Galenus. De difficultate respirationis (De difficult. respir.) [n° 059 Fichtner] [GalLat]

Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1

De difficultate respirationis, 2.13, ed. Kühn, 1824, vol. 7, p. 884-887. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:2.13

6. Ἑξῆς δ’ ἐστὶν ἡ λοιμώδης κατάστασις, μεθ’
7. ἣν πάλιν πρῶτον μὲν ἄῤῥωστον γράφει τὸν Πάριον, ἐφ’ ὧ
8. κατὰ τὴν τελευτὴν τοῦ λόγου, ἔνθα τὰ ἐν ὅλῳ τῷ σώματι
9. διηνεκῶς παραμείναντα γράφει, πρόσκειται καὶ τοῦτο· μετὰ
10. πόνων ἄγρυπνος· δεύτερον δὲ τὸν ἐν Θάσῳ, περὶ οὗ φησι,
11. βῆχες δὲ συνεχέες, ὑγραὶ, πολλαί· τρίτος δέ ἐστι Πυθίων,
12. ὃν ἐξηγήσασθαι φθάνομεν, καὶ τέταρτος ὁ φρενιτικὸς,
13. καὶ πέμπτος ὁ ἀρξάμενος ἐξαίφνης τὸν δεξιὸν μηρὸν ἀλγεῖν,
14. τοῦ ῥεύματος δ’ εἰς τὰ κατὰ τὴν κεφαλὴν ἐπανελθόντος, εὐθύς
15. μὲν παραφρονήσας, εὐθὺς δὲ καὶ ἀποθανὼν, ὁμοίως τῷ
16. κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν, ἀρξαμένῳ, ἀρξαμένῳ μὲν ἀπὸ τοῦ κατὰ
17. τὸν μέγαν δάκτυλον πόνου, δευτεραίῳ δὲ ἀποθανόντι· ὥστε
18. οὐδ’ ἐπὶ τούτοις περὶ δυσπνοίας ὅλως οὐδὲν ἔγραψε, δι’ ἃς 
1. ἐπ’ ἐκείνου φθάνομεν αἰτίας εἰρηκέναι. ὁ δ’ ἕκτος οὔτε παρεφρόνησεν
2. οὔτ’ ἄλλη τινὰ ἔσχε διάθεσιν δυσπνοίας ποιητικήν.
3. ὁ δ’ ἕβδομος ἄῤῥωστος ἡ παρθένος ἐστὶν, ἡ διὰ τὸ πλῆθος
4. τοῦ αἵματος ἐνοχληθεῖσα τὴν κεφαλὴν οὕτως, ὡς ἐν τῷ πρώτῳ
5. τῶν ἐπιδημιῶν ὁ ἕβδομος γεγραμμένος, αἱμοῤῥαγήσας ἐκ ῥινῶν·
6. ὥσθ’ ὅσα φθάνομεν εἰρηκότες ὑπὲρ ἐκείνου, ταῦτα κᾀνταῦθα
7. μεταφερέσθω. ὁ δ’ ὄγδοος ἄῤῥωστος Ἀναξίων ἐστὶν,
8. ὃν διὰ τὸν ἔμπροσθεν ἐξηγσάμεθα. ὁ δ’ ἔννατος, τῇ τε
9. παρθένῳ καὶ τῷ αἱμοῤῥαγήσαντι ἐκείνῳ τῷ ἐκ τοῦ πρώτου
10. τῶν ἐπιδημιῶν παραπλήσιον ἔσχε τῆς ὅλης νόσου τὴν ὑπόθεσιν.
11. ὁ δὲ δέκατος, ὅσπερ ἐστιν ὁ ἐν Ἀβδήροις Νικόδημος,
12. παρέπαισε μὲν ἅπαξ ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν, εἶτα εἰκοσταῖος
13. κριθεὶς ἱδρῶτι, καὶ δόξας ἀπύρετος γενέσθαι, αὖθις ἀνεπύρεξε
14. καὶ αὖθις μικρὰ παρέκρουσε. γράφει δ’ ἐπ’ αὐτοῦ καὶ τάδε·
15. οἱ δὲ παροξυσμοὶ καὶ οἱ πόνοι τούτῳ διὰ τέλεος· τίνων
16. πόνοι; τάχ’ ἄν τις ἔροιτο. καρδιαλγικὸν μὲν εὐθὺς κατ’
17. ἀρχὰς ἔφησεν αὐτὸν γενέσθαι, μικρὸν δὲ προελθὼν, πόνοι
18. πάντων ἔγραψε. ταῦτ’ ἄρα καὶ ἡ παραφροσύνη μικρὰ
1. καὶ ὀλιγοχρόνιος γενομένη, τὴν ἀναπνοὴν οὐκ ἠλλοίωσε. εἶθ’
2. ἑξῆς ἐστι τὸ γύναιον τὸ ἐκ τῆς λύπης ἀρξάμενον, ἐφ’ ᾧ γράφει·
3. πόνοι μεγάλοι συνεχεῖς, ἀλλὰ καὶ σπασμοὶ πολλοί, φησι.
4. γράφει δ’ ἐν ἀφορισμοῖς περὶ σπασμῶν ὧδε· ἐν τοῖσι πυρετοῖσι
5. τὸ πνεῦμα προσκόπτον, κακὸν, σπασμὸν γὰρ σημαίνει·
6. καὶ τοίνυν καὶ τὸ τῆς δυσπνοίας εἶδος τῇ γυναικὶ ταύτῃ, τὸ
7. μέν τι κατὰ τὰς ὀδύνας, τὸ δέ τι κατὰ τοὺς σπασμοὺς ἐγένετο·
8. διὰ τοῦτ’ οὖν καίτοι παραφρονήσασα, μέγα καὶ ἀραιὸν οὐκ
9. ἔσχεν, οἷα νικηθὲν ὑφ’ ἑτέρων δυοῖν ἰσχυροτέρων διαθέσεων.
10. μετὰ ταῦτα δὲ ἡ ἐν Λαρίσσῃ παρθένος, ἡ δωδεκάτη μετὰ τὴν
11. λοιμώδη κατάστασιν γεγραμμένη, διὰ πλῆθος αἵματος νοσήσασα,
12. καὶ κριθεῖσα τῇ τε διὰ ῥινῶν αἱμοῤῥαγίᾳ καὶ ἱδρῶτι
13. καὶ γυναικείοις τότε πρῶτον ἐπιφανεῖσιν, οὐδεμίαν ἔσχε κατασκευὴν
14. δυσπνοίας οὐδεμιᾶς. τῷ δὲ μετὰ ταῦτα Ἀπολλωνίῳ
15. τῷ ἐν Ἀβδήροις ὑποχονδρίου δεξιοῦ, φησιν, ἔπαρμα σὺν
16. ὀδύνῃ· ἀλλὰ καὶ ὅτι διὰ παντὸς ἦν μεγαλόσπλαγχνος καὶ
17. συνήθης αὐτῷ περὶ τὸ ὑποχόνδριον ὑπῆρχεν ὀδύνη, καὶ τοῦτ’
1. ἐν ἀρχῇ γέγραπται τῆς διηγήσεως. οὐδὲν οὖν θαυμαστὸν, εἰ
2. καὶ παρεφρόνησε, μὴ δυσπνοῆσαι κατὰ τὸ τῆς παραφροσύνης
3. εἶδος αὐτὸν, οὕτως μεγάλην διάθεσιν ὀδυνηρὰν ἐν ὑποχονδρίῳ
4. κεκτημένον. ἑξῆς δὲ τούτου ἡ ἐν Κυζίκῳ τὰς διδύμους θυγατέρας
5. τεκοῦσά ἐστιν, ὑπὲρ ἧς ὡδί πως ἔγραψε· κεφαλῆς καὶ
6. τραχήλου βάρος μετ’ ὀδύνης, ὥστε καὶ ἡ δύσπνοια κατὰ τοῦτο.
7. λοιποὶ δ’ ἐπὶ ταύτῃ δύο εἰσὶν ἄῤῥωστοι κατὰ τὸ τρίτον τῶν
8. ἐπιδημιῶν, ἡ Δεάλκους γυνὴ καὶ ὁ ἐν Μελιβοίῃ νεανίσκος,
9. ἀμφότεροι παραφρονήσαντές τε καὶ μέγα καὶ ἀραιὸν
10. ἔχοντες τὸ πνεῦμα, περὶ ὧν ἔμπροσθεν αὐτάρκως διελέχθη.
11. ἀλλ’ ἐπεὶ καὶ τοῦθ’ ἡμῖν τὸ βιβλίον ἱκανὸν ἤδη μέγεθος ἔχει,
12. περὶ τῶν λοιπῶν ἁπάντων, ὅσα περὶ δυσπνοίας εἴρηται τῷ
13. παλαιῷ, διὰ τοῦ μετὰ ταῦτα σκεψόμεθα.

Cliquer un n° de page pour en afficher l’image