Galenus. De difficultate respirationis (De difficult. respir.) [n° 059 Fichtner] [GalLat]

Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1

De difficultate respirationis, 1.5, ed. Kühn, 1824, vol. 7, p. 765-767. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:1.5

7. Αὖθις οὖν ἀναλάβωμεν ὅθεν λέγοντες ἀπελίπομεν,
8. ὡς ἡ περὶ τάχους κινήσεως ζήτησις ἐν τοῖς
9. περὶ σφυγμῶν ἡμῖν ἅπασα περαίνεται, διὰ τὸ σπουδασθῆναι
10. μὲν ἐκείνην τὴν πραγματείαν τοῖς πλείστοις τῶν
11. νεωτέρων ἰατρῶν, ἀμεληθῆναι δὲ τὴν νῦν προκειμένην σχεδὸν
12. ἅπασι, καίτοι σαφεστέραν τε μακρῷ, καὶ οὐχ ἧττον ἐκείνης
13. χρησίμην ὑπάρχουσαν· ἀλλὰ καὶ αὐτὸς ταύτην τὴν αἰτίαν εἴποιμι
14. ἂν ἐπὶ προήκοντι τῷ λόγῳ, νυνὶ δὲ τὸ συνεχὲς περαντέον,
15. ὡς ἅπασιν ἡ ταχεῖα κίνησις διά τε τὴν ἐπείγουσαν
16. χρείαν γίνεται καὶ προσέτι τὴν δύναμιν ὑπηρετεῖν αὐτῇ δυναμένην,
17. ὅπερ ἐστὶν ἐῤῥωμένην, καὶ τῶν ὀργάνων οὐδενὸς
1. ἀντιπράττοντος, ὧν τὰς ἀποδείξεις ἐν τοῖς περὶ σφυγμῶν
2. ἐλέγομεν εἰρῆσθαι. εἴρηται δ’ ἐν ἐκείνοις καὶ ὡς ἐνδέχεταί
3. ποτε τῆς χρείας ἱκανῶς ἐπειγούσης, κᾂν ἡ δύναμις ἀῤῥωστοτέρα
4. μετρίως ᾖ, τὴν κίνησιν γίνεσθαι ταχεῖαν· εἰ δ’ ἐπὶ πλέον
5. ἀσθενείας ἥκοι, μηκέτ’ ἐγχωρεῖν γενέσθαι ταχέως, ἀλλὰ τηνικαῦτα
6. πυκνὴν μᾶλλον ἀντὶ ταχείας γίνεσθαι τὴν ἐνέργειαν.
7. ἁπάσης γὰρ πυκνότητος ἐνεργειῶν μίαν ὑπάρχειν αἰτίαν, τὸ
8. τῆς προτέρας ἐνεργείας ἐνδεές. ἀναγκάζονται γὰρ ἐπειγούσης
9. ἐκείνης μηκέθ’ ἡσυχάζειν ἐπὶ πλέον. ἅπαντα δὲ ταῦτα δι’
10. ἐκείνων μὲν ἀποδέδεικται, κοινὸς δ’ αὐτῶν ὁ λόγος ἐστὶ καὶ
11. πρὸς τὴν ἀναπνοήν· πρῶτον μὲν, ὅτι περὶ κινήσεως ἁπάσης
12. ἐν τῷ καθόλου λέλεκται· ἔπειτα καὶ ἡ ἀναπνοὴ ὀλίγου δεῖν
13. ἅπασα τῇ τῶν σφυγμῶν ἀναλογίᾳ ἀνάλογον ἔχει. σύνθετος
14. γάρ ἐστιν ἐξ ἐναντίων κινήσεων ἠρεμίαις διαιρουμένων, καὶ
15. χρείας ἕνεκα τῆς αὐτῆς γίνεται, καὶ τῶν μορίων δ’ αὐτῆς ἡ
16. μὲν εἰσπνοὴ παραπλήσιος οὖσα τῇ διαστολῇ τῶν σφυγμῶν
17. ἀναψύχει τὴν ἔμφυτον θερμασίαν· ἡ δ’ ἐκπνοὴ, καθάπερ ἡ
18. συστολὴ τῶν σφυγμῶν, ἐκκρίνει τὸ καπνῶδες τῆς συγκαύσεως.
1. ἀλλὰ καὶ τὸ τῇ θρέψει τοῦ ψυχικοῦ πνεύματος ἀμφοτέρας τὰς
2. ἐνεργείας συντελεῖν, καὶ τὸ τῶν ἠρεμιῶν τὴν μὲν ἐπὶ τῇ διαστολῇ
3. βραχυτέραν ὑπάρχειν, τὴν δὲ ἐπὶ συστολῇ μακροτέραν,
4. ἀμφοτέρων κοινά. τάχος μὲν οὖν ταῖς ἀναπνευστικαῖς
5. κινήσεσιν ὅπως προσγίνεται, καὶ δὴ λέλεκται.

Cliquer un n° de page pour en afficher l’image