Galenus. De difficultate respirationis (De difficult. respir.) [n° 059 Fichtner] [GalLat]

Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1

De difficultate respirationis, 2.1, ed. Kühn, 1824, vol. 7, p. 825-826. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:2.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΥΣΠΝΟΙΑΣ

ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.

1. Ὅδε μὲν ὁ λόγος ἐξήγησίς ἐστι τῶν ὑφ’
2. Ἱπποκράτους περὶ δυσπνοίας εἰρημένων. εἴρηται δὲ πολλὰ
3. πολλαχοῦ τὰ μὲν ἐν τοῖς συγγράμμασιν αὐτοῦ, τὰ δὲ κᾀν
4. τοῖς ὑπομνήμασι. τὰ πλεῖστα γάρ τοι τῶν ἐπιδημιῶν, εἰ
5. μὴ ἄρα καὶ πάντα, δικαίως ἄν τις ὑπομνήματα νομίζοι. ἔστι
6. μὲν οὖν ἡ ἐξήγησις, ὥς πού τις τῶν παλαιῶν εἶπεν, ἀσαφοῦς
7. ἑρμηνείας ἐξάπλωσις· ἡμεῖς δ’ οὐ τοῦτο μόνον ἐοίκαμεν δράσειν,
8. ἀλλ’ ὅτι καὶ ἀληθῶς ἔχει πάντα τὰ περὶ δυσπνοίας ὑπ’
1. αὐτοῦ γεγραμμένα, μαρτυρήσειν, οὐ μὴν ἀποδείξειν οὐδὲν
2. αὐτῶν ἐν τῷδε τῷ γράμματι, ἀλλ’ εἰς τὸ προηγούμενον
3. τούτου βιβλίον ἀναπέμψειν, ἐν ᾧ χωρὶς ἀποδείξεως οὐδὲν
4. εἴρηται. καὶ ἵνα γε μὴ δυσωποῖτό τις ὑπὸ τῆς Ἱπποκράτους
5. δόξης, καὶ θᾶττον ἤδη τοῖς λεγομένοις πιστεύοι πρὶν
6. ὑπὸ τῶν ἀποδείξεων ἀναγκασθῆναι, τὸν πρῶτον λόγον ἰδίᾳ
7. τε καὶ καθ’ ἑαυτὸν ἐγράψαμεν· ἐπεὶ δ’ ἐκεῖνος ἐτελειώθη
8. μετὰ τῶν προσηκόντων συλλογισμῶν, ἐν τῷδε τῷ γράμματι
9. τὸν εὑρετήν τε καὶ οἷον πατέρα τῶν δογμάτων τιμήσομεν.
10. αὕτη καὶ δικαία τέ ἐστιν ἅμα καὶ πρέπουσα τοῖς ὁτιοῦν ἀγαθὸν
11. ἐξευροῦσι τιμὴ, μήτε κατακεκρύφθαι τὰ εὑρέματα αὐτῶν
12. μήτ’ ἀγνοεῖσθαι τοῖς ἀνθρώποις, ἀλλ’ αὐτά τε φαίνεσθαι
13. τήν θ’ εὑροῦσαν αὐτὰ μέθοδον γιγνώσκεσθαι. οὕτως γὰρ
14. αὐτοῖς καὶ τὸ θαυμάζεσθαι κατὰ τὴν ἀξίαν ὑπάρξει.

Cliquer un n° de page pour en afficher l’image