15. Ἀλλ’ ἐπεὶ καὶ περὶ τῶν ὡσαύτως
16. ὑπαρχόντων ἀναπνοαῖς τε καὶ σφυγμοῖς αὐτάρκως εἴρηται,
17. ζητήσομεν ἤδη καὶ ὅσον ἐν αὐτοῖς οὐχ ὡσαύτως ἔχει. τὸ γὰρ
18. ἀπὸ τῆς τῶν δυνάμεων ἑτερότητος ἐν ἑκάστῳ τῶν ἐνεργειῶν
1. ἴδιον εἰκός ἐστι πολλαχῶς καὶ τὰς ἰδέας αὐτῶν διαφερούσας
2. ἐργάσασθαι. τοῦτ’ οὖν χρὴ σκοπῆσαι καὶ ζητῆσαι καὶ ἀνευρίσκειν
3. μεθόδῳ. δοκῶ δή μοι καθορᾷν εὐθὺς ἀπ’ αὐτῆς τῆς
4. οὐσίας τῶν πραγμάτων μεγίστην τινὰ διαφορὰν ἁπάντων τῶν
5. ψυχικῶν ἔργων πρὸς τὰ ζωτικά. τῶν μὲν γὰρ ἡ προαίρεσις
6. ἐξουσίαν ἔχει τῆς γενέσεως καὶ δύναταί ποτε, κᾂν ἡ χρεία
7. καλῇ καὶ ἡ δύναμις εὐεκτῇ κᾂν τῶν ὀργάνων ἕκαστον ἐπιτήδειον
8. ᾖ πρὸς τὴν ἐνέργειαν, ὅμως ἴσχειν τε καὶ κωλύειν αὐτὰ
9. τῆς κινήσεως· ὅπου δ’ ἴσχειν μέγα οὕτως, ἦπού γε καὶ τὸ
10. βραδέως κινεῖν ἢ ταχέως, καὶ ἐπιπλέον ἢ ἐπ’ ἔλαττον ἐξαίρειν,
11. καὶ διὰ πλείονος ἢ ἐλάττονος χρόνου, ῥᾷστον αὐτῇ.
12. τοῖς ζωτικοῖς δ’ ἔργοις οὐχ οὕτως ἔχει, ἀλλ’ ὅταν ἡ χρεία
13. καλῇ, τῆς γε δυνάμεως ἐῤῥωμένης καὶ τῶν ὀργάνων ἐπιτηδείων
14. ὑπαρχόντων εἰς τὰς κινήσεις, οὔτε βραδεῖαν οὔτε μικρὰν
15. γενέσθαι οἷόν τε τὴν ἐνέργειαν. ἐπὶ γοῦν τῶν κατὰ τὰ φλεγμαίνοντα
16. μόρια σφυγμῶν ἐναργέστατα φαίνεται διὰ τὴν τῶν
17. ἐν αὐτοῖς ἀρτηριῶν κίνησιν ὀδύνη μὲν σφοδρὰ προσγινομένη
18. διὰ τὸ μὴ ἐφ’ ἡμῶν εἶναι τὴν κίνησιν ἐλάττονα ποιῆσαι τῷ
1. μεγέθει ἢ βραδυτέραν τῷ τάχει· καίτοι γε εἴπερ ἦν ἐφ’ ἡμῖν
2. ἐλάττονά τε καὶ βραδυτέραν αὐτὴν ἐργάσασθαι, οὐδὲν ἂν
3. προὐργιαίτερον ἐποιησάμεθα, μέλλοντές γε ἐκ τούτου παρηγορήσειν
4. τὴν ὀδύνην. παντὶ μὲν γὰρ τῷ φλεγμαίνοντι τελέας
5. ἡσυχίας δεῖ· κινουμένων γὰρ καὶ τριβομένων πρὸς ἄλληλα
6. τῶν ἐν αὐτοῖς μορίων, θλίβεταί τε καὶ ῥευματίζεται καὶ παντοίως
7. ὀδυνᾶται. εἰ δ’ ἄρα ποτὲ καὶ διὰ τὴν τῆς χρείας ἔπειξιν
8. ἀναγκάζοιτο, τὴν μικροτέραν τε καὶ βραδυτέραν κίνησιν
9. ῥᾷον φέρει τῆς μείζονός τε καὶ ὠκυτέρας. οὕτω καὶ τὸ σκέλος,
10. ὅταν φλεγμαίνῃ τι μέρος ἐν αὐτῷ, μάλιστα μὲν ἀναπαύεσθαι
11. ποθεῖ· εἰ δ’ ἀναγκαζοίμεθα κινεῖν αὐτὸ χρείας τινὸς
12. ἐπειγούσης, ἔλαττόν τε καὶ βραδύτερον βαδίζομεν· ἀλλ’ οὐχ
13. οἷόν τε τοῦτ’ ἐπὶ τῶν ἀρτηριῶν ἐργάσασθαι. οὐ γάρ ἐστιν
14. ἐφ’ ἡμῖν ἡ κίνησις αὐτῶν, οὔθ’ ὥστε καταπαύειν γιγνομένην,
15. ὥστε βραδυτέραν ἐξ ὠκυτέρας ἢ ἐκ μείζονος ἐλάττω ποιεῖν,
16. ἀλλ’ ἀνάγκῃ στέργειν τῇ παρούσῃ, κᾂν ὠκεῖα κᾂν μεγάλη
17. κᾂν ὁπωσοῦν ᾖ βιαία. διὰ τοῦτο ἐν τοῖς φλεγμαίνουσι μορίοις
18. τῶν ἀρτηριῶν κινουμένων ὀδυνώμεθα μὲν, ἀλλ’ οὔτε
1. ἀμυδροτέραν οὔτε ἐλάττω τὴν κίνησιν οὔτε βραδυτέραν ἐργάσασθαι
2. δυνάμεθα, καίτοι τῶν γε κατὰ τὴν προαίρεσιν ἐνεργειῶν
3. ἢ παντελῶς ἀναπαύοντες τὸ σκέλος, ἢ μικρὰν κομιδῆ
4. καὶ βραδεῖαν ποιοῦντες. ὅταν δὲ λέγωμεν μικρὰν καὶ μεγάλην
5. κίνησιν, ὅτι μὴ κυρίως, ἀλλ’ ἀπὸ τῶν διαστημάτων φαμὲν,
6. καθ’ ὧν τὸ κινούμενον φέρεται, παντί που δῆλον. οὐκοῦν
7. ἐπειδὴ καὶ ὁ θώραξ ἕν τι τῶν τοῦ ζώου μορίων ἐστὶν ὄργανον
8. ἀναπνοῆς, ὡς ἡ μὲν ἀρτηρία σφυγμῶν, τὸ δὲ σκέλος
9. βαδίσεως, εἰ μέν ἐστι τῶν ζωτικῶν ἔργων ἡ ἀναπνοὴ,
10. ταῖς ἀρτηρίαις ἀνάλογον, εἰ δὲ τῶν ψυχικῶν, τοῖς σκέλεσιν
11. ὁμοίως κινηθήσεται· ἀλλὰ μὴν τῶν ψυχικῶν, ὡς ἐν
12. ἄλλοις ἀποδέδεικται, δῆλον ἄρα ὡς τοῖς σκέλεσιν ὁμοίως κινηθήσεται.
13. εἰ τοίνυν φλεγμαίνων εἴη ἀναγκάζοιτό τε κινεῖσθαι,
14. βραδύτερόν τε καὶ πολὺ ἧττον τοῦ δέοντος διαστήσεται.
15. ἀλλ’ εἰ τοῦτο ποιήσει, ἐνδεῶς ἀναπνεύσει. εἰ δὲ καὶ δεύτερον
16. ἔτι καὶ τρίτον ταὐτὸ τοῦτ’ ἐργάσεται, τὸ καθ’ ἑκάστην
17. ἐνδεὲς ἓν ἀξιόλογόν ποτε κεφάλαιον γενόμενον, ἐγγὺς ἄξει τοῦ
1. πνίγεσθαι τὸ ζῶον. ἵν’ οὖ μὴ γένηται τοῦτο, πυκνοτέρας
2. ποιεῖται τὰς ἐνεργείας, μηκέτι ἡσυχάζων τοσοῦτον, ὅσον ὁπότε
3. εἶχε κατὰ φύσιν, ὅμοιόν τι ποιῶν τοῖς διὰ τὸ μὴ δύνασθαι
4. τὴν αὐτάρκη τροφὴν εἰς ἅπαξ προσενέγκασθαι, συνεχῶς
5. ὀλίγον τρεφομένοις. ἀλλ’ ἐν τούτῳ ἀναγκαῖον τὴν ὅλην ἀναπνοὴν
6. γενέσθαι μικρὰν καὶ βραδεῖαν καὶ πυκνὴν, καὶ πλέονί
7. γε μικροτέραν τοῦ προσήκοντος, ἢ βραδυτέραν. οὐχ οὕτω
8. γὰρ ἰσχυρὸς ὁ πόνος τῷ θώρακι διὰ τὸ τάχος τῆς κινήσεως,
9. ὡς διὰ τὸ μέγεθος τῆς διαστολῆς. τὸ μὲν γὰρ τάχος, εἰ καὶ
10. κατ’ αὐτὴν τὴν ἐνέργειαν ὀδυνηρὸν, ἀλλὰ τῷ γε βραχυχρόνιον
11. ἐργάζεσθαι τὴν ὅλην κίνησιν ἧττον λυπεῖ τὸν θώρακα· συντόμως
12. γὰρ ἐφ’ ὃ σπεύδει παραγίνεται· σπεύδει δὲ δήπουθεν
13. ἐπὶ τὴν ἡσυχίαν καὶ ταύτης ὅτι τάχιστα γλίχεται τυχεῖν, ὡς
14. ἂν μόνης αὐτῷ τὴν ἐκ φλεγμονῆς ὀδύνην παραμυθουμένης.
15. τὸ δὲ μέγεθος τῆς διαστολῆς πάντως χαλεπὸν, αὐτῷ τε τῷ
16. βιαίῳ τῆς κινήσεως καὶ τῷ θλίβειν τε ἅμα καὶ τείνειν τὰ
17. φλεγμαίνοντα, καὶ παντοίως ὀδυνᾷν τὸν θώρακα. ταῦτ’ ἄρα
18. καὶ πλέον ἀφαιρεῖ τοῦ μεγέθους ἢ τοῦ τάχους, καὶ ὅταν γε
1. τοῦτ’ αὐτὸ μόνον ᾖ τὸ πάθημα, πόνος τις τῶν κατὰ τὸν θώρακα
2. μορίων, μὴ μέντοι τά γε τῆς χρείας ἐπείγει, μενούσης
3. δηλονότι τῆς ἐν τῇ καρδίᾳ θερμασίας ἐν τοῖς κατὰ φύσιν
4. ὅροις, ἐναργῶς ἡ κίνησις τοῦ θώρακος βραδυτέρα γίνεται·
5. πυρώσεως δέ τινος ἐν αὐτῇ γενομένης, τὸ μὲν τάχος οὐκ ἐκλύεται
6. δι’ ἃς ἔμπροσθεν εἴπομεν αἰτίας, καθαιρεῖται δὲ κᾀνταῦθα
7. τὸ μέγεθος ἱκανῶς, ἀλλ’ ἀντ’ αὐτοῦ πυκνότης γεννᾶται,
8. διὰ τὴν τῆς χρείας ἔπειξιν.
⟨
(De difficult. respir.) [n° 059 Fichtner] [GalLat]
De difficultate respirationis
Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1
De difficultate respirationis, 1.9, ed. Kühn, 1824, vol. 7, p. 773-778. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:1.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩