15. Πρῶτον οὖν, ὅπερ ἀεὶ διαφυλάττειν ἀξιοῦμεν
16. οἷς ἂν ἀλήθεια σπουδάζηται, τὸ μηδὲν ἀποκρύπτεσθαι
17. τῶν ἐναργῶς φαινομένων, μηδ’ ἂν ὅτι μάλιστα τὸν τῆς αἰτίας
1. λογισμὸν ἀπορώτατον ἔχῃ, τοῦτ’ ἐπαινεῖν Ἱπποκράτην ἄξιον
2. ἔν τε τοῖς ἄλλοις ἅπασι καὶ τοῖς περὶ δυσπνοίας λόγοις οὐχ
3. ἥκιστα. τὸ γὰρ ἀραιὸν καὶ μέγα πνεῦμα μυρίοις μὲν τῶν
4. παραφρονούντων ὁσημέραι φαίνεται συμπίπτειν, ὅσοι δ’ οὐ
5. δύνανται τῶν σοφιστῶν εἰπεῖν αὐτοῦ τὴν αἰτίαν, οὗτοι
6. δ’ εἰσὶν, ὡς ἔμπροσθεν ἐδείξαμεν, οἱ τὴν ἀναπνοὴν
7. ἀπροαίρετόν τε καὶ φυσικὸν ἔργον ὑπειληφότες, οὐδὲ γίγνεσθαί
8. φασιν οὐδέποτε τοιοῦτον εἶδος δυσπνοίας, ἐξ ὧν περὶ
9. τῆς αἰτίας ἀποροῦσιν, ἐκ τούτων τὴν οὐσίαν τοῦ πράγματος
10. ἀνατρέπειν τολμῶντες, δέον οὐ ταύτην, ἀλλὰ τὴν αὑτῶν
11. μοχθηρὰν ὑπόληψιν ἀνατρέψαντας αὐτὰ τὰ συμπίπτοντα
12. τοῖς νοσοῦσι παραφυλάττειν, ὡς Ἱπποκράτης ἐποίει. τουτωῒ
13. γάρ, φησι, πνεῦμα διὰ τέλεος, ὥσπερ ἀνακαλουμένῳ, ἀραιὸν
14. καὶ μέγα. τουτωῒ, Φιλίσκῳ δηλονότι, τῷ πρώτῳ γεγραμμένῳ
15. μετὰ τὰς τρεῖς καταστάσεις ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν,
16. ἆρ’ οὖν τούτῳ μόνῳ τὸ πνεῦμα μέγα καὶ ἀραιὸν, ἢ
17. καὶ ἄλλοις τισὶν Ἱπποκράτης ἐθεάσατο γιγνόμενον; οὐ τούτῳ
18. μόνον, ἀλλὰ καὶ ἄλλοις τε πολλοῖς καὶ τῷ μετὰ ταῦτα γεγραμμένῳ,
1. Σιληνῷ τοὔνομα. διελθὼν γὰρ καὶ περὶ τούτου
2. πάνθ’ ὅσα συνέπεσεν αὐτῷ νοσοῦντι, κατ’ αὐτὴν τοῦ λόγου
3. τὴν τελευτὴν ταῦτα γράφει. ἐξ ἀρχῆς τούτῳ καὶ διὰ τέλεος
4. πνεῦμα ἀραιὸν, μέγα. αὖθις δ’ ἐν τοῖς ἑξῆς ἀῤῥώστοις,
5. τὴν Δρομάδεώ, φησι, γυναῖκα τεκοῦσαν, καὶ τῶν
6. ἄλλων γενομένων πάντων κατὰ λόγον, δευτεραίην ἐοῦσαν
7. ῥῖγος ἔλαβεν. εἶτα μικρὸν προελθών φησι· πνεῦμα
8. ἀραιὸν, μέγα. τοῦτο μὲν οὖν εὐθὺς ἐν τῇ πρώτῃ τῶν
9. ἡμερῶν ἔγραψεν οὕτως, αὖθις δὲ περὶ τῆς στ΄ διαλεγόμενος
10. ὡδὶ γράφει· ἕκτῃ πρωῒ ἐπεῤῥίγωσε, ταχὺ διεθερμάνθη,
11. ἵδρωσεν διόλου. ἄκρεα ψυχρά. παρέκρουσε. πνεῦμα
12. ἀραιὸν, μέγα. ἐν μὲν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἑκκαίδεκα
13. τοὺς πάντας ἀῤῥώστους Ἱπποκράτης γράψας, τετράκις
14. φαίνεται μνημονεύων ἀραιοῦ καὶ μεγάλου πνεύματος.
15. οἱ γενναῖοι δ’ ἡμῖν οὗτοι σοφισταὶ τὴν ἀρχὴν οὐδὲ ἑωρακέναι
16. φασὶν οὐδένα μέγα καὶ ἀραιὸν ἀναπνέοντα. (ἢ) ἀλλ’
17. ἴσως μὲν τοῦτο αὐτοῖς πιστευτέον. οὐ γὰρ ἑωράκασιν οὔτε
18. ταύτης οὔτ’ ἄλλης δυσπνοίας διαφορὰν οὐδεμίαν, ὅτι μηδὲ
1. τοὺς ἀῤῥωστοῦντας αὐτοὺς ὁρῶσιν, ἀλλ’ ἔνδον καθέζονται,
2. μοχθηρὰ σοφίσματα συντιθέντες.
⟨
(De difficult. respir.) [n° 059 Fichtner] [GalLat]
De difficultate respirationis
Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1
De difficultate respirationis, 2.2, ed. Kühn, 1824, vol. 7, p. 826-829. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:2.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩