6. Περὶ τοῦ μεγέθους δὲ ἑξῆς δίειμι. χρὴ τοίνυν
7. κᾀν τούτῳ καλεῖν μὲν τὴν χρείαν εἰς τοὔργον, ὑπηρετεῖν
8. δ’ αὐτῇ τὴν δύναμιν ἐῤῥωμένην, ἑτοιμότητα δὲ ὑπάρχειν τοῖς
9. ὀργάνοις. τῆς αὐτῆς γάρ τοι συνοδίας τῶν αἰτίων δεῖται μέγεθος
10. ἀναπνοῆς ἧσπερ καὶ τάχος. τά γε μὴν ἐναντία τούτων
11. βραδύτης τε καὶ μικρότης, οὐ πάντη γε δεῖται τῶν ἐναντίων
12. ἁπάντων ὁμοῦ, ἀλλ’ ἕν μὲν ἐξ αὐτῶν χρὴ παρεῖναι πάντως,
13. πλείω δὲ οὐκ ἀναγκαῖον. ἄν τε γὰρ ἡ χρεία μεγάλως
14. ἐκλυθῇ, συνεκλύεται καὶ τὸ τάχος τῆς κινήσεως καὶ τὸ μέγεθος
15. τῆς διαστολῆς, κᾂν ὅτι μάλιστα ῥώμης ἔχῃ καλῶς ἡ δύναμις·
16. ἀργὴν γὰρ ἕξει ταύτην, ἔστ’ ἂν μὴ δεήσεται τὸ ζῶον ἐνεργούσης
17. αὐτῆς· ἄν τε μεγάλη μὲν ἡ χρεία, ἐκλύηται δέ πως ὁ τόνος
18. τῆς δυνάμεως, ἄν τε ταῦτα μὲν ὑπάρχῃ, βλάβη δέ τις συμβῇ
1. τοῖς ὀργάνοις, οἵαν ἐν τοῖς περὶ σφυγμῶν διήλθομεν· ὅ τι
2. γὰρ ἂν εἴη τούτων, κωλυθήσεται τὸ τάχος καὶ τὸ μέγεθος τῆς
3. ἀναπνοῆς.
⟨
(De difficult. respir.) [n° 059 Fichtner] [GalLat]
De difficultate respirationis
Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1
De difficultate respirationis, 1.6, ed. Kühn, 1824, vol. 7, p. 767-768. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:1.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩