1. Ὁ μὲν δὴ πρῶτος ἁπάντων ἄῤῥωστος,
2. ᾧ Πυθίων ὄνομα, δῆλός ἐστιν ἐξ αὐτῆς τῆς διηγήσεως οὐδεμίαν
3. ὑπόθεσιν ἔχων δυσπνοίας. ὁ δὲ δεύτερος, Ἑρμοκράτης,
4. ἤρξατό, φησιν, ἀλγέειν κεφαλὴν, ὀσφῦν· ὑποχονδρίου ἔντασις
5. ὑπολάπαρος. οὐ μὴν ὅτι κάτω καὶ πρὸς ὀμφαλὸν ἔῤῥεπεν
6. ἡ τάσις, ἤ ὅτι προμήκης ἦν, ἔτι προσέγραψεν, ᾧ δῆλον, ὅτι
7. πρὸς τῶν φρενῶν φλεγμαινουσῶν ἀνεσπᾶτο τὸ ὑποχόνδριον,
8. καὶ διὰ τοῦτο καὶ ὑπολάπαρον ἐφαίνετο, ὡς ἂν μηδεμίαν οἰκείαν
9. ἔχον φλεγμονήν. οὗτος οὖν εἰ καὶ παρέπαιεν, ἀλλ’ ὑφ’
10. ἑτέρου γε μείζονος ἐνικᾶτο ἡ παραφροσύνη, ὥσπερ οὖν καὶ
11. ἐπὶ τοῦ τρίτου καὶ τετάρτου καὶ πέμπτου καὶ ἕκτου. ἐπὶ
12. μὲν γὰρ τοῦ τρίτου ὑποχονδρίου δεξιοῦ ξύντασις ὑπολάπαρος
13. γέγραπται· ἐπὶ δὲ τοῦ τετάρτου ὑποχόνδριον δεξιὸν συνετάθη,
14. ἔῤῥεπεν εἰς τὰ εἴσω· ἐπὶ δὲ τοῦ πέμπτου τράχηλον ἐπωδύνως
15. εἶχεν· ἐπὶ δὲ τοῦ ἕκτου τῶν ἀῤῥώστων, γυνὴ δὲ ἦν αὕτη,
16. προειπὼν ὁ Ἱπποκράτης, αὕτη ἀρχομένη τοῦ νοσήματος
17. ἤλγει φάρυγγα, καὶ διὰ τέλεος ἔρευθος εἶχεν, γαργαρεὼν
1. ἀνεσπασμένος, ῥεύματα πολλὰ, λεπτὰ, σμικρὰ, δριμέα·
2. ἔβησσε, πέπον δ’ οὐδὲν ἀνῆγε· μετ’ ὀλίγον ἐρεῖ, ἦν δέ τι καὶ
3. ξυγγενικὸν φθινῶδες· ὥστε δήλη κᾀπὶ ταύτης ἡ ἐπικρατοῦσα
4. διάθεσις ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις συστᾶσα. τὴν μέντοι
5. μετὰ ταύτην ἄῤῥωστον διηγούμενος, ἄρχεται τόνδε τὸν
6. τρόπον· ἡ κυναγχικὴ ἡ παρὰ τὰ Ἀριστίωνος· προελθὼν δέ
7. φησι· πνεῦμα μετέωρον· ὃ καὶ αὐτὸ προϊόντος ἐξηγησόμεθα
8. τοῦ λόγου, νυνὶ δὲ τὸ προκείμενον περαντέον. ἐπὶ μὲν τοῦ
9. ὀγδόου ἀῤῥώστου γέγραπται· ὑποχονδρίου ἔντασις ὑπολάπαρος
10. ἐξ ἀμφοτέρων· ἐπὶ δὲ τοῦ ἐννάτου, πόνοι περὶ ὑποχόνδριον.
11. ἀλλ’ αὕτη γε οὐ παρεφρόνησε, τὰς δ’ ἑξῆς δύο γυναῖκας
12. ἐξ ἀποφθορᾶς μέν φησι σχεῖν κακῶς, αἱ διαθέσεις δ’
13. αὐτῶν, ἃς διηγεῖται, τὸ μὲν καθόλου ἀποφάναι φλεγμοναὶ τῶν
14. ὑστερῶν εἰσι, κατὰ μέρος δὲ, ὅσα ταύταις ἕπεται παθήματα.
15. μίαν δ’ ἔτι τὴν λοιπὴν καρδίαν ἀλγῆσαί φησι, μὴ προσθεὶς,
16. ἀσώδης, ἀλλὰ καὶ ἱδρῶσαι ψυχρὸν, καὶ δι’ ὅλου τοῦ νοσήματος
17. φρικώδη γενέσθαι, καὶ καταψυχομένην μεγάλως, καὶ
1. μόγις ἀναθερμαινομένην, ἢ οὐδ’ ὅλως. ὥστε δῆλον ὅτι καὶ
2. αὐτὴ βραχύπνους μὲν ἦν πάντως κατ’ ἀμφοτέρας τὰς διαθέσεις,
3. τήν τε τῆς ὀδύνης καὶ τὴν τῆς καταψύξεως, οὐ μὴν
4. ἠξίωσέ γε οὐδ’ ἐπὶ ταύτης εἰπεῖν περὶ δυσπνοίας ὁ
5. Ἱπποκράτης, ὡς πάνυ σαφοῦς.
⟨
(De difficult. respir.) [n° 059 Fichtner] [GalLat]
De difficultate respirationis
Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1
De difficultate respirationis, 2.12, ed. Kühn, 1824, vol. 7, p. 882-884. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:2.12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩