4. Ὅπερ δ’ ἔτι λείπει τῶν προτεθέντων, προσθῶμεν
5. τῷ λόγῳ, πάντας ἐπελθόντες τοὺς ἔν τε τῷ πρώτῳ
6. καὶ τῷ τρίτῳ τῶν ἐπιδημιῶν ἀῤῥώστους γεγραμμένους ἀπὸ
7. τοῦ πρώτου μέχρι τοῦ πάντων ὑστάτου, τὴν τάξιν τῷ λόγῳ
8. τὴν αὐτὴν ἐντιθέντες ἥπερ δὴ καὶ τῆς γραφῆς ἐστιν αὐτῷ.
9. ὁ μὲν δὴ πρῶτος ἁπάντων Φιλίσκος, ὅτι μὲν καὶ παρεφρόνησε,
10. καὶ μέγα καὶ ἀραιὸν ἔσχε τὸ πνεῦμα, διὰ τῶν ἔμπροσθεν
11. λόγων ἐδείξαμεν, αὐτοῦ τοῦ Ἱπποκράτους παραθέμενοι τὴν
12. ῥῆσιν· ὅτι δὲ οὐδὲ ἦν τις πόνος αὐτῷ κατ’ οὐδὲν μορίων, ὧν
13. πασχόντων ἐλέγομεν μικρὰν καὶ πυκνὴν γίγνεσθαι τὴν ἀναπνοὴν,
14. νυνὶ δείξομεν, αὐτῆς κᾀνταῦθα τῆς τοῦ παλαιοῦ λέξεως
15. ὑπομνήσαντες, ἐχούσης ὧδε· σπλὴν ἐπῄρθη περιφερεῖ κυρτώματι.
16. οὔκουν οὔτ’ ἄλλως ὀδυνηρὸν τὸ σπλάγχνον ὁ σπλὴν, οὔτε
17. θλίβει τὰς φρένας ὁμοίως ἥπατι καὶ γαστρὶ, πλὴν εἰ μὴ μέγιστόν
18. ποτε ὄγκον σχοίη κατὰ τὴν κεφαλὴν, ὅπερ οὐκ ἦν τῷ
19. Φιλίσκῳ, καὶ διὰ τοῦτο οὐχ ἱκανὸς ἐγένετο νικῆσαι τὴν ἐκ τῆς
1. παραφροσύνης δύσπνοιαν ὁ σπλὴν, μήτ’ ἐπώδυνος ὢν μήτε
2. θλίβων τὰς φρένας. ὁ δ’ ἐφεξῆς τούτῳ γεγραμμένος Σιληνὸς,
3. οὗ καὶ αὐτοῦ ἐν τοῖς ἔμπροσθεν λόγοις μετὰ τὸν Φιλίσκον
4. ἐμνημονεύσαμεν, ὅτι μὲν ἀραιὸν καὶ μέγα καὶ αὐτὸς ἔσχε τὸ
5. πνεῦμα, καὶ ὅτι παρεφρόνησεν, ἐν ἐκείνοις ἐδείξαμεν· ὅτι δὲ
6. οὐδεμία διάθεσις ἦν αὐτῷ νικῆσαι δυναμένη παραφροσύνην, ἐν
7. τῷδε δειχθήσεται. ἡ γάρ τοι τῆς τρίτης τοῦ νοσήματος ἡμέρας
8. διήγησις ἔχει καὶ τοῦτο γεγραμμένον· ὑποχονδρίου ξύντασις,
9. ἐξ ἀμφοτέρων παραμήκης, πρὸς ὀμφαλὸν ὑπολάπαρος. οὐκοῦν
10. καὶ πρὸς ὀμφαλὸν ἀπεχώρει ἡ σύντασις, οὔτ’ ὀδύνη τις οὔτ’
11. ὄγκος ἀξιόλογος. ἀλλὰ καὶ τὸ ἐπὶ τῆς τελευτῆς εἰρημένον, ὑποχονδρίου
12. παλμὸς, οὐχ ἱκανὸν οὐδ’ αὐτὸ τὴν ἐκ τῆς παραφροσύνης
13. ἀλλοιῶσαι δύσπνοιαν. ἐῤῥέθη γὰρ ἤδη μυριάκις, ἤτοι
14. πόνον δεῖν εἶναι περί τι τῶν κατὰ τὰς ἀναπνοὰς κινουμένων
15. μορίων, ἢ στενοχωρεῖσθαί τι τῶν ἀναπνευστικῶν ὀργάνων,
16. ἵνα μικρὸν καὶ πυκνὸν γένηται τὸ πνεῦμα. οὐκ οὖν οὐδ’ οὗτος
17. ὁ Σιληνὸς, ὥσπερ οὐδ’ ὁ πρότερος ὁ Φιλίσκος, εἶχέ τινα διάθεσιν
18. ἑτέραν, ἀλλοιοῦν δυναμένην τὴν ἀναπνοὴν, ὅτι μὴ παραφροσύνην.
1. οὔτε γὰρ πόνος οὔτε θλίψις τῶν ἀναπνευστικῶν
2. ὀργάνων, ἀλλ’ οὐδὲ κατάψυξίς τις ἦν, οἵαν ἐν τῷ τρίτῳ τῶν
3. ἐπιδημιῶν ἐδείξαμεν Πυθίωνί τε καὶ τῇ Δεάλκους γυναικὶ γινομένην.
4. τοὺς μέντοι τρεῖς τοὺς ἑξῆς τούτων γεγραμμένους,
5. Ἡροφῶντα καὶ τὴν Φιλίνου γυναῖκα καὶ τὴν Ἐπικράτους,
6. εὕροις ἂν ἀκριβῶς ἀναλεγόμενος τὰς ὑπὲρ αὐτῶν διηγήσεις
7. ἐλάττονα τὴν παραφροσύνην ἔχοντας, ἢ ὥστε κατὰ ταύτην
8. ἀλλοιωθῆναι ἀναπνοήν. ἀλλ’ Ἡροφῶντι μὲν ὅ τε σπλὴν
9. ἐπῄρθη, καὶ ὑποχονδρίου, φησὶ, ξύντασις, οὐκέτι προσθεὶς,
10. ὑπολάπαρος, οὐδὲ, παραμήκης, οὐδὲ, πρὸς ὀμφαλὸν, ὥστε
11. τούτῳ τὰ κατὰ τὰς φρένας ἐφλέγμηνεν, αἵπερ ἐδείχθησαν ἡμῖν
12. ἐν τοῖς περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων τὸ πρῶτόν τε καὶ κυριώτατον
13. αὐτῶν ὄργανον. ἡ δὲ τοῦ Φιλίνου γυνὴ ἤλγεέ, φησι,
14. καρδίην καὶ ὑποχόνδριον δεξιόν· ἡ δέ γε τοῦ Ἐπικράτους,
15. οὐ τὴν καρδίαν μόνην, ἀλλὰ καὶ πλευροῦ, φησιν, ἀριστεροῦ
16. βάρος μετ’ ὀδύνης εἶχε. διὰ τοῦτ’ οὖν οὐδὲ προσέγραψεν
17. οὐδενὶ τούτων πνεῦμα μικρὸν καὶ πυκνὸν, ἀλλ’ ὅλως
18. ἐσιώπησεν, ἔθος ἔχων, ὡς καὶ πρόσθεν ἐδείξαμεν, τὰ σαφῶς
1. ἅπασι γινωσκόμενα παραλείπειν. σαφεστάτη δὲ καὶ πᾶσι γνώριμος
2. ἦν, ὡς καὶ τοῦτ’ ἐδείξαμεν, ἡ κατὰ μικρότητα καὶ πυκνότητα
3. δύσπνοια, ἣν ἐδυσπνόουν ἐξ ἀνάγκης οἱ προγεγραμμένοι
4. τρεῖς ἄῤῥωστοι. καὶ μέντοι καὶ ὁ μετ’ αὐτοὺς γεγραμμένος
5. Κλεανακτίδης, ἐξ ἀνάγκης μὲν καὶ αὐτὸς ὁμοίως ἐδυσπνόει διὰ
6. τὴν ὀδύνην τῆς ἀριστερᾶς πλευρᾶς, ἀλλ’ οὐδ’ ἐπὶ τούτου γέγραπταί
7. τι περὶ δυσπνοίας, ὡς ἂν καὶ χωρὶς τοῦ γραφῆναι
8. νοηθῆναι δυναμένης. οὐ μὴν παρεφρόνησέ γε οὗτος ὁ Κλεανακτίδης·
9. ὁ δέ γε μετ’ αὐτὸν γεγραμμένος Μέτων οὔτ’ ὀδυνῆσαι
10. δυναμένην διάθεσιν οὔτε στενοχωρῆσαί τι τῶν ἀναπνευστικῶν
11. ὀργάνων ἔσχεν, ἀλλ’ οὐδὲ παραφροσύνης ὑπόθεσιν
12. οὐδεμίαν νοσώδη, παράδοξον δέ τι καὶ οὐκ εἰθισμένον
13. ἀπαντᾷν συνέπεσεν αὐτῷ. τῇ γὰρ ε΄. τῶν ἡμερῶν αἱμοῤῥαγήσας
14. τε καὶ ἱδρώσας ἐκρίθη τελέως. ᾑμοῤῥάγει οὖν ἔτι καὶ
15. μετὰ κρίσιν ἄγρυπνος ὢν, ἀλλὰ καὶ παρέλεγέ, φησι, καίτοι
16. πρὶν κριθῆναι μηδ’ ὅλως παραφρονήσας. διὰ τοῦτο οὖν καὶ
17. ἡμεῖς ἔφαμεν αὐτῷ μηδεμίαν γενέσθαι νοσώδη διάθεσιν παραφροσύνης.
1. ἀλλ’ οὕτως παρέλεγεν, ὡς τοῖς μεθύουσι συμβαίνει,
2. πληρώσει τῆς κεφαλῆς. δι’ αὐτὸ δὲ τοῦτο καὶ τὸ, παρέλεγεν,
3. ὄνομα γέγραπται πρὸς Ἱπποκράτους, ἐνδεικνυμένου τὴν πρὸς
4. μέθην ὁμοιότητα γενομένην αὐτῷ ἐκ τῆς περὶ τὴν κεφαλὴν
5. πληρώσεως. ἧκε γὰρ ἐπ’ αὐτὴν, ὡς ἐκ τῶν συμβάντων ἐστὶ
6. τεκμήρασθαι, πλῆθος οὐκ ὀλίγον αἵματος, ἐφ’ ᾧ δὴ καὶ τὸ
7. σύμπαν ἐκρίθη νόσημα, δεξαμένης τῆς κεφαλῆς ἅπασαν αὐτοῦ
8. τὴν διάθεσιν. ἀλλὰ τοιούτου τοῦ αἵματος οὐκ ὀλίγον μὲν
9. εὐθὺς ἐν τῇ ε΄ τῶν ἡμερῶν λάβρως ἐξεκρίθη σὺν ἱδρῶτι, πολὺ
10. δέ τι πλέον τοῦ κενωθέντος ὑπέμεινεν ἐν τῇ κεφαλῇ, βαρῦνόν
11. τε αὐτὴν καὶ παραλέγειν τὸν ἄνθρωπον ἀναγκάζον· ὅθεν
12. Ἱπποκράτης λουτροῖς ἐχρήσατο κατὰ κεφαλῆς εἰπὼν, ᾑμοῤῥάγει
13. πολλάκις μετὰ κρίσιν. ὥστ’ ἐπί γε τούτου οὐ μόνον οὐκ
14. ἔγραψεν οὐδένα τρόπον δυσπνοίας, ἀλλ’ οὐδὲ εἰ γεγένηται τὴν
15. ἀρχὴν δύσπνοος. οὐ γὰρ τοῖς παραλέγουσιν ὁπωσοῦν, ἢ τοῖς
16. μεθύουσιν, ἀλλὰ τοῖς παραφρονοῦσι μόνοις μέγα γίνεται καὶ
17. ἀραιὸν τὸ πνεῦμα. καὶ διὰ τοῦτ’ ἐν τῷ προγνωστικῷ φησιν·
18. μέγα δ’ ἀναπνεόμενον, καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην
1. σημαίνει. ἀλλ’ ὅ γε μετ’ αὐτὸν ἄῤῥωστος Ἐρασῖνος ἐξ ἀνάγκης
2. μὲν ἐδυσπνόει, παραλέλειπται δ’ ἡ δύσπνοια διὰ τὴν πολλάκις
3. εἰρημένην αἰτίαν. ὅλως γὰρ οὐδαμοῦ φαίνεται προειπὼν
4. οὐδεμίαν διάθεσιν ὀδυνηρὰν ᾒ θλίβουσάν τι τῶν ἀναπνευστικῶν
5. ὀργάνων, εἶθ’ ἑξῆς ταύτης παραγράφων τὴν ἑπομένην
6. δύσπνοιαν, ἀλλὰ πανταχοῦ παραλείπων, ὡς ἅπασι γνώριμον.
7. ὅτι δ’ ἦν τοιαύτη διάθεσις τῷ Ἐρασίνῳ, σαφὲς ἐποίησεν
8. εἰπών· ὑποχόνδρια μετέωρα, σύντασις μετ’ ὀδύνης· μέγεθος
9. γάρ τοι φλεγμονῆς ἐμφαίνεται, δι’ ἣν καί τοι παραφρονήσας
10. ὁ ἄνθρωπος οὐκ ἐδυσπνόησε τὴν τῆς παραφροσύνης
11. ἰδίαν δύσπνοιαν, ἢ πάντως ἂν καὶ ταύτης ἐμνημόνευσεν Ἱπποκράτης.
12. ὥσπερ γὰρ τὴν ἐπὶ ταῖς ὀδύναις, τὴν μικρὰν καὶ
13. πυκνὴν, ἀεὶ παραλείπων ὅδε εὑρίσκεται, διότι σαφής ἐστιν,
14. οὕτω τὴν ἐπὶ ταῖς παραφροσύναις εἰδὼς ἀμφισβητουμένην,
15. οὐδαμοῦ παρέλιπεν, οὐδὲ παρῆλθεν ἀόριστον. τὰ γὰρ ἐπὶ
16. Κρίτωνος τοῦ μετ’ αὐτὸν ἑξῆς γεγραμμένου σαφῆ τὴν αἰτίαν
17. ἔχει. δευτεραίου γὰρ ἀποθανόντος αὐτοῦ παραδοξοτάτως,
1. ὡς ἐξ αὐτῆς τῆς διηγήσεως ἔνεστι μαθεῖν, εἰκότως παρέλιπεν
2. εἰπεῖν τι περὶ δυσπνοίας ὁ Ἱπποκράτης, ἢ οὐ παραφυλάξας
3. τὴν γενομένην δύσπνοιαν, ἤ οὐκ ἀξιώσας μνημονεύειν.
4. ἔστι γὰρ ἑκάτερον αὐτῶν εὔλογον, τὸ μὲν μὴ παραφυλάξαι,
5. διά τε τὸ τάχος τοῦ θανάτου καὶ τὸ τῶν συμπτωμάτων ἐκπληκτικόν·
6. οὐ γὰρ δὴ μικρόν γε θαῦμα περιερχόμενον ἄνθρωπον,
7. καὶ τὰ συνήθη πράττοντα, κᾄπειτα τὸν μέγαν ἐν τῷ
8. ποδὶ δάκτυλον ἀλγήσαντα σφοδρῶς, τῇ πρώτῃ μὲν ἡμέρᾳ μικρὸν
9. ὑποθερμανθῆναι, τῇ δ’ ἑξῆς ἀποθανεῖν. οὔτ’ οὖν διατριβῆς
10. ἐν τῷ μεταξὺ γενομένης, ἀλλ’ ἐν τάχει μὲν ἀποθανόντος
11. τἀνθρώπου, παραφρονήσαντος δ’ οὐχ ἁπλῶς, ἀλλ’ ἐκμανέντος,
12. ὥς φησιν, οὐχ οἷόν τε ἦν παραφυλάττειν, ὅπως
13. ἀνέπνει. τοῖς μὲν γὰρ ἐκμανεῖσιν οὐδ’ ἐγγὺς ἐλθεῖν ὑπομένομεν,
14. ἀλλ’ ἐξιστάμεθα παντὶ τρόπῳ δεδιότες, μή τι κακὸν
15. ἡμῖν προστρίψωνται. ἢ οὖν οὐ παρεφύλαξεν, ὡς εἴπομεν, ἢ
16. οὐκ ἠξίωσε μνημονεῦσαι τοῦ τῆς δυσπνοίας εἴδους διὰ τὸ
17. παράδοξον τῆς ὅλης συνδρομῆς, ᾗ μόνῃ προσέχειν τὸν νοῦν
1. ἡμᾶς ἄξιον, καὶ μὴ περιέλκεσθαι πρὸς τὰ δι’ ἄλλων ἀῤῥώστων
2. εὑρεθῆναι δυνάμενα. ἑξῆς δὲ γράφει τὸν Κλαζομένιον, ὃς
3. ἤλγει, φησὶ, κεφαλὴν καὶ τράχηλον καὶ ὀσφὺν ἐξ ἀρχῆς·
4. ἀλλὰ ταῦτα μὲν οὐχ ἱκανὰ μικρὸν καὶ πυκνὸν ἐργάσασθαι τὸ
5. πνεῦμα, πλὴν εἴπερ ἄρα ὁ τράχηλος. ἔστι δὲ καὶ ὅθι τοῦτο
6. προϊόντος τοῦ λόγου διορισθήσεται· τὸ δὲ ὑποχόνδριον τὸ
7. μετ’ ὄγκου ἐπηρμένον ἱκανὸν, ὥστ’ εἰ καὶ παρεφρόνησεν οὗτος,
8. οὐκ ἐδυσπνόησε τὴν οἰκείαν τῇ παραφροσύνῃ δύσπνοιαν,
9. κρατησάντων τῶν εἰρημένων ἐπωδύνων παθημάτων. ἡ μέντοι
10. μετὰ αὐτὸν Δρομάδεω γυνὴ, ἣν καὶ κατ’ ἀρχὰς εὐθὺς
11. τοῦδε τοῦ λόγου παρεθέμην, οὐ μόνον παρεφρόνησεν, ἀλλὰ
12. καὶ μέγα καὶ ἀραιὸν ἔσχε τὸ πνεῦμα, μηδενὸς μήτε περὶ θώρακα,
13. μήτε καθ’ ὑποχόνδριον γενομένου παθήματος, ὃ μικρὰν
14. καὶ πυκνὴν ἐπεφύκει τὴν ἀναπνοὴν ἐργάσασθαι. ταῦτ’
15. ἆρα καὶ ὁ Ἱπποκράτης ἀκριβῶς πάντα τὰ καταλαβόντα τὴν
16. ἄνθρωπον γράφων, ἤρξατο πονέειν τὴν πρώτην περὶ ὑποχόνδριον,
17. ἔφη, ἀσώδης, ἀλύουσα· μοχθηρῶν δηλονότι χυμῶν
1. αὐτόθι δακνόντων τὸ στόμα τῆς γαστρὸς, οὐ μὴν φλεγμονῆς
2. γε οὐδεμιᾶς ὑπαρχούσης, οὐδ’ ἄλλου παθήματος οὐδενὸς, ὑφ’
3. οὗ μικρὸν καὶ πυκνὸν γίνεται τὸ πνεῦμα· καὶ μὲν δὴ καὶ βραχὺ
4. προελθὼν κατὰ τὴν διήγησιν ὁ Ἱπποκράτης, εἶτα γράψας,
5. ὑποχονδρίου πόνος, τὸ ἀσώδης προσέθηκεν, εἶθ’ ἑξῆς
6. πάλιν, διψώδης· οὔτ’ οὖν τῶν καθ’ ὑποχόνδριον ἢ θώρακά τι
7. γινομένων ἱκανὸν ἦν κρατῆσαι τῆς παραφροσύνης, ἀλλ’
8. οὐδὲ τὸ ἔμφυτον θερμὸν ἐσβέννυτο, καθάπερ ἐδείξαμεν ἑτέροις
9. οὕτω συμβὰν, ὥστ’ εὐλόγως μηδεμιᾶς διαθέσεως τῶν ἀντιτεταγμένων
10. τῇ παραφροσύνῃ, τὴν ἀναπνοὴν ἀλλοιῶσαι δυνηθείσης,
11. μέγα ταύτῃ καὶ ἀραιὸν τὸ πνεῦμα ἐγένετο. ἐπεὶ
12. δὲ προσγέγραπται τὸ, αὐτίκα ἀνεσπασμένον, τοῦτο ἐπισημήνασθαί
13. με χρὴ νῦν, ἵνα μή τις ὑπολάβοι μέλλειν ἡμᾶς αὐτὸ
14. ῥᾳθύμως παρέρχεσθαι. ἐξηγεῖσθαι δὲ οὐ νῦν καιρὸς, ἀλλ’
15. ἐν τῷ μετὰ ταῦτα λόγῳ σὺν τοῖς ἄλλοις ὁμοίως εἰρημένοις
16. ἐξετασθήσεται· ἐν δέ γε τῷ παρόντι τοὺς ὑπολοίπους ἔτι
17. τρεῖς ἀῤῥώστους προχειρισόμεθα, παραφρονήσαντας μὲν καὶ
18. αὐτοὺς, οὐ μὴν δυσπνοήσαντάς γε τὴν ἰδίαν τῆς παραφροσύνης
1. δύσπνοιαν. διὰ τοῦτ’ ἐπὶ μὲν τοῦ πρώτου γέγραπται, ὑποχονδρίου
2. δεξιοῦ πόνος, φλεγμονὴ ὑπολάπαρος ἐκ τοῦ εἴσω
3. μέρεος, τοῦ πρὸς τὰς φρένας δηλονότι. ἐπὶ δὲ τοῦ δευτέρου,
4. κατὰ τὸ ὑποχόνδριον ἔπαρμα σὺν ὀδύνῃ, καὶ μετ’ ὀλίγον,
5. ὑποχονδρίου πόνος, καὶ αὖθις ἑξῆς, περὶ δὲ κληῗδα ἀριστερὰν
6. πόνος παρέμενεν. ἐπὶ δὲ τοῦ τρίτου τῶν ἀῤῥώστων,
7. γυνὴ δὲ ἦν αὕτη, ὥσπερ καὶ ἡ πρὸ αὐτῆς, κεφαλῆς, φησι,
8. καὶ τραχήλου καὶ στήθεος πόνος ἰσχυρὸς, καὶ μετ’ ὀλίγον, οἱ
9. πόνοι παρέμενον.
⟨
(De difficult. respir.) [n° 059 Fichtner] [GalLat]
De difficultate respirationis
Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1
De difficultate respirationis, 2.10, ed. Kühn, 1824, vol. 7, p. 871-880. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:2.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩