5. Αὗται μὲν οὖν αἱ τέτταρες συζυγίαι τῶν
6. δυσπνοιῶν καθ’ ἑκάτερον ἰδίᾳ τῆς ὅλης ἀναπνοῆς μόριον
7. συνίστανται· ἕτεραι δὲ κατὰ τὸν οἷον ῥυθμὸν αὐτῆς, οὐ
8. καθ’ ἑκάτερον, ὅταν δὲ παραβάλλωμεν εἰσπνοὴν ἐκπνοῇ,
9. καθάπερ ἐν τοῖς σφυγμοῖς διαστολὴν συστολῇ, ῥυθμὸν τὸ
10. τοιοῦτον ὀνομάζομεν. δῆλον δ’ ὅτι τὴν αὐτὴν θεωρίαν ὁ
11. τόπος ἐκδέξεται τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς ῥυθμῶν
12. ὑφ’ Ἡροφίλου γεγραμμένῃ. εἴρηται μὲν οὖν ἡμῖν περὶ
13. αὐτῶν ὅσα χρὴ κᾀν ταῖς περὶ τῶν σφυγμῶν πραγματείαις·
14. εἰρήσεται δὲ καὶ νῦν ὅσον οἷόν τε διὰ βραχυτάτων,
15. οἷς χρὴ προσέχοντα τὸν νοῦν οἷον σκοποῖς τισιν
16. ἐξευρίσκειν τὰς αἰτίας ῥᾳδίως τῆς ἐν ταῖς ἀναπνοαῖς ἀῤῥυθμίας.
17. τὰ γὰρ ἄρτι καθ’ ἑκάτερον τῆς ὅλης ἀναπνοῆς
1. μόριον, τήν τε εἰσπνοὴν λέγω καὶ τὴν ἐκπνοὴν, ἅπερ
2. ἐν τῷ πρόσθεν λόγῳ φθάνομεν εἰρηκότες, αὐτὰ ταῦτα καὶ
3. νῦν ἀξιῶ σκοπεῖσθαι κατὰ τὰς ἀῤῥυθμίας αὐτῶν. οἷον,
4. οὐδὲν γὰρ χεῖρον ἐφ’ ἑνός τινος ὡς ἐπὶ παραδείγματος ἐπιδεῖξαι
5. τὸ λεγόμενον, βραδυτέρα μὲν ἔστω καὶ μικροτέρα τοῦ
6. κατὰ φύσιν εἰσπνοὴ, θάττων δὲ καὶ μείζων ἡ ἐκπνοή· μεμειῶσθαι
7. φήσομεν τοῖς οὕτω διακειμένοις τὸ κατὰ φύσιν θερμὸν,
8. ηὐξῆσθαι δὲ τὸ καπνῶδες. ἐφ’ ἑτέρας δ’ αὖθις ἔμπαλιν
9. ἀῤῥυθμίας ἐχούσης, ὡς τὴν μὲν εἰσπνοὴν εἶναι μεγάλην
10. καὶ ταχεῖαν, τὴν δ’ ἐκπνοὴν μικρὰν καὶ βραδεῖαν, ηὐξῆσθαι
11. μὲν τὸ κατὰ φύσιν θερμὸν, μηδὲν δ’ εἶναι καπνῶδες περίττωμα.
12. διττὸν γὰρ ἀεὶ χρὴ νοεῖν τῷ γένει τὸ θερμὸν, τὸ μὲν
13. οἰκεῖον καὶ σύμφυτον σώματι, τὸ δ’ ἐπίκτητόν τε καὶ νόθον.
14. δῆλον οὖν ὡς οὐδὲν ἡ τοιαύτη σύζευξις ὑπαλλάττει τῶν ἑκατέρᾳ
15. κατὰ μόνας ὑπαρχόντων. εἰ γὰρ ἡ εἰσπνοὴ μικρὰ καὶ
16. βραδεῖα τύχοι γενομένη, κατάψυξιν δηλοῖ τῆς κατὰ φύσιν θερμασίας,
17. ὅπως ἂν ἔχῃ ἡ ἐκπνοή· εἰ δὲ ἡ ἐκπνοὴ κατὰ ταὐτὸ
1. ᾖ διακειμένη, ἐνδείξεται ταὐτόν· καὶ γὰρ εἰ μεγάλη ποτὲ καὶ
2. ταχεῖα γένοιτο, πλεονεκτοῦσαν δηλώσει καὶ παρὰ φύσιν θερμασίαν,
3. ὅπως ἂν ἔχῃ τὰ τῆς εἰσπνοῆς· ὅθεν οὐδὲν πλέον εἰς
4. τὰς προγνώσεις ἡ τοιαύτη συμπλοκὴ διδάσκει τῶν ἤδη κατὰ
5. μόνας ὑπὲρ ἑκατέρας αὐτῶν ἐγνωσμένων.
⟨
(De difficult. respir.) [n° 059 Fichtner] [GalLat]
De difficultate respirationis
Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1
De difficultate respirationis, 1.21, ed. Kühn, 1824, vol. 7, p. 812-814. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:1.21
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩