Galenus. De difficultate respirationis (De difficult. respir.) [n° 059 Fichtner] [GalLat]

Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1

De difficultate respirationis, 2.11, ed. Kühn, 1824, vol. 7, p. 880-881. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:2.11

10. Οὗτοι μὲν δὴ οἱ τεσσαρεσκαίδεκα ἄῤῥωστοι
11. ἐκ τοῦ πρώτου τῶν ἐπιδημιῶν εἰσιν, ἐφεξῆς οὕτως ὑφ’ Ἱπποκράτους,
12. ὥσπερ καὶ ἡμεῖς αὐτῶν ἐμνημονεύσαμεν, γεγραμμένοι·
13. ἐν δὲ τῷ τρίτῳ τῶν ἐπιδημιῶν δώδεκα μέν εἰσιν οἱ
14. πρὸ τῆς λοιμώδους καταστάσεως, ἑκκαίδεκα δὲ οἱ μετ’ αὐτὴν,
15. ὁμολογοῦντες ἅπαντες οἷς ἐξ ἀρχῆς ὑπεθέμεθα. καὶ οἶδα
16. σαφῶς, ὅτι παραλιπὼν μὲν αὐτοὺς, καὶ τοῖς βουλομένοις
17. ἐπισκοπεῖσθαι τὴν ἐν ἅπασιν ὁμολογίαν ἐπιτρέψας ἰδίᾳ καὶ
18. καθ’ ἑαυτοὺς ἀναλέγεσθαι τὰς ὑπὸ τοῦ παλαιοῦ γεγραμμένας
1. διηγήσεις, οὐ διὰ τὸ φυλάττεσθαι μακρολογεῖν δόξω τοῦτο
2. δρᾷν, ἀλλὰ διὰ τὸ μὴ δύνασθαι τὰς ἐξ ἀρχῆς ὑποθέσεις ἐν
3. ὅλῳ τῷ λόγῳ διασώζειν· εἰ δὲ πάντας ἑξῆς ἐπίοιμι, φλύαρός
4. τις εἶναι δόξω καὶ ληρώδης, ἃ καὶ καθ’ ἑαυτὸν ἕκαστος ἱκανὸς
5. ἦν ἐξετάζειν, αὐτὸς ταῦτα μάτην παραγράφων. οὐ μὴν δὲ
6. ἀλλ’ εἰ πάντως με χρὴ θάτερον ὑπομεῖναι τῶν ἀτόπων, ἤτοι
7. τὴν ὑποψίαν τῆς μοχθηρίας τῶν δογμάτων, ἢ τὴν μακρολογίαν,
8. εὑρίσκω δὲ τῆς μὲν μακρολογίας παραμυθίας τινὰς, τῆς
9. δ’ ὑποψίας οὐδεμίαν, εὐλογώτερον τὸ περὶ πάντων εἰπεῖν.
10. τίνες οὖν αἱ τῆς μακρολογίας παραμυθίαι; πρώτη μὲν τὸ διὰ
11. ταχέων ἐπιδραμεῖν τῷ λόγῳ τοὺς ἀῤῥώστους, μηκέθ’ ὁμοίως
12. ἐγχρονίσαντα καθ’ ἕκαστον, ἀλλ’ ἢ μόνον ὑπομιμνήσκοντα·
13. δευτέρα δὲ, τοὺς μηδὲ τῶν οὕτω βραχέων ὑπακούειν ἀνεχομένους
14. ὑπερβαίνειν αὐτὰ παρακαλέσαι, μηδὲ γεγράφθαι νομίζοντας.
15. ὡς γὰρ ἐν ἑστιάσει λαμπρᾷ, πολλῶν παρασκευασθέντων,
16. ἄλλος ἄλλο προαιρεῖται, τὸ μὲν ὡς ἡδὺ, τὸ δ’ ὡς
17. ὠφελῆσον, οὕτω χρὴ καὶ τῶν λόγων τὴν μὲν παρασκευὴν εἶναι
18. δαψιλῆ, τὴν δ’ αἵρεσιν ἐπὶ τοῖς χρωμένοις.

Cliquer un n° de page pour en afficher l’image