14. Ἐπὶ τὰς ἐπιλοίπους οὖν αὖθις ἐπανέλθωμεν
15. δυσπνοίας συνθέτους, καὶ πρώτας γε αὐτῶν προχειρισώμεθα
16. τὰς κατὰ μίαν ἐνέργειαν ἡντιναοῦν συνισταμένας. ἡ
17. μὲν δὴ μεγάλη τε καὶ ἅμα ταχεῖα εἰσπνοὴ τῆς μὲν χρείας ἐπειγούσης
18. γίνεται, τῶν δ’ ὀργάνων εὐπειθῶν ὑπαρχόντων, τῆς
1. δυνάμεως δὲ ἤτοι τὴν ἰδίαν εὐρωστίαν εὐρωστούσης, ἢ μικρὸν
2. μεταβεβλημένης. ἀποδείξεως δὲ οὐ δεῖ τῷ λόγῳ πρὸς
3. τοὺς μεμνημένους τῶν ἔμπροσθεν. ἡ δ’ αὖ μεγάλη μὲν,
4. βραδεῖα δὲ μόνοις τοῖς παραπαίουσι γίνεται, καὶ τούτοις
5. οὐκ ἀεί. καὶ πρόδηλος τῆς αἰτίας ὁ λογισμὸς κᾀνταῦθα
6. ἐκ τῶν προειρημένων, ὥσπερ καὶ ὅταν μικρὸν εἰσπνέωσι καὶ
7. βραδέως, οἷς ἱκανῶς ἔψυκται τὸ ἔμφυτον θερμόν. ἡ δὲ λοιπὴ
8. καὶ τετάρτη συζυγία μικρότης ἦν ἅμα τῷ τάχει καὶ γίγνεται
9. διὰ παντὸς μὲν ἐπ’ οὐδεμιᾷ διαθέσει ἁπλῇ, καθάπερ οὐδὲ
10. ἡ μεγάλη τε ἅμα καὶ βραδεῖα, ἣν ἔσθ’ ὅτε τοῖς παραπαίουσι
11. συμπίπτειν ἔφαμεν· ἕπεται μέντοι κᾂν εἰ μὴ διηνεκῶς, ἀλλ’
12. ὡς τὸ πολύ γε, συνελθόντων εἰς ταὐτὸν ἀλγήματός τε καὶ
13. χρείας αὐξήσεως. μικρὸν μὲν γὰρ ἐν τοῖς ἀλγήμασιν ἐξ ἀνάγκης
14. ἀναπνέουσιν, ἀπληρώτου δὲ τῆς χρείας μενούσης, διά τε
15. τὴν αὐτὴν ταύτην μικρότητα καὶ ὅτι πλεονεκτεῖν ὑπέκειτο
16. καθ’ ἑαυτὴν, οὐκ ἀρκεῖ πυκνωθῆναι μόνον τὰς ἐνεργείας,
17. ἀλλ’ ἀναγκάζονται πολλάκις ἐσπασμένως εἰσπνεῖν. ἀνάλογον
1. δὲ τοῖς εἰρημένοις κᾀπὶ τῶν κατὰ τὰς ἐκπνοὰς συζυγιῶν
2. τὰς διαθέσεις ἐξευρίσκειν χρή. καὶ γὰρ οὖν κᾀπὶ τούτων ἤτοι
3. τὴν δύναμιν, ἢ τῶν ὀργάνων τι πεπονθὸς εὑρήσομεν, ἢ τῆς
4. θερμασίας τὸ μέτρον ὑπηλλαγμένον. ἃ γὰρ οἷον αἰθαλώδη
5. τε καὶ λιγνυώδη καὶ καπνώδη περιττώματα καλοῦμεν ἐν τῷ
6. τῆς θερμασίας γένει, γεώδη εἰσὶ ταῦτα πάντα καὶ οἷον ἡμίπεπτα
7. τῷ συμφύτῳ θερμῷ, καθάπερ καπνὸς τῷ πυρί. φαίνεται
8. γὰρ ἐναργῶς ἐπὶ τούτου δριμέα πάντα καὶ θερμὰ τὰ
9. καπνώδη τῆς ὕλης περιττώματα, ἐνδεικνύμενα δεδέχθαι μὲν
10. εἰς ἑαυτὰ τὴν τοῦ πυρὸς δύναμιν, οὐ μὴν πάντα γε ὑπ’ αὐτοῦ
11. κεκρατῆσθαι· φλὸξ γὰρ ἂν οὕτως ἐγεγόνει καὶ οὐκέτι
12. καπνός. ὥστε εἴ τις θερμασίας καπνώδους ἐν τοῖς σώμασι
13. τῶν ζώων πλεονεκτούσης, τὴν ἐκπνοὴν λέγοι μεγάλην τε ἅμα
14. γίνεσθαι καὶ ταχεῖαν, οὐκ ἂν ἁμάρτοι· δῆλον δ’ ὅτι καὶ τὴν
15. δύναμιν ἐῤῥῶσθαι χρὴ τηνικαῦτα, καὶ τῶν ὀργάνων μηδὲν
16. πεπονθέναι· κατὰ ταὐτὰ δὲ καὶ τὴν μεγάλην τε ἅμα καὶ βραδεῖαν
17. ἐνίοις τῶν παραφρονούντων, ὥσπερ εἶχε κᾀπὶ τῆς εἰσπνοῆς·
18. οὕτω δὲ καὶ τὴν μικρὰν ἅμα καὶ βραδεῖαν, οἷς μηδὲν
1. συνήθροιστο καπνῶδες περίττωμα, καὶ τὴν μικρὰν καὶ ταχεῖαν,
2. οἷς ἤθροιστο, καὶ ὀδυνᾶται τῶν μορίων ὅσα δηλονότι
3. κινεῖται κατὰ τὰς ἀναπνοάς. ἀεὶ γὰρ χρὴ τούτων μεμνῆσθαι,
4. κᾂν τῇ λέξει ποτὲ παραλειφθῇ.
⟨
(De difficult. respir.) [n° 059 Fichtner] [GalLat]
De difficultate respirationis
Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1
De difficultate respirationis, 1.20, ed. Kühn, 1824, vol. 7, p. 809-812. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:1.20
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩