16. Λοιπὸν δ’ ἂν εἴη τὰς αἰτίας αὐτῶν ἐξευρόντας
17. ἐπὶ τὰς συνθέτους αὖθις τρέπεσθαι. τίς οὖν αἰτία
1. ταχείας ἀναπνοῆς καὶ βραδείας καὶ τῶν ἄλλων ἑκάστου; ἐμοὶ
2. μὲν δοκεῖ κᾀνταῦθα μεθόδῳ χρῆναι ζητεῖν αὐτὰς, οὐχ ἁπλῶς
3. ἀποφαίνεσθαι. τίς οὖν ἡ μέθοδος; ἐπειδὴ πρὸς τῶν αὐτῶν
4. ἕκαστον ἢ χεῖρον ἢ βέλτιον γίνεται, πρὸς ὧνπερ ὅλως γίγνεσθαι
5. πέφυκεν, ἐὰν εἰδῶμεν ὑπὸ τίνων αἰτίων ἀναπνοὴ γίγνεται,
6. γνωσόμεθα δηλονότι καὶ τὰς δυσπνοίας αἰτίας. τίνες
7. οὖν αἰτίαι τῆς ἀναπνοῆς; ἔχεις μὲν αὐτὰς ἑτέρωθι μετ’ ἀποδείξεως
8. γεγραμμένας· νῦν δ’ ἀρκεῖ τῶν κεφαλαίων ἀναμνησθῆναι
9. μόνον. ἡ μὲν δύναμις ἡ ψυχικὴ κινεῖ τὸν θώρακα, τῷ
10. δὲ ὁ πνεύμων συγκινεῖται, ταῖς τούτου δ’ ἕπεται κινήσεσι,
11. διαστελλομένου μὲν εἰσπνοὴ, συστελλομένου δὲ ἐκπνοή. δέδεικται
12. δ’ ἐν ἐκείνοις καὶ ὡς ἡ χρεία τῆς ἀναπνοῆς ἡ μεγίστη
13. μὲν καὶ κυριωτάτη φυλακὴ τῆς ἐμφύτου θερμασίας ἐστὶν,
14. ἤδη δὲ καὶ τοῦ ψυχικοῦ πνεύματος θρέψις. οὕτω δὲ τούτων
15. ἐχόντων, ἐπειδὰν μὲν ἡ δύναμίς τε καὶ ἡ χρεία καὶ τῶν ὀργάνων
16. ἕκαστον εὐπραγῇ, νόμῳ φύσεως ἀναπνεῖ τὸ ζῶον· ἐπειδὰν
17. δέ τι πάθῃ, κατ’ ἐκεῖνο καὶ τὴν ἀναπνοὴν ἀναγκαῖον
1. ἐμποδίζεσθαι. καὶ τοίνυν, ὥσπερ ἐν ταῖς περὶ τῶν σφυγμῶν
2. πραγματείαις διττὴν ἐποιούμεθα διδασκαλίαν, ἢ καθ’
3. ἕκαστον αὐτῶν ζητοῦντες τὰς αἰτίας, ἢ καθ’ ἑκάστην ἐκείνων
4. τὰς ἀλλοιώσεις, οὕτω κᾀνταῦθα χρὴ καθ’ ἑκάτερον γυμνάσασθαι,
5. ὥστε καὶ τῆς αἰτίας προβληθείσης, εὐθὺς ἔχειν εἰπεῖν
6. καὶ τὴν ἑπομένην δύσπνοιαν, καὶ τῆς δυσπνοίας ῥηθείσης,
7. ἀναμιμνήσκεσθαι ῥᾳδίως τῆς ποιούσης αἰτίας. ἀρκτέον οὖν
8. ἡμῖν κᾀνταῦθα κατὰ τὸν αὐτὸν τρόπον ἀπὸ τῶν ἁπλῶν δυσπνοιῶν,
9. ὡς ἐν ἐκείνοις ἀπὸ τῶν σφυγμῶν, καὶ ζητητέον, τίνες
10. αἰτίαι ταχεῖαν εἰσπνοὴν ἐργάζονται. ταχὺν μὲν γὰρ σφυγμὸν
11. ἀπεδείξαμεν, ἐπειγούσης μὲν τῆς χρείας, ἐῤῥωμένης
12. δὲ τῆς δυνάμεως, εὐπειθῶν δ’ ὄντων γίγνεσθαι τῶν ὀργάνων.
13. ἐοίκαμεν δὲ κᾀνταῦθα τὰς αὐτὰς ἐρεῖν αἰτίας, εἴ γε μὴ κακῶς
14. ἐν τῷ περὶ χρείας σφυγμῶν ἐδείξαμεν τὴν αὐτὴν ὠφέλειαν,
15. παρὰ μὲν τῆς ἀναπνοῆς τῷ κατὰ τὴν καρδίαν θερμῷ, παρὰ δὲ
16. τῶν σφυγμῶν τῷ καθ’ ὅλον γίγνεσθαι τὸ ζῶον. ἐν ἐκείνῳ
17. δ’ αὐτῷ λόγῳ τῷ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων αὐτάρκως
1. εἴρηται καὶ περὶ τῆς Ἀρχιγένους πρὸς Μάγνον ἀντιλογίας, ὡς
2. οὐχ ὑπὸ ῥώμης δυνάμεως ὁ ταχὺς γίνεται σφυγμὸς, ἀλλὰ μᾶλλον
3. ὑπὸ ἀῤῥωστίας, καὶ οὐ χρὴ δὶς περὶ τῶν αὐτῶν λέγειν,
4. ἑνὸς καὶ ταὐτοῦ τρόπου τῆς ἀποδείξεως ἐσομένου. καὶ εἴπερ
5. οὕτω περὶ δυσπνοίας, ὡς περὶ σφυγμῶν, οἱ νεώτεροι τῶν
6. ἰατρῶν ἐπραγματεύσαντο, καὶ μὴ τελέως αὐτῆς ὠλιγώρησαν,
7. οἰκειότερον ἂν ἦν ἐνταῦθα ζητεῖσθαι τὸν περὶ τῆς ταχείας κινήσεως
8. λόγον, ὡς ἂν καὶ σαφεστέρας τῆσδε τῆς πραγματείας
9. οὔσης, καὶ διὰ τοῦτο προτέρας ὀφειλούσης διδάσκεσθαι. ἀλλ’
10. οὐκ οἶδ’ ὅπως περὶ μὲν αὐτῆς τῆς ἀναπνοῆς ἐπὶ πλεῖστον ἐζήτησαν,
11. οὔτε χρείαν ἧς ἕνεκα γίγνεται παραλιπόντες ἄσκεπτον
12. οὔτε δύναμιν ὑφ’ ἧς δημιουργεῖται, ἐπολυπραγμονήσαντο δὲ
13. καὶ περὶ τῶν ὀργάνων αὐτῶν ἐπιμελῶς, πόσα τε καὶ τίνα καὶ
14. ὅπως εἴη κινούμενα, περὶ δὲ τῆς δυσπνοίας, ὥσπερ οὐκ
15. ἀναγκαιότερον ὄντα τὸν λόγον, ἢ οὐ ποικιλώτερον, ἢ
16. οὐ χαλεπώτερον εὑρεθῆναι, παντάπασιν ἀργῶς παρέδραμον,
17. οἱ μὲν μηδ’ ὅλως μηδὲ τοὐλάχιστον ὑπὲρ αὐτῆς εἰπόντες,
18. οἱ δὲ ἐπὶ βραχὺ κομιδῆ προσαψάμενοι, καί τοι γράψαντος
1. Ἱπποκράτους ἐν τοῖς περὶ τῶν ἐπιδημιῶν, ὥσπέρ τινα
2. μύωπα, τὰς διαφορὰς τῶν δυσπνοιῶν, ὑφ’ οὗ νυττομένους
3. αὐτοὺς ἐχρῆν ἐξεγερθῆναί ποτε τοῦ βαθέος ὕπνου, καὶ ζητῆσαι,
4. τίς ἐφ’ ἑκάστης αὐτῆς ὁ πεπονθὼς τόπος ἐστὶν, καὶ τίς
5. ὁ τρόπος τῆς διαθέσεως, καὶ τίς ἡ αἰτία, καὶ εἰ παραλέλειπται
6. ταῦτα τελέως ὑφ’ Ἱπποκράτους, ἢ τινὰ μὲν εἴρηται πρὸς
7. αὐτοῦ, τινὰ δ’ οὔ; καὶ ποῦ τῶν συγγραμμάτων καὶ πῶς;
8. ἆρά γε τελέως καὶ σαφῶς, ἢ ἐλλιπῶς τε καὶ οἱονεὶ σπερματικῶς;
9. οὐδὲν γὰρ τούτων ἐζήτησεν οὐδεὶς, οὔτ’ αὐτοῦ τοῦ
10. πράγματος ἀξίως τῶν θ’ Ἱπποκρατείους ἑαυτοὺς ὀνομαζόντων,
11. ἐξηγητικά τε γραφόντων ὑπομνήματα τῶν συγγραμμάτων
12. αὐτοῦ, τὸν περὶ τῆς δυσπνοίας οὐδεὶς τελέως ἐπεξῆλθε
13. λόγον. ἀλλ’ ἡμεῖς τά τε καθ’ ἕκαστον εἰρημένα τῶν βιβλίων
14. εἰς ταὐτὸν ἀθροίσωμεν ἅπαντα, καὶ δείξωμεν, ὡς κᾀν τούτοις
15. ὁ ἀνὴρ πολὺ δή τι ὑπὲρ τοὺς ἄλλους ἐστίν. οὐ μὴν ἤδη
16. γε τοῦτο ποιητέον. οὐ γάρ μοι πρόκειται μόνον ἐξηγήσασθαι
17. τὴν Ἱπποκράτους γνώμην, ἀλλὰ καὶ τὰς οἰκείας ἀποδείξεις
1. τῶν δογμάτων προσθεῖναι, καὶ τῆς ἐν αὐτοῖς ἀληθείας ἀκρίβειαν
2. παρασχεῖν τοῖς ἐντυγχάνουσιν. εἰς δὲ τοῦτο πολὺ κάλλιόν
3. ἐστι μὴ προκαταλαμβάνειν τὸν καιρὸν τῇ δόξῃ τοῦ παλαιοῦ.
4. καὶ τοίνυν ὅδε μὲν ὁ πρότερός μοι λόγος διδασκαλία
5. μετὰ ἀποδείξεως ἔσται τῶν ἀληθῶν· ὁ δ’ ἑξῆς δεύτερος ἐξήγησις
6. ὧν Ἱπποκράτης ἐγίγνωσκε περὶ δυσπνοίας.
⟨
(De difficult. respir.) [n° 059 Fichtner] [GalLat]
De difficultate respirationis
Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1
De difficultate respirationis, 1.4, ed. Kühn, 1824, vol. 7, p. 760-765. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:1.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩