Galenus. De difficultate respirationis (De difficult. respir.) [n° 059 Fichtner] [GalLat]

Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1

De difficultate respirationis, 1.2, ed. Kühn, 1824, vol. 7, p. 755-760. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:1.2

5. Καὶ τοίνυν ἐπειδὴ δύο μέν ἐστι τὰ πρῶτα
6. καὶ κυριώτατα μόρια τῆς ὅλης ἀναπνοῆς, εἰσπνοή τε καὶ ἐκπνοὴ,
7. δύο δ’ ἄλλα κατὰ συμβεβηκὸς αἱ μεταξὺ τούτων ἡσυχίαι,
8. ἐν τέσσαρσιν ἂν οὕτω τοῖς πᾶσιν ἡ περὶ δυσπνοίας γίνεται
9. σκέψις. ὥστε πάντως δεήσει τινὶ τῶν εἰρημένων, ἤ
10. τισιν, ἢ καὶ πᾶσιν ἅμα πλημμελεῖσθαί τε καὶ διαφθείρεσθαι
11. τῆς κατὰ φύσιν ἰδέας εἰς δυσπνοίας γένεσιν. ὀνομάζειν δὲ
12. σαφοῦς ἕνεκα διδασκαλίας οὐδὲν ἂν εἴη χεῖρον ἁπλῆν μὲν δύσπνοιαν,
13. ἥ τις ἂν ἓν μόριον ἑκάστοτε τῆς ὅλης ἀναπνοῆς καταλαμβάνει,
14. σύνθετον δὲ τὴν ἐν πλείοσι συνισταμένην. ἀλλ’
15. ἐπεὶ δεύτερόν ἐστιν ἀεὶ τὸ σύνθετον τῶν ἁπλῶν, κατὰ λόγον
16. ἂν εἴη πρότερον περὶ φύσει προτέρων ποιήσασθαι τὸν λόγον,
17. ὥστε καὶ ἀπὸ τῶν ἁπλῶν δυσπνοιῶν ἄρξασθαι. ἐπειδὰν δὲ
1. ταύτας αὐτάρκως διέλθωμεν, μετὰ ταῦτα ἐπαλλάττοντες τάς
2. τε κινήσεις καὶ τὰς ἡσυχίας κατ’ ἀλλήλας τε καὶ καθ’ ἑαυτὰς,
3. οὕτω τὰς συνθέτους ἐξευρήσομεν. τίνες οὖν εἰσιν αἱ κατὰ
4. φύσιν αἰτίαι τῆς ἔσω τε καὶ ἔξω φορᾶς τοῦ πνεύματος, καὶ
5. τίνες ἑκατέρας τῶν ἡσυχιῶν; ταυτὶ γὰρ ἦν τὰ πάντα μόρια
6. τῆς ἀναπνοῆς. ἐπειδὴ δύο μὲν ἐξ ὧν εἴπομεν μορίων κινήσεις
7. εἰσὶν, ἡ ἔξω καὶ ἔσω φορὰ τοῦ πνεύματος, δύο δὲ διορίζουσαι
8. ταύτας ἠρεμίαι, γένεσις δὲ ταῖς μὲν κινήσεσι σύνθετος,
9. ταῖς δ’ ἠρεμίαις ἁπλῆ, δῆλον ὡς τῶν μὲν πλείους ἀμετρίαι,
10. τῶν δ’ ἡσυχιῶν διτταὶ γενήσονται. αὗται μὲν γὰρ
11. οὖσαι ἁπλαῖ τοῦ χρόνου τῷ ποσῷ τὰς διαφορὰς ἴσχουσι
12. μόνῳ· αἱ κινήσεις δ’ οὐ ταύτῃ μόνον, ἀλλὰ καὶ τῷ ποσῷ τοῦ
13. διαστήματος καθ’ οὗ φέρονται διοίσουσιν. ὥστ’ ἔσονται διτταὶ
14. μὲν ἀμετρίαι αὐτῶν, καθὰ καὶ τῶν ἡσυχιῶν ἑκάτεραι,
15. τοῦ χρόνου τῷ ποσῷ διαιρούμεναι, καθ’ ἃς ἤτοι ταχεῖαι ἢ
16. βραδεῖαι λεχθήσονται· διτταὶ δ’ ἄλλαι τῷ ποσῷ τῆς διαστολῆς
17. τῶν ἀναπνευστικῶν ὀργάνων διαφέρουσαι, καθ’ ἃς ἤτοι
1. μεγάλας ἢ μικρὰς αὐτὰς ὀνομάζουσιν. εἴπερ γὰρ ἀχώριστα
2. πάσης ἐστὶ τῆς κατὰ τόπον κινήσεως ὅ τε χρόνος ἐν ᾧ κινεῖται
3. τὸ κινούμενον καὶ τὸ διάστημα καθ’ οὗ φέρεται, διὰ
4. μὲν τὸν χρόνον ταχέως μὲν καὶ βραδέως ἐροῦμεν γίνεσθαι
5. τὴν κίνησιν, διὰ δὲ τὸ διάστημα πολὺ καὶ ὀλίγον.
6. ἀλλὰ τήν γε διαστολὴν τῶν ἀναπνευστικῶν ὀργάνων οὐκ ὀλίγην
7. καὶ πολλὴν, ἀλλὰ μικρὰν καὶ μεγάλην ὀνομάζειν ἔθος,
8. ὥσπέρ γε καὶ τὴν συστολήν· ὁ γὰρ αὐτὸς λόγος ἐπ’ ἀμφοτέρων
9. τῶν κινήσεων. ὥσπερ δὲ κινήσεως ἴδια τάχος καὶ
10. βραδύτης, οὕτω καὶ τοῦ ποσοῦ τῶν διαλειμμάτων ἀραιότης
11. καὶ πυκνότης. πυκνὰς γοῦν τὰς ἀμπέλους ἢ τὰς ἐλαίας ἢ
12. ὁτιοῦν ἄλλο τοιοῦτον φυτεύεσθαι λέγομεν, ὅταν τὸ βραχύτατον
13. διάστημα αὐτῶν δηλῶσαι βουληθῶμεν· οὕτω δὲ καὶ
14. ἀραιὰς, ὅταν πολὺ τὸ ἐν μέσῳ τῶν πεφυτευμένων σωμάτων
15. ᾖ, καὶ καθόλου φάναι πάντα τὰ ἐκ πλειόνων διωρισμένων
16. συγκείμενα τούτοις χρῆται τοῖς ὀνόμασιν. ἐπεὶ οὖν καὶ ἡ
17. ἀναπνοὴ σύνθετός ἐστιν ἐξ ἐναντίων κινήσεων ἡσυχίαις διωρισμένων,
18. πυκνὴν αὐτὴν ἐργάζεται τὸ βραχὺ τῶν ἡσυχιῶν, 
1. ἀραιὰν δὲ τὸ μακρόν. αὗται μὲν οὖν πᾶσαι δυσπνοίας ἁπλαῖ
2. διαφοραὶ καὶ ταῦτ’ αὐτῶν τὰ ὀνόματα, τοῖς τε ἄλλοις παλαιοῖς
3. συνήθη καὶ Ἱπποκράτει. εἰ δέ τις ἑτέρως ὀνομάζειν
4. ἐθέλει, καθάπερ ἤδη τινὲς τῶν νεωτέρων ἰατρῶν, οὐδὲν ἡμῖν
5. διαφέρει· πλὴν ἴστω γε οὗτος μήτε τοῖς Ἱπποκράτει συνήθεσι
6. μήτε τοῖς ἄλλοις παλαιοῖς μήθ’ ὅλως τοῖς ἄλλοις Ἕλλησιν
7. ὀνόμασι χρησάμενος· ἀλλ’ εἰ καὶ τούτων καταφρονοίη,
8. μήτε κυρίως μήτε σαφῶς ἑρμηνεύων. εἰ μὲν γὰρ ἓν ὄνομα
9. κατ’ ἀμφοῖν φέρει, τῆς τε κινήσεως καὶ τῆς ἡσυχίας, ἤτοι τὸ
10. τάχος μόνον ἢ τὴν πυκνότητα, καὶ αὖθις ἐπὶ τῶν ἐναντίων ἢ
11. τὴν βραδυτῆτα μόνον ἢ τὴν ἀραιότητα, τοῖς ἑτέροις μηδόλως
12. χρώμενος, ἀσαφείας ἄντικρυς ὁ τοιοῦτος ἐπιθυμεῖ. πολὺ γὰρ,
13. οἶμαι, σαφέστερον, ἓν ἑκατέρῳ τῶν πραγμάτων ὄνομα θέμενον
14. ἴδιον, ἐκεῖνο καλεῖν διαπαντὸς, εἰδότα γε ὡς τὰ κοινὰ
15. τῶν ὀνομάτων οὐδὲν μᾶλλόν γε τὸ ἕτερον τούτων δηλοῦντα,
16. συγχεῖ καὶ ταράττει τὸν ἀκροατὴν, ὡς μὴ γνῶναι, τί ποτ’
17. ἐστὶ τὸ λεγόμενον, πρὶν διαστείλασθαι τὴν ὁμωνυμίαν·
1. εἰ δὲ ἓν μὲν ἑκατέρῳ τῶν πραγμάτων ἐπιφέρει τις ὄνομα, μὴ
2. ὡς ἡμεῖς μέντοι διείλομεν, ἀλλ’ ὑπεναντίως, τάχος μὲν καὶ
3. βραδυτῆτα κατὰ τῶν ἡσυχιῶν, ἀραιότητα δὲ καὶ πυκνότητα
4. κατὰ τῶν κινήσεων, οὐκ οἷδ’ ὅ τι βούλοιτ’ αὐτῷ τοῖς ἀκύροις
5. τε καὶ ἀήθεσιν ὀνόμασι πρὸ τῶν κυρίων τε καὶ δι’ ἔθους χρῆσθαι.
6. ὅτι γὰρ καὶ οἱ νῦν ἅπαντες ἄνθρωποι καὶ οἱ παλαιοὶ
7. βραδυτῆτα καὶ τάχος οὐδενὸς ἄλλου κατηγοροῦσι, πλὴν τῶν
8. κινουμένων, οὐδεὶς ἀγνοεῖ. τί ποτ’ οὖν σοφὸν ἀπειργασμένον
9. ἔσται τῷ μετατιθέντι τὴν τῶν ὀνομάτων χρῆσιν εἰς τοσοῦτον,
10. ὡς τὰς ἡσυχίας τοῖς τῶν κινήσεων προσαγορεύειν
11. ὀνόμασιν; τί δὲ σοφὸν, εἰ τὰ τῶν διαλειμμάτων ὀνόματα ταῖς
12. ἐνεργείαις ἐπιφέρει; ὡς γὰρ καὶ τὰς ἀμπέλους πυκνὰς καὶ τὰς
13. ἐλαίας, ὅταν ὀλίγον ἔχωσι τὸ μεταξὺ διάστημα, λέγομεν,
14. ἀραιὰς ὀνομάζοντες, εἰ πλέον εἴη, οὕτω τὰς τῶν ζώων ἐνεργείας
15. τὰς μὲν δι’ ὀλίγου χρόνου γινομένας πυκνὰς, ἀραιὰς
16. δὲ τὰς διὰ πολλοῦ καλοῦμεν. εἰ δέ τις, ὡς ἔφην, οὐχ οὕτως,
17. ἀλλ’ ἑτέρως ὀνομάζειν ἐθέλει, μήθ’ Ἱπποκράτει μήτε τοῖς
18. ἄλλοις παλαιοῖς μήθ’ ὅλως τοῖς Ἕλλησιν ἑπόμενος, ἀλλὰ
1. μηδὲ τοῦ σαφοῦς τῆς ἑρμηνείας φροντίζων, ἐκείνῳ μὲν ἐπιτρεπτέον
2. νικᾷν νίκην Καδμείαν.

Cliquer un n° de page pour en afficher l’image