται κατὰ τὰς ἀναπνοὰς, μικρὸν καὶ
17. πυκνὸν ἕπεσθαι τὸ πνεῦμα· κατὰ δὲ τὸν αὐτὸν λόγον ἐν ταῖς
18. παραφροσύναις μέγα τε γίγνεσθαι καὶ ἀραιὸν, εἰ καὶ ὅτι μάλιστα
1. καὶ ταύταις ἀνωμαλία τις ἕπεται. πλεονεκτεῖ γὰρ ἐν
2. αὐταῖς ἥ τε ἀραιότης καὶ τὸ μέγεθος· μᾶλλον μὲν γὰρ καὶ ἧττον
3. ἀραιὸν καὶ μᾶλλον καὶ ἧττον μέγα τοῖς παραφρονοῦσι
4. γίγνεται τὸ πνεῦμα, μικρὸν δὲ καὶ πυκνὸν οὐδέποτε. τοσαῦτα
5. ἀρκεῖν μοι δοκεῖ περὶ τῶν ἀνωμαλιῶν εἰδέναι τῶν τε
6. κατὰ μίαν ἐνέργειαν καὶ τῶν ἐν πλείοσι συνισταμένων. καὶ
7. γὰρ καὶ περὶ τούτων εἴρηται τὰ εἰκότα τῇ κοινωνίᾳ τοῦ λόγου.
8. καὶ μέντοι σαφῶς μὲν αὗται σύνθετοι, παμπόλλων ἐνεργειῶν
9. εἰς γένεσίν τε καὶ διάγνωσιν δεόμεναι· αἱ δὲ κατὰ μίαν, ὡς
10. καὶ πρόσθεν εἴρηται, τάχ’ ἄν τῳ δόξειαν ὑπάρχειν ἁπλαῖ.
11. οὐ μόνον δὲ περὶ τῶν συστηματικῶν ἀνωμαλιῶν, ἀλλὰ καὶ
12. περὶ τῶν ἀταξιῶν ἐν ταὐτῷ διήλθομεν. ἐν εἴδει γάρ τινι τῶν
13. ἀνωμαλιῶν εἰσιν, ὡς κᾀν τοῖς περὶ σφυγμῶν ἐδείχθη.

Cliquer un n° de page pour en afficher l’image