Galenus. De difficultate respirationis (De difficult. respir.) [n° 059 Fichtner] [GalLat]

Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1

De difficultate respirationis, 1.22, ed. Kühn, 1824, vol. 7, p. 814-818. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:1.22

6. Μόναις γοῦν προσεκτέον ἡμῖν τὸν νοῦν
7. ἐκείναις τῶν συνθέτων δυσπνοιῶν, ἐν αἷς αἱ μὲν ἁπλαῖ κοιναὶ
8. πλειόνων εἰσὶ διαθέσεων, καὶ διὰ τοῦτο σαφὲς οὐδὲν ἐνδείκνυται·
9. συνεζευγμέναι δ’ ἑτέραις τισὶν εἰς διορισμὸν ἥκουσιν
10. ἀσφαλῆ. τὸ γὰρ μέγεθος τῆς ἀναπνοῆς αὐτὸ μὲν
11. καθ’ ἑαυτὸ δύσπνοιά τίς ἐστιν ἁπλῆ· γνώρισμα δ’ οὐδενὸς
12. ὑπάρχει βέβαιον, εἴ γε καὶ τῆς χρείας ἐπειγούσης γίνεται καὶ
13. τῆς διανοίας βεβλαμμένης· ἀλλ’ εἰ μὲν ἅμα πυκνότητι συσταίη,
14. τῆς χρείας ἔπειξιν, εἰ δὲ σὺν ἀραιότητι, παραφροσύνην
15. ἐνδείκνυται. ὡσαύτως δὲ καὶ ἡ σμικρότης αὐτὴ μὲν καθ’
16. ἑαυτὴν ἢ ὀδυνᾶσθαί τι μόριον, ἢ τὴν χρείαν ἐκλύεσθαι δηλοῖ,
17. ὥστ’ οὐδὲν οὐδ’ αὐτὴ σαφὲς ἐνδείκνυται· σύνθετος δὲ γενομένη,
18. μετὰ μὲν πυκνότητος ἄλγημα, σὺν ἀραιότητι δὲ τῆς
1. χρείας ἔκλυσιν δηλοῖ· κᾂν εἰ τὴν πυκνότητα δι’ αὐτὴν μόνην,
2. ἢ τὴν ἀραιότητα προχειρίσαιο, καὶ τούτων ἂν εὕροις οὐδετέραν
3. οὐδὲν σαφὲς δηλοῦσαν ἄνευ τοῦ διορισθῆναι συμπλακεῖσαν
4. ἑτέρῳ τινὶ δυσπνοίας εἴδει. πυκνὴ γὰρ ἅμα καὶ μεγάλη,
5. τῆς δυνάμεως αὔξησιν ἐνδείκνυται· πυκνὴ δὲ ἅμα καὶ μικρὰ,
6. τινὸς τῶν ταῖς ἀναπνοαῖς συγκινουμένων ὀργάνων ἄλγημα·
7. καὶ ἡ ἀραιὰ δὲ παραφροσύναις ἑπομένη καὶ καταψύξεσιν, εἰ
8. μὲν μετὰ μεγέθους εἴη, τὸ πρότερον τῶν εἰρημένων· εἰ δὲ
9. μετὰ σμικρότητος, τὸ δεύτερον ἐνδείκνυται. καὶ διὰ τοῦτο
10. πασῶν τῶν συνθέτων δυσπνοιῶν αἱ τοιαῦται συζυγίαι χρησιμώταται,
11. καὶ σαφῶς καὶ βεβαίως μίαν ἑκάστην διάθεσιν
12. ἐνδεικνύμεναι, πυκνότης μὲν ἅμα μικρότητος, πόνον,
13. εἰ δὲ σὺν μεγέθει γένηται, τῆς χρείας αὔξησιν· ἀραιότης δὲ
14. μετὰ μὲν μεγέθους παραφροσύνην, μετὰ δὲ σμικρότητος
15. τῆς χρείας ἔκλυσιν. γίγνονται δὲ τέτταρες αὗται συζυγίαι,
16. τῶν ἐν ταῖς ἐνεργείαις κατὰ μέγεθος καὶ μικρότητα διαφορῶν
17. ταῖς τῶν ἠρεμιῶν διαφοραῖς μιγνυμένων. δύο γὰρ ἀντιθέσεις
1. ἀλλήλαις ἐπαλλαττόμεναι, τέτταρας ποιοῦσι τὰς συζεύξεις.
2. ὥστε κᾀνταῦθα δῆλον ἤδη γέγονεν, ὡς οὔτε πλείους οὔτ’
3. ἐλάττους ἐνδέχεται τὰς ἐκ τῶν ἀντιθέσεων τούτων συμπλοκὰς
4. γενέσθαι. ἀλλ’ ἐπὶ μὲν ταῖς ἠρεμίαις ἀντίθεσις μία μόνη
5. συμβέβηκεν ἡ κατὰ πυκνότητα καὶ ἀραιότητα, ταῖς δ’ ἐνεργείαις
6. οὐχ ἡ κατὰ μέγεθος καὶ μικρότητα μόνον, ἀλλὰ καὶ
7. ἡ κατὰ τάχος καὶ βραδυτῆτα. τέτταρες δὲ δηλονότι καὶ κατὰ
8. τὰς τούτων ἐπαλλάξεις γενήσονται αἱ συζυγίαι· πρώτη μὲν
9. πυκνὴ καὶ ταχεῖα; δευτέρα πυκνὴ ἅμα καὶ βραδεῖα, τρίτη
10. ἀραιὰ ἅμα καὶ ταχεῖα, καὶ τετάρτη βραδεῖά τε ἅμα καὶ ἀραιά.
11. γνωρίζουσι δ’ οὐδὲν ἁπλῶς ἐξ ἀνάγκης, ὡς αἱ πρότεραι τέτταρες,
12. ἀλλ’ ὧδε χρὴ διορίζεσθαι· πολλῆς μὲν εἰς πυκνότητα
13. μεταπτώσεως γινομένης, ὀλίγης δὲ τῆς εἰς τάχος, ὀδύνης τε
14. ἅμα καὶ χρείας ἐστὶν αὔξησις· εἰ δ’ ἔμπαλιν εἰς τάχος μὲν
15. πλέον, εἰς πυκνότητα δὲ ἔλαττον ἐξίσταται τοῦ κατὰ φύσιν,
16. τὴν χρείαν μόνην ἐπιτετάσθαι δηλώσει. συνδραμεῖται
17. δὲ τῇ μὲν τοιαύτῃ δυσπνοίᾳ πάντως καὶ μέγεθος,
1. τῇ δὲ ἑτέρᾳ τῇ πρὸ αὐτῆς εἰρημένῃ σμικρότης, ὥστ’ οὐδὲν
2. δεησόμεθα τάχους μνημονεύειν. εἰ γὰρ ἡ ἀδιόριστος μὲν κατὰ
3. τάχος καὶ πυκνότητα συζυγία μηδὲν ἡμῖν δηλοῖ σαφὲς, εἰς
4. διορισμὸν δ’ ἐλθοῦσα, τοῦ μὲν τάχους πλεονεκτοῦντος, εὐθὺς
5. καὶ μετὰ μεγέθους γίγνεται, τῆς δὲ πυκνότητος κρατούσης,
6. ἐξ ἀνάγκης ἑπομένην ἔχει τὴν μικρότητα, πυκνὴ μὲν
7. ἅμα καὶ μεγάλη κατὰ τὸν ἕτερον ἔσται διορισμὸν, πυκνὴ δ’
8. ἅμα καὶ μικρὰ κατὰ τὸν ἕτερον. οὕτω δὲ καὶ πυκνὴ καὶ βραδεῖα
9. συζυγία δειχθήσεται· πλεονεκτούσης μὲν γὰρ τῆς πυκνότητος,
10. ἄλγημα μόνον ἐνδείξεται· τοσοῦτον δὲ ἐξισταμένη τοῦ
11. κατὰ φύσιν, ὅσον καὶ κατὰ βραδυτῆτα, συνθέτου διαθέσεως
12. ἔσται γνώρισμα. καὶ γὰρ τὴν δύναμιν μεμειῶσθαι δηλώσει
13. καὶ ὀδυνᾶσθαί τι μόριον. οὕτω δὲ καὶ εἰ πλεονεκτεῖ τῆς πυκνότητος
14. ἡ βραδυτὴς, ἔσται γνώρισμα διαθέσεως τῆς ἤδη λελεγμένης,
15. ἀλλ’ ἔλαττον μὲν ὀδυνᾶσθαι δηλώσει τοὺς οὕτως
16. ἔχοντας, μειζόνως δὲ τὴν δύναμιν μεμειῶσθαι. οὔκουν οὐδὲ
17. ταύτης εἰς τὰς προγνώσεις δεόμεθά τι τῆς συζυγίας. ἐν μὲν
18. γὰρ ταῖς πρώταις ῥηθείσαις τέτταρσιν, ἃς χρησιμωτάτας
1. ἐλέγομεν ὑπάρχειν, ἔχομεν γνωρίσματα καὶ πόνου καὶ χρείας
2. μειώσεως μεγάλα. καὶ ἡ τρίτη δὲ ῥηθεῖσα συζυγία, ἡ ἀραιά
3. τε ἅμα καὶ ταχεῖα, δηλώσει μὲν οὐδὲν ἐξ ἀνάγκης, συνεδρεύει
4. δ’ ἤτοι παραφροσύναις τισὶν, ἢ καὶ σὺν αὐταῖς ταῖς τῆς
5. χρείας αὐξήσεσιν. εἴρηται δὲ καὶ πρόσθεν, ὡς τῶν παραπαιόντων
6. ἀραιὰ μὲν πάντως ἐστὶν ἡ ἀναπνοὴ καὶ μεγάλη,
7. ταχεῖα δὲ οὐ πάντως, ὥσπερ οὐδὲ βραδεῖα· γίγνεσθαι γὰρ
8. ἑκάτερον αὐτῶν ἀτάκτως τε καὶ ἀνωμάλως· ὅταν μέντοι
9. συνέλθῃ καὶ ἡ τῆς χρείας αὔξησις, ἀναγκάζονται τηνικαῦτα καὶ
10. πολὺ μεῖζον ἀναπνεῖν ἢ εἰ παρέπαιον μόνον, καὶ ἤδη τε καὶ
11. θᾶττον, ὥστε καὶ ταύτης τῆς συζυγίας οὐδὲν εἰς τὰς προγνώσεις
12. δεόμεθα, τὰ δι’ αὐτῆς δηλούμενα μετὰ τοῦ διορισμοῦ
13. φθάνοντες ἔχειν ἐν ταῖς πρώταις συζυγίαις τέτταρσι.
14. λοιπὸν δ’ ἦν ἡ τετάρτη τῶν κατὰ τοῦτο τὸ γένος συνθέτων
15. δυσπνοιῶν, ἡ βραδεῖά τε ἅμα καὶ ἀραιὰ, ἥ τις καὶ αὐτὴ παραφροσύναις
16. τέ τισι συνεδρεύει καὶ χρείας μειώσεσιν. οὐκοῦν οὐδὲ
17. ταύτης οὐκέτι προσδεόμεθα· καὶ γὰρ παραφροσύνην καὶ χρείαν
18. μειουμένην ἐγνωρίζομεν ἐκ τῶν πρώτων τεττάρων συζυγιῶν.

Cliquer un n° de page pour en afficher l’image