Galenus. De difficultate respirationis (De difficult. respir.) [n° 059 Fichtner] [GalLat]

Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1

De difficultate respirationis, 1.7, ed. Kühn, 1824, vol. 7, p. 768-772. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:1.7

4. Κατὰ μὲν δὴ ταῦτα πάντως ἐοίκασιν
5. οἱ σφυγμοὶ ταῖς ἀναπνοαῖς, ὥστε εἰ καὶ τὰς αἰτίας πρῶτα
6. προχειριζόμενοι, τὰς ἀκολουθούσας αὐταῖς ἀλλοιώσεις τῆς
7. ἀναπνοῆς ἐπισκοποίμεθα, παραπλησίους εὑρήσομεν. οἷον εἰ
8. καὶ τῆς θερμασίας αὐξηθείσης, τῶν ἄλλων αἰτίων τῆς ἀναπνοῆς
9. ἀτρέπτων μενόντων, ὁποῖόν τι τὸ τῆς δυσπνοίας εἶδος
10. ἔσται, ζητοῦμεν· εὑρήσομεν γὰρ, ὡς κᾀν τῷ πρώτῳ δέδεικται
11. τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων, ὅτι βραχὺ μὲν αὐξηθείσης αὐτῆς,
12. μείζων μὲν σαφῶς, οὐ μὴν καὶ θάττων· ἐπὶ πλεῖστον
13. δὲ καὶ μεγίστη καὶ ταχεῖα καὶ ἤδη πυκνὴ γίγνοιτ’ ἂν ἡ εἰσπνοή·
14. κατὰ ταὐτὰ δὲ καὶ εἰ μειωθείη τὸ κατὰ φύσιν θερμὸν, τῶν
15. ἄλλων αἰτίων ἀτρέπτων μενόντων, ὅτι μικρὰν οὕτω καὶ
16. βραδεῖαν καὶ ἀραιὰν ἀνάγκη γίνεσθαι τὴν εἰσπνοὴν, ἀλλ’
17. ὀλίγῳ μέν τινι τοῦ κατὰ φύσιν μικροτέραν, πολὺ δὲ βραδυτέραν,
18. πάμπολυ δ’ ἀραιοτέραν. ἐῤῥωμένης γὰρ τῆς δυνάμεως
1. οὔσης οὐκ ἐνδέχεται πολλῷ μικροτέραν γίνεσθαι τὴν διαστολήν.
2. ἀλλ’ εἴπερ ἐκλυθείη τὰ τῆς χρείας ἱκανῶς, ἐπὶ πλεῖστον
3. ἡσυχάζειν εἰκὸς, οὐ μὴν οὐδὲ κινεῖσθαι διὰ ταῦτα παντάπασι
4. βραδέως, ἐῤῥωμένης τῆς δυνάμεως. ἃ δὲ ἐπὶ τῆς θερμασίας
5. αὐξανομένης, ταῦτα κᾀπὶ τῆς τοῦ ψυχικοῦ πνεύματος ἐπειγούσης
6. θρέψεως εἴδη δυσπνοιῶν ἔσται, δηλονότι τῶν περὶ
7. τὴν εἰσπνοὴν συνισταμένων. ὥσπέρ γε καὶ ἡ ἀμετρία τῆς
8. λιγνυώδους τῶν χυμῶν συγκαύσεως τὰς αὐτὰς τῆς ἐκπνοῆς
9. δυσπνοίας ἐργάσεται ταῖς ἐπὶ τῆς εἰσπνοῆς εἰρημέναις. ταχεῖαι
10. μὲν γὰρ ἔσονται καὶ μεγάλαι καὶ πυκναὶ, πολλοῦ τοιούτου
11. περιττώματος ἠθροισμένου· βραδεῖαι δὲ καὶ μικραὶ καὶ
12. ἀραιαὶ κατὰ τὰς ἐναντίας διαθέσεις. ἆρ’ οὖν ὁ μὲν λόγος
13. οὕτως ἀξιοῖ, μάχεται δέ τι τῶν ἐναργῶς φαινομένων; ἐγὼ
14. μὲν ὁμολογοῦντα ταῦτα πάντα κατά τε τὰς ἡλικίας καὶ τὰς
15. χώρας καὶ ὅλως τὰς καταστάσεις ἁπάσας τοῦ περιέχοντος
16. ἡμᾶς ἀέρος εὑρίσκω· μαρτυρεῖ δ’ οὐχ ἥκιστα καὶ τὰ
17. ἐν τοῖς ἐπιτηδεύμασιν ἅπασι καὶ τὰ ἐν τοῖς νοσήμασιν.
1. ἄνθα μὲν γὰρ τὸ θερμὸν πλεονεκτεῖ, ταχείας καὶ μεγάλας
2. καὶ πυκνὰς ἔστιν ἰδεῖν γιγνομένας εἰσπνοάς· ἔνθα δ’ αὖ τὸ
3. ψυχρὸν, τὰς ἐναντίας, βραδεῖς τε καὶ μικρὰς καὶ ἀραιάς.
4. καὶ μὴν ὅσοις μὲν κενοῦται τὸ ψυχικὸν πνεῦμα, καὶ διὰ τοῦτο
5. τάχα δεῖται τῆς ἀναθρέψεως, οὐ μόνον μέγα, ἀλλὰ
6. καὶ ταχὺ καὶ πυκνὸν εἰσπνέουσιν· οἷς δ’ οὐδὲν κενοῦται,
7. τὸ ἐναντίον τούτοις εἶδος τῆς εἰσπνοῆς· εἰ δ’ ἄμφω συνδράμοι,
8. καὶ θερμασίας αὔξησις καὶ πνεύματος ἀνάλωσις,
9. οὗτοι τὴν μεγίστην ἁπασῶν καὶ ταχίστην καὶ πυκνοτάτην
10. εἰσπνοὴν ἴσχουσι, καὶ μάλιστ’ εἰ σφοδρῶς ἑκάτερα αὐξηθείη,
11. ὥσπέρ γε καὶ μειωθέντων ἀμφοῖν ἰσχυρῶς, μικρόταται
12. καὶ βραδύταται καὶ ἀραιόταται γίνονται εἰσπνοαί.
13. καὶ μὲν δὴ καὶ τὸ τῶν ἐκπνοῶν εἶδος, εἰ μὲν ἀθροισθείη
14. πολλὰ καπνώδη περιττώματα, μέγιστόν τε καὶ τάχιστον
15. καὶ πυκνότατον· εἰ δ’ ὀλίγιστα παντελῶς εἴη,
16. μικρότατόν τε καὶ βραδύτατον καὶ ἀραιότατον. ἡλικιῶν
17. μέν γε τὰς μὲν ἐν αὐξήσει πάσας καὶ μέγα καὶ ταχὺ
18. καὶ πυκνὸν εἰσπνεούσας ὁρῶμεν· τὰς δ’ ἐν παρακμῇ
1. τοὐναντίον, ἀραιὸν μὲν καὶ μικρὸν καὶ βραδύ· ὅτι
2. ταῖς μὲν θερμὸν πλέον, ταῖς δ’ ἔλαττον· καὶ ταῖς μὲν
3. συναύξεσθαι τῷ σώματι τὴν οὐσίαν τοῦ ψυχικοῦ πνεύματος
4. ἀνάγκη, ταῖς δὲ συμμαραίνεσθαι. δι’ ἀμφοτέρας οὖν τὰς
5. αἰτίας πολὺ παραλλάττουσιν ἐν ταῖς τῆς εἰσπνοῆς ἰδέαις οἱ
6. νέοι τῶν πρεσβυτέρων· δι’ ἄλλας δ’ αὖ δύο αἰτίας ἐν ταῖς
7. ἐκπνοαῖς. ἐπεὶ γὰρ ταῖς αὐξανούσαις ἡλικίαις διά τε τὴν
8. τῆς ἐμφύτου θερμασίας ῥώμην καὶ δι’ αὐτὴν τὴν αὔξησιν
9. πάμπολύ τι πλῆθος ἀναλίσκεται χυμῶν, ταῖς δὲ παρακμαστικαῖς
10. ὅσον εἰς αὐτὸ τὸ ζῇν μόνον, ὡς μήτε αὐξανομέναις ἔτι
11. καὶ ἀποψυχομέναις ἤδη, κατὰ λόγον ταῖς μὲν ταχεῖα καὶ μεγάλη
12. καὶ πυκνὴ, ταῖς δὲ ἐναντίως διακειμένη κατὰ πᾶν ἡ ἐκπνοὴ
13. φαίνεται. τὴν αὐτὴν δὲ ταύτην ἰδέαν καὶ οἱ σφυγμοὶ
14. κατὰ τὰς τῶν ἡλικιῶν διαφορὰς ἔχοντες εὑρίσκονται, καθάπερ
15. καὶ τοῦτ’ ἐν τρίτῳ τῶν ἐν αὐτοῖς αἰτίων διήλθομεν. ὡς δ’
16. ἐν ταῖς ἡλικίαις, οὕτω κᾀν ταῖς ὥραις καὶ ταῖς χώραις καὶ
17. πάσαις ταῖς τοῦ περιέχοντος ἡμᾶς ἀέρος καταστάσεσιν οἵ τε
18. σφυγμοὶ ταῖς ἀναπνοαῖς αἵ τ’ ἀναπνοαὶ τοῖς σφυγμοῖς ἀνάλογον
1. ἔχουσιν, ἐν μὲν ταῖς θερμαῖς εἰς μέγεθος καὶ τάχος
2. καὶ πυκνότητα τρεπόμεναι, κατὰ δὲ τὰς ψυχρὰς εἰς τἀναντία.
3. καὶ εἴρηται περὶ τούτων ἁπάντων ἐν ἐκείνοις, ὥσπέρ
4. γε καὶ περὶ τῶν ἐπιτηδευμάτων. ἐν μὲν γὰρ τῷ τρέχειν καὶ
5. παλαίειν καὶ ὁπωσοῦν ἄλλως ἀνδρίζεσθαι μέγα καὶ ταχὺ καὶ
6. πυκνὸν ἀναπνέομεν, ἡσυχάζοντες δὲ μικρὸν καὶ βραδὺ καὶ
7. ἀραιόν· ὅτι ταῖς μὲν συντόνοις κινήσεσιν αὐξάνεται μὲν τὸ
8. θερμὸν, δαπανᾶται δὲ τὸ πνεῦμα τὸ ψυχικόν· ἠρεμούντων
9. δὲ καὶ ἀκινήτων μενόντων, τὸ μὲν θερμὸν μαραίνεται, πνεῦμα
10. δ’ οὐδ’ ὅλως ἢ παντελῶς ὀλίγον ἀναλίσκεται. καὶ τοίνυν
11. καὶ τῶν λουτρῶν τὰ μὲν θερμὰ ταχεῖάν τε καὶ μεγάλην καὶ
12. πυκνὴν ἐργάζεται τὴν ἀναπνοὴν, τὰ δὲ ψυχρὰ τὴν ἐναντίαν.
13. ἐν τοῖς ὕπνοις δὲ καὶ πάνυ δεῖ προσέχειν τὸν νοῦν τῷ γινομένῳ.
14. πλεονεκτεῖ γὰρ καὶ κατὰ μέγεθος καὶ τάχος κινήσεως
15. ἡ ἐκπνοὴ τῆς εἰσπνοῆς, ὅτε τῶν σιτίων τε καὶ χυμῶν ἁπάντων
16. αἱ κατεργασίαι, καὶ αἱ πέψεις μάλιστα γίνονται. πλεῖστον
17. οὖν εἰκὸς ἐν αὐτοῖς καὶ τὸ καπνῶδες ἀθροίζεσθαι
18. περίττωμα.

Cliquer un n° de page pour en afficher l’image