9. Εἴρηται μὲν οὖν ἤδη περὶ αὐτῶν ὅσον εἰς
10. τὰ παρόντα χρήσιμον· εἰ δέ τις ἀπορεῖ περὶ τῆς ἐν ταῖς θερμασίαις
11. διαφορᾶς, οὐ καιρὸς νῦν ἂν εἴη διδάσκειν αὐτὸν,
12. ἀλλ’ εἰς τὰ περὶ τῆς ἐμφύτου θερμασίας ἀναπέμπειν ὑπομνήματα·
13. νομίζω γὰρ αὐτὸν, εἰ μὴ παντάπασιν ἐριστικὸς εἴη,
14. πασῶν τῶν ἀποριῶν εὑρήσειν ἐν ἐκείνοις ἰάματα. τί οὖν λοιπόν
15. ἐστι; προσθεῖναι μὲν οὐδὲν, ὅ τι μὴ καὶ πρόσθεν εἴρηται,
16. τῶν εἰρημένων δ’ ὑπομνῆσαι πρὸς τὸ ῥᾳδίως ἀκολουθεῖν τοῖς
17. ἑξῆς εἰρησομένοις, ἐν ὀλίγῳ τὴν ἅπασαν αὐτῶν σύνοψιν
18. ἔχοντας. ἔστι δὲ ἡ σύνοψις ἀπ’ αὐτῆς οὐσίας τοῦ πράγματος
1. ὁρμωμένη. χρὴ γὰρ τάς τε τῆς δυνάμεως καὶ τὰς τῶν ὀργάνων
2. καὶ τὰς τῆς χρείας διαθέσεις γνωρίζειν. ἐδείξαμεν δὲ,
3. πόσαι μὲν ἑκάστου τῶν εἰρημένων διαθέσεις, τίνες δ’ αὐτῶν
4. αἱ γνωριστικαὶ δύσπνοιαι, καὶ ὡς ἀναγκαῖαι μὲν αἱ τέτταρες
5. συζυγίαι, καὶ πρὸς ταύταις ἡ ἀνωμαλία πέμπτη· τὰ δ’ ἄλλα
6. πάντα τὰ ταῖς ἀναπνοαῖς συμπίπτοντα, τά τε ἁπλᾶ καὶ τὰ
7. σύνθετα, τίσιν αἰτίαις ἕπεται, ἀναγκαῖον ἀσκεῖν, οὐ προσῆκε
8. δὲ ἐξ ἀνάγκης τόδε τι δηλοῦν νομίζειν, ἀλλ’ ὥστ’ ἐξ ἐπιμέτρου
9. μέν τι ἔχειν παρὰ τούτων εἰς πρόγνωσιν, ἐπιμελεστάτην
10. δὲ καὶ βεβαίαν εἶναι μόνην τὴν ἐπὶ ταῖς πολλάκις εἰρημέναις
11. τέτταρσι συζυγίαις, καὶ ἔτι τὴν κατὰ τὴν ἀνωμαλίαν διαφορὰν
12. τῆς δυσπνοίας.
⟨
(De difficult. respir.) [n° 059 Fichtner] [GalLat]
De difficultate respirationis
Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1
De difficultate respirationis, 1.25, ed. Kühn, 1824, vol. 7, p. 823-824. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:1.25
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩