1. Καὶ τῶν νοσημάτων δὲ, καὶ γὰρ καὶ περὶ
2. τούτων ἤδη λεκτέον, ἐν μὲν τοῖς πυρετώδεσιν ἅπασι, καὶ
3. μάλιστα ὅσοις περί τι τῶν ἀναπνευστικῶν ὀργάνων ἢ τὴν
4. καρδίαν ἤθροισταί τι πολὺ πλῆθος θερμότητος, ἡ ἀναπνοὴ
5. πᾶσα μεγάλη καὶ ταχεῖα καὶ πυκνὴ φαίνεται γιγνομένη· ἐν
6. οἷς δὲ ἀπέψυκται τὸ θερμὸν, ἡ ἐναντία, ὥστε καί τισιν ἤδη
7. τελέως ἔδοξεν ἀπολωλέναι, καὶ ἣν ὁ Ποντικὸς Ἡρακλείδης
8. ἄπνουν ἔγραψεν, ἥδε ἐστιν. τὸ ἀνάλογον γὰρ ἔχειν ἔοικεν,
9. ὥσπερ ἐν τοῖς ἄλλοις ἅπασιν ἀναπνοή τε καὶ σφυγμὸς, οὕτω
10. κᾀν τῷδε. παντελῶς γὰρ οὐδέτερον αὐτῶν ἀπολέσθαι δυνατὸν,
11. ἔστ’ ἂν περιείη τὸ ζῶον, ἀπολωλέναι μέντοι δόξαι διὰ
12. σμικρότητα, θαυμαστὸν οὐδέν. οὐδὲ γὰρ τούτοις γε δὴ μόνον,
13. ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι τοῖς ἐσχάτως μικροῖς τὸ
14. διαφεύγειν τὰς αἰσθήσεις κοινόν.
⟨
(De difficult. respir.) [n° 059 Fichtner] [GalLat]
De difficultate respirationis
Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1
De difficultate respirationis, 1.8, ed. Kühn, 1824, vol. 7, p. 773-773. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:1.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩