1. Οὐ μόνον ἐκ τοῦ δεῖξαι τὴν κατὰ τάχος τε
2. καὶ βραδυτῆτα διαφορὰν οὐκ ἀναγκαίαν εἰς τὰς προγνώσεις,
3. οὔτ’ εἰ μόνην οὔτ’ εἰ συμπλέκοις ταῖς ἄλλαις, τὸ χρήσιμον
4. ἐκείνων γίνεται εὔδηλον, ἀλλὰ κᾀξ αὐτῆς τῆς φύσεως τοῦ
5. πράγματος φαίνεται. ἐπεὶ γὰρ τρία τὰ πρῶτα γένη τῶν αἰτίων
6. ἐστὶ τῆς ἀναπνοῆς, ἡ χρεία καὶ ἡ δύναμις καὶ τὰ ὄργανα,
7. δῆλον ὡς, ἂν εὕρωμεν ἐκ τίνων καὶ πόσων δυσπνοιῶν
8. τὰς ἔν αὐτοῖς διαθέσεις γνωριοῦμεν, αὗται μὲν ἡμῖν χρησιμώταται
9. πρὸς τὰς προγνώσεις ἔσονται, τὰς δ’ ἄλλας ἁπάσας ἐκ
10. περιουσίας ἐπισκεψόμεθα. ἀλλ’ εὑρέθησαν αὔξησιν μὲν τῆς
11. χρείας ἡ μεγάλη καὶ πυκνὴ, μείωσιν δὲ ἡ ἐναντία, ἡ μικρὰ καὶ
12. ἀραιὰ, δηλοῦσαι, παραφροσύνης τε ἴδιος ἡ μεγάλη τε καὶ
13. ἀραιὰ, πόνου δ’ ἡ μικρὰ καὶ πυκνή. προσίεσαν δ’ ἔξωθεν
14. αἱ ἀνώμαλοι, ποτὲ μὲν τοῦ μυώδους γένους τὰς διαθέσεις,
15. ποτὲ δὲ καὶ τῶν τραχειῶν ἀρτηριῶν τὰς στενοχωρίας δηλοῦσαι.
16. δυνάμεως δ’ ἀῤῥωστούσης, πρῶτον μὲν ἐξ ἀνάγκης
17. οὐδὲν εὑρίσκεται γνώρισμα δυσπνοίας, ἑτέρως μὲν τῶν
18. ἀταλαιπώρων, ἑτέρως δὲ τῶν καρτερικῶν τυπούντων τὴν
1. ἀναπνοήν· εἰ δ’ ἄρα καί τι εἵη ἀνώμαλόν τε καὶ ἄτακτον,
2. ἀφανές ἐστι, καὶ τὰς ἀνωμαλίας τε καὶ τὰς ἀταξίας αὐτὰς αἱ
3. κατὰ πυκνότητα καὶ ἀραιότητα καὶ μικρότητα καὶ μέγεθος
4. ἀνισότητες γεννῶνται, πρὸς τῷ καὶ δι’ ἄλλων μυρίων ἀῤῥωστίαν
5. δυνάμεως ψυχικῆς γνωρίζεσθαι, μηδέν τι ἡμῶν ἀναπνοῆς
6. δεομένων, ὧν τὰ μὲν ἐπικαιρότατα καὶ πλεῖστα διὰ τοῦ
7. προγνωστικοῦ γράμματος ἐδίδαξεν Ἱπποκράτης, εἰ δέ τι καὶ
8. παραλέλειπται, ῥᾷστον ἐκ τῶν εἰρημένων εὑρίσκειν. εἰ δέ τις
9. αὐτῆς τῆς ἀναπνευστικῆς δυνάμεως ἀῤῥωστούσης, καὶ κοινῶς
10. ἁπάσης τῆς ψυχικῆς, ἐθέλοι γ’ ἔχειν ἴδια γνωρίσματα, καὶ μάλιστα
11. τῆς ἐψυγμένης, τήν τε τῶν πτερυγίων τῆς ῥινὸς κίνησιν
12. ἕξει καὶ τὴν ἁπάντων τῶν κατ’ ὠμοπλάτας μυῶν ἐνέργειαν,
13. καὶ τὴν ἀθρόαν κατάπτωσιν τοῦ θώρακος. ὁπόταν γὰρ οὗτος
14. ἀῤῥωστότερον τοῦ προσήκοντος κινῆται, κατὰ μὲν
15. τὰς εἰσπνοὰς προστιμωρεῖ τῇ τοῦ πνεύματος ῥύμῃ τὰ τῆς ῥινὸς
16. πτερύγια, συνεπισπώμενά πως καὶ αὐτὰ τὸν ἔξωθεν ἀέρα,
17. καθ’ ὃν τρόπον καὶ διὰ τοῦ στόματος ἕλκειν τι προαιρούμενοι
18. τὰ χείλη συνάγομεν· κατὰ δ’ αὖ τὰς ἐκπνοὰς ἀθρόα
1. κατάπτωσις γίνεται τοῦ θώρακος, οὐ κατὰ βραχὺ σύμπτωσις.
2. εἴρηται δ’ ἐπὶ πλέον ἐν τοῖς περὶ μυῶν κινήσεως, ὅπῃ τε διαφέρει
3. κατάπτωσις μορίου καθέσεώς τε καὶ χαλάσεως, ὅτι τὸ
4. μὲν ἀῤῥωστούσης δυνάμεως γίνεται, τὸ δ’ ἐῤῥωμένης. συμβαίνει
5. δ’ ἔτι κατὰ τὰς ἐκπνοὰς τοῖς ἀσθενέσι κατὰ τὴν ἀναπνευστικὴν
6. δύναμιν τοιόνδε. τὴν τάσιν, ἣν ἐκέκτητο τέως
7. κατὰ τὰς εἰσπνοὰς ὁ θώραξ ἅμα τῷ διαφράγματι, πᾶσαν
8. ἀθρόως ἀποτίθεται, καθάπερ νεκρούμενος ἐξαίφνης.
9. ἐῤῥέθη δ’ ἐν τοῖς περὶ τῆς ἀναπνοῆς ὑπομνήμασιν, ὡς μόνον
10. ἐκλύουσιν αἱ φρένες τὴν τάσιν, ἐκπνεόντων· ἀλλ’ οὐ ταὐτὸν
11. ἐκλῦσαι κατὰ βραχὺ καὶ ἀθρόως ἀποθέσθαι πᾶσαν. ὀλίγον
12. δέ τι συνεργάζονται ταῖς τοιαύταις ἐκπνοαῖς οἱ κατὰ τὰ μεσοπλεύρια
13. μύες, ὧν ἐνεργούντων τὰς ἐκφυσήσεις ἐδείξαμεν γίνεσθαι.
14. τοιοῦτον μὲν δή τι καὶ διὰ ταύτας τὰς αἰτίας τὸ
15. τῆς ἀναπνοῆς εἶδος τοῖς ἀῤῥώστοις τὴν δύναμιν.
⟨
(De difficult. respir.) [n° 059 Fichtner] [GalLat]
De difficultate respirationis
Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1
De difficultate respirationis, 1.23, ed. Kühn, 1824, vol. 7, p. 819-821. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:1.23
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩