Galenus. De difficultate respirationis (De difficult. respir.) [n° 059 Fichtner] [GalLat]

Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1

De difficultate respirationis, 2.3, ed. Kühn, 1824, vol. 7, p. 829-832. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:2.3

3. Ἆρ’ οὖν ἔτι καὶ τῶν ἄλλων ἀῤῥώστων
4. μνημονευτέον ἡμῖν ἐστιν, οὓς ἐν τοῖς ἄλλοις βιβλίοις τῶν ἐπιδημιῶν
5. ἔγραψεν μέγα καὶ ἀραιὸν ἀναπνέοντας; ἢ πρὸς μὲν
6. τὴν τοῦ νῦν προκειμένου πίστιν ἀρκεῖ μὲν ταῦτα; φαίνεται
7. γὰρ ὁ ὑπὸ πάντων ἰατρῶν Ἱπποκράτης ὡμολογημένος εἰς τὴν
8. τῶν συμβαινόντων τοῖς νοσοῦσι τήρησιν ἐπιμελέστατος γεγονέναι,
9. πολλοὺς ἑωρακὼς οὕτως ἀναπνέοντας. ἐν δὲ τῷ μετὰ
10. ταῦτα λόγῳ καὶ ἄλλων τινῶν ἀῤῥώστων ἀναγκαῖον ἡμῖν ἐστι
11. μνημονεῦσαι μέγα καὶ ἀραιὸν ἀναπνευσάντων, οὓς ἐν τοῖς ἑξῆς
12. βιβλίοις ἔγραψεν ὁ Ἱπποκράτης· ἀλλ’ οὐκ εἰς πίστιν ἔσται τοῦ
13. νῦν προκειμένου, τοῦτο μὲν γὰρ ἤδη δῆλον, ἀλλ’ εἰς ἑτέρων
14. τινῶν ἐν τῷ κατ’ αὐτοὺς λόγῳ περιεχομένων ζητημάτων ἐξήγησιν,
15. ἐν παρέργῳ δὲ καὶ ἡ πίστις τοῦ πολλοὺς οὕτως ἀναπνεῖν
16. αὐξηθήσεται. τίνος οὖν διαθέσεως ἡ τοιαύτη δύσπνοια
17. γνωριστική; οὐδεμιᾶς ἄλλης, ὅτι μὴ παραφροσύνης. 
1. διὰ τίνα τὴν αἰτίαν, ἐν μὲν τῷ προτέρῳ λόγῳ σαφῶς δέδεικται,
2. ὑπομνήσεως δ’ ἕνεκα καὶ νῦν εἰρήσεται διὰ βραχέων. τῷ γὰρ
3. ὄντι παραφροσύνης ἴδιον σύμπτωμα μεγάλην τε καὶ ἀραιὰν,
4. ὅπερ ἐστὶ διὰ πολλοῦ τοῦ χρόνου, τὴν ἀναπνοὴν ποιεῖσθαι.
5. τί γὰρ ἔδει πλέον εἰσπνεῖν, μὴ δεόμενον πλέονος; ἢ τί διὰ
6. πολλοῦ χρόνου, παρὸν δι’ ἐλάττονος; ὅτι δ’ οὐ δέονται
7. πλέονος ἀέρος οἱ μέγα τε καὶ ἀραιὸν εἰσπνέοντες, ἡ ἀραιότης
8. κατηγορεῖ. πάντως γὰρ ἂν ἠπείγοντο συνεχέστερον εἰσπνεῖν,
9. εἴπερ ἐδέοντο πλέονος· τὸ δ’ ἡσυχάζειν εἰς μακρὸν σημεῖόν
10. ἐστι τοῦ μὴ δεῖσθαι πολλοῦ. ἀλλ’ ἔοικεν ἄμφω ταῦτα οἷον
11. ἐπιλανθανομένου τῆς ἐνεργείας εἶναι παθήματα. τὸ γὰρ ἄμετρον
12. μὲν ποιήσασθαι τὴν ὁλκὴν τοῦ πνεύματος, ἄμετρον δὲ
13. τὴν ἡσυχίαν, οὔθ’ ὅπου καταπαῦσαι χρὴ τὴν ἐνέργειαν εἰδότος
14. ἐστὶν οὔθ’ ὅτε πάλιν ἄρξασθαι, ἀλλ’ ἐν ἀμφοτέροις τὸ
15. μέτρον ὑπερβαίνοντος ἀγνοίᾳ τοῦ προσήκοντος. ὡς οὖν
16. ἀμίδα πολλάκις αἰτήσαντες, ἵν’ οὐρήσωσιν, οἱ παραφρονοῦντες
17. ἐπελάθοντο ἐν τῷ μεταξὺ, εἶτ’ οὐκ ἂν οὐρήσαιεν, εἰ μὴ
1. ὑπομνήσει τις, οὕτως ἐπειδὴ καὶ τὸ ἀναπνεῖν ψυχικόν ἐστιν
2. ἔργον, βέβλαπται δ’ αὐτοῖς ὁ λογισμὸς, ἐπιλησμονέστεροι
3. περί τε τὰς ἐνεργείας αὐτὰς καὶ περὶ τὰ διαλείμματα αὐτῶν
4. γίγνονται. ἀμφότερα οὖν ἐν πολλῷ χρόνῳ ποιοῦντες, καὶ
5. τὰς ἐνεργείας καὶ τὰς ἡσυχίας, μέγεθος οὕτω καὶ ἀραιότητα
6. περὶ τὴν ὅλην ἀναπνοὴν ἐργάζονται. ἆρ’ οὖν ἡμεῖς μὲν οὕτω
7. φαμὲν, Ἱπποκράτης δ’ ἄλλως ἐγίγνωσκεν; ἢ κᾀκεῖνος ἐν
8. προγνωστικῷ τόνδε τὸν τρόπον ἔγραψεν; μέγα δὲ ἀναπνεόμενον
9. καὶ διὰ πολλοῦ χρόνου, παραφροσύνην σημαίνει. ὃ
10. γὰρ ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἀραιὸν ὠνόμασε, τοῦτ’ ἐν
11. τῷ προγνωστικῷ διὰ πολλοῦ κέκληκε, εἰς λόγον μεταβαλὼν
12. τοὔνομα. καὶ γὰρ οὖν κᾀπὶ τῶν ἀῤῥώστων ἐκείνων, οἷς
13. μέγα καὶ ἀραιόν φησι γίγνεσθαι τὸ πνεῦμα, πρὸς τοῖς ἄλλοις
14. συμπτώμασι καὶ παραφροσύνην γράφει, ἐπὶ μὲν τοῦ πρώτου
15. πάντων τοῦ Φιλίσκου τόνδε τὸν τρόπον. νύκτα δύσφορος,
16. οὐκ ἐκοιμήθη, πάντα παρέκρουσε. οὕτως μὲν ἐν τῇ
17. τῆς τρίτης ἡμέρας διηγήσει. ἐν δὲ τῇ τῆς πέμπτης πάλιν·
18. ὕπνοι σμικροὶ, λόγοι, λῆρος. ἐπὶ δὲ τοῦ δευτέρου
1. τῶν ἀῤῥώστων, ᾧ Σιληνὸς ἦν ὄνομα, ἐν μὲν τῇ τῆς δευτέρας
2. ἡμέρας διηγήσει, σμικρὰ παρέκρουσέ, φησιν, ἐν δὲ
3. τῇ τῆς τρίτης, λόγοι πολλοὶ, γέλως, ᾠδὴ, κατέχειν οὐκ
4. ἠδύνατο. εἶτ’ ἐπιφέρων ἐρεῖ, τετάρτη διὰ τῶν αὐτῶν.
5. Φιλίσκος μὲν δὴ καὶ Σιληνὸς ὅτι παρεφρόνησαν, οὕτως
6. ἐμνημόνευσεν. ἐπὶ δὲ τῆς Δρομάδεω γυναικὸς, καὶ γὰρ
7. καὶ ταύτην ἀραιὸν καὶ μέγα ἀναπνεῦσαί φησι, τόνδε τὸν
8. τρόπον ἔγραψε. περὶ μέσης ἡμέρης πολλὰ παρέκρουσε,
9. καὶ πάλιν ταχὺ σμικρὰ κατενόει. οὕτως μὲν οὖν ἐν τῇ
10. πέμπτῃ τῶν ἡμερῶν. εἶτα ἐπιφέρει· νυκτὸς ἐπεκοιμήθη,
11. παρέκρουσε. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὰ διὰ τῆς
12. ἕκτης ἡμέρας γενόμενα γράφων ὧδέ πώς φησι· ἄκρεα
13. ψυχρὰ, παρέκρουσεν. οὕτω μὲν οὖν ἐν τῷ πρώτῳ τῶν
14. ἐπιδημιῶν, ἔνθα μεγάλου καὶ ἀραιοῦ πνεύματος, ἐνταῦθα
15. καὶ παραφροσύνης μνημονεύει· κατὰ δὲ τὸν αὐτὸν τρόπον
16. καὶ διὰ τῶν ἑξῆς βιβλίων ἡμᾶς ὑπομιμνήσκει, μηδαμοῦ
17. μεγάλου καὶ ἀραιοῦ πνεύματος μνημονεύων, ὅπου μη
18. μεγάλης παραφροσύνης.

Cliquer un n° de page pour en afficher l’image