7. Ἱπποκράτης οὖν αὐτὸς οἶδε σαφῶς οὐκ ἐξ
8. ἀνάγκης ὑπάρχειν ἅπασι τοῖς παραπαίουσι τὸ μέγα καὶ ἀραιὸν
9. πνεῦμα, οὐ μὴν μάχεταί γε τοῦτο τῇ περὶ τῆς τοιαύτης δυσπνοίας
10. ἀποφάνσει. τὸ μὲν γὰρ ἀραιὸν καὶ μέγα παραφροσύνης
11. ἴδιον, καὶ διὰ τοῦτ’ ἐξ ἀνάγκης αὐτὴν δηλώσει· οὐ μὴν
12. εἰ παραφρονεῖ τις, μέγα καὶ ἀραιὸν ἐξ ἀνάγκης ἀναπνεῖ.
13. οὐ γὰρ ἀχώριστον, ἀλλὰ ἴδιον ἔφαμεν εἶναι παραφροσύνης
14. τὸ ἀραιὸν καὶ μέγα πνεῦμα, καθάπερ τὸ γεωμετρεῖν,
15. τὸ τεκταίνεσθαι, τὸ φιλοσοφεῖν, τὸ ῥητορεύειν καὶ ἄλλα μυρία,
16. ὧν ἕκαστον οὐδενὶ μὲν ὑπάρχει τῶν ἄλλων ζώων, ὅτι
17. μὴ ἀνθρώπῳ μόνῳ, καὶ διὰ τοῦτο ἴδιον αὐτοῦ λέγεται, οὐ
1. μὴν ἀχώριστόν γέ τι, καθάπερ τὸ λογικόν. οὐ γὰρ πᾶν ἴδιον
2. εὐθὺς καὶ ἀχώριστον. ὥσπερ δὲ ταῦθ’ ἡμᾶς ἡ λοιδορουμένη
3. πρὸς αὐτῶν ἐδίδαξεν διαλεκτικὴ, οὕτως καὶ ὅτι τὸ τοιοῦτον
4. ἀξίωμα, εἰ μέγα καὶ ἀραιὸν ἀναπνεῖ, παραφρονεῖ, οὔτε ταὐτόν
5. ἐστι τῷ, εἰ παραφρονεῖ, μέγα καὶ ἀραιὸν ἀναπνεῖ, οὔτ’
6. ἀναγκαῖον αὐτὰ συναληθεύεσθαι. οὐ γὰρ ἀντιστρέφει πρὸς
7. ἄλληλα ταῦτα, ἀλλὰ μόνον ἀναστρέφει. ὡς οὖν οὐδεὶς Ὀλύμπια
8. νικῆσαι δύναται μὴ πολλῷ πρότερον γυμνασάμενος, οὕτως
9. οὐδὲ τῆς ἐν τοῖς λόγοις ἀληθείας ἐπιβοηθὸς γενέσθαι μὴ
10. μαθὼν τὰ κᾀν τούτοις παλαίσματα. καὶ ὥσπερ οὐδὲ πεσεῖν
11. εὐσχημόνως ἴσασιν οἱ παντάπασιν ἀμαθεῖς παλαισμάτων, ἀλλ’
12. ἔσθ’ ὅτε κατὰ τῆς γῆς ὕπτιοι κείμενοι κρατοῦσι καὶ ἄγχουσι
13. καὶ οὐ μεθιᾶσι, τὸν αὐτὸν, οἶμαι, τρόπον οἱ ἀμαθεῖς τῆς ἐν
14. τοῖς λόγοις τέχνης, ἐναργῶς πεπτωκότες πολλάκις αἴσχιστον
15. πτῶμα, τοσαῦτα δέουσιν αἰδεῖσθαι, ὥστε καὶ νενικηκέναι νομίζουσιν·
16. ὥσπερ καὶ ὁ τὸν παραφρονοῦντα δεικνύων μικρὸν
17. ἀναπνέοντα, κᾄπειτα νομίζων ἐξηλέγχθαι διὰ τούτου τοῦ
1. φαινομένου τὴν Ἱπποκράτους ἀπόφανσιν. οὗτος γοῦν αἴσχιστον
2. πτῶμα πεσὼν, ᾤετο καταβεβληκέναι. πῶς γὰρ οὐκ αἴσχιστα,
3. ἅμα μὲν εὑρεθῆναι μηδὲν τῶν Ἱπποκράτους ἀνεγνωκότα,
4. καὶ διὰ τοῦτο οἴεσθαι κενῶς εἰρῆσθαι τὰ πάλιν πρὸς
5. ἐκείνου γεγραμμένα· ἅμα δὲ μηδὲ συνιέναι τῶν λεγομένων,
6. ἀλλὰ παρακούειν τε καὶ ταὐτὸν εἶναι νομίζειν τὸ μέγα καὶ
7. ἀραιὸν πνεῦμα παραφροσύνης εἶναι γνώρισμα τῷ πάντως
8. ἕπεσθαι παραφροσύνῃ τὴν εἰρημένην δύσπνοιαν; εἶτα τί θαυμαστόν
9. ἐστιν, ἐν τοῖς τῶν ἰάσεων λογισμοῖς τυφλώττειν τοὺς
10. μηδὲ τὰ οὕτω σμικρὰ γιγνώσκοντας; ἀλλ’ ἤρτηται δηλονότι
11. τὰ σμικρὰ ταῦτα ἐξ ἑτέρων σμικρῶν μὲν καὶ αὐτῶν, ὀλιγωρηθέντων
12. δ’ αὐτοῖς. τὸ γὰρ ἀγνοῆσαι, τίς δύναμις ἐπιτροπεύει
13. τὴν ἀναπνευστικὴν ἐνέργειαν, ἀρχὴ τῶν τοιούτων σφαλμάτων·
14. ἠγνοήθη δ’ ἐκεῖνο, διότι προηγνοήθη, πόθεν χρὴ
15. πορίζεσθαι ταῖς ἀποδείξεσι τὰς προτάσεις. τούτου γάρ τοι
16. τοῦ παλαίσματος οἱ μὲν ἀγύμναστοι γενηθέντες, οἱ δὲ τελέως
17. ἀμαθεῖς, τὰ τηλικαῦτα πίπτουσι πτώματα· καὶ ἡμῖν ἐν
18. ἑτέροις ἀποδέδεικται, καὶ μάλιστ’ ἐν τῷ δευτέρῳ περὶ μυῶν
1. κινήσεως, ὅτι τοῖς ἀπροαίρετον εἰποῦσιν ἔργον εἶναι τὴν ἀναπνοὴν,
2. ἐκ τοῦ μὴ δυνηθῆναι παρὰ τῆς οὐσίας αὐτῆς τοῦ
3. πράγματος πορίσασθαι τὰς εἰς τὴν ἀπόδειξιν προτάσεις,
4. ἀλλὰ τοῖς ἄλλοις ὡς συμβεβηκὸς ἀκολουθῆσαι, σφαλῆναι συνέπεσεν.
5. ἀλλὰ καὶ Ἱπποκράτης γε ὁ τὴν φύσιν μὲν αὐτὴν ὁρῶν
6. τῶν πραγμάτων, ὑπερορῶν δὲ τῶν ἄλλων ὡς συμβεβηκότων,
7. ἐν μὲν τῷ καθόλου βεβαίως ἀπεφήνατο διὰ τοῦ προγνωστικοῦ·
8. μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου, παραφροσύνην
9. σημαίνει· κατὰ μέρος δὲ διὰ τῶν ἐν τοῖς νοσήμασι
10. φαινομένων ἐβασάνισε τὸν λόγον ἐσχάταις εἰς ἀκρίβειαν βασάνοις,
11. ἃς, οἶμαι, θαυμάσειεν, εἴ τις ἐθελήσειεν προσέχειν τὸν
12. νοῦν τοῖς λεγομένοις· μαθήσεται γὰρ, ὅτι παραφροσύναις
13. μὲν ἁπάσαις ἕπεται μέγα καὶ ἀραιὸν πνεῦμα κατὰ τὸν ἴδιον
14. αὐτῶν λόγον, οὐ μήν γε τοῖς παραφρονοῦσιν ἅπασιν, ἀλλὰ
15. μόνοις ἐκείνοις, ὅσοι μὴ δι’ ἄλλην τινὰ διάθεσιν μείζονα τῆς
16. παραφροσύνης ἑτέρως ἠλλοιωμένην ἔχουσι τὴν ἀναπνοήν.
17. συγχωρησάτω δέ μοι πρότερον μιᾶς ἀῤῥώστου γυναικὸς προσθεῖναι
18. διήγησιν, ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν γεγραμμένης,
19. εἰς ἀπόδειξίν τε ἅμα τῶν ἤδη προειρημένων εὕρεσίν
1. τε τῶν νυνὶ προκειμένων. ἄρχεται μὲν οὖν τοῦ περὶ αὐτῆς
2. λόγου τόνδε τὸν τρόπον· ἐν Θάσῳ Δεάλκους γυναῖκα, ἣ
3. κατέκειτο ἐπὶ τοῦ Ληΐου, πυρετὸς φρικώδης, ὀξὺς, ἐκ λύπης
4. ἔλαβεν, ἐξ ἀρχῆς δὲ περιεστέλλετο, καὶ διὰ τέλεος ἀεὶ σιγῶσα,
5. ἐψηλάφα, ἔτιλλεν, ἔγλυφεν, ἐτριχολόγει, δάκρυα καὶ πάλιν
6. γέλως, οὐκ ἐκοιμᾶτο, ἀπὸ κοιλίης ἐρεθισμὸς, οὐδὲν διῄει,
7. σμικρὰ ὑπομιμνησκόντων ἔπινεν, οὖρα σμικρὰ, λεπτὰ, οὐκ
8. ἔχοντα ὑπόστασιν, πυρετοὶ πρὸς χεῖρα λεπτοὶ, ἀκρέων ψύξις·
9. ἐννάτῃ πολλὰ παρέλεγε, καὶ πάλιν ἐνιδρύνθη σιγῶσα. οὐκοῦν
10. ὅτι μὲν ἐξ ἀρχῆς τε καὶ διὰ τέλους αὕτη παρεφρόνει, μεμαθήκαμεν·
11. οὐδὲ γὰρ ἕν τι παραφροσύνης εἶδος αὐτῇ συνέπεσεν,
12. οὐδὲ τὸ τυχὸν, ἀλλὰ πολλά τε καὶ ἰσχυρὰ, τὰ μὲν σιωπώσῃ,
13. τὰ δὲ φθεγγομένῃ, καὶ τὰ μὲν μετὰ δακρύων, τὰ δέ γε μετὰ
14. γέλωτος. ἀκούσωμεν δ’ ἑξῆς καὶ τοῦ Ἱπποκράτους, οἷόν τι
15. δυσπνοίας εἶδος αὐτῇ γενέσθαι φησί. γράφει δὲ ὧδε· τεσσαρεσκαιδεκάτῃ
16. πνεῦμα ἀραιὸν, μέγα, διὰ χρόνου, καὶ πάλιν
17. βραχύπνοος. ἐνταῦθα μέν γε σαφῶς πάλιν κατ’ ἀντίθεσιν ἡ
1. βραχύπνοος εἴρηται τῇ μέγα καὶ ἀραιὸν ἐχούσῃ πνεῦμα, καὶ
2. οὐδεὶς ἂν ἔτι, οὐδ’ εἰ παντάπασιν εἴη σκαιότατος, ἀπορήσειεν,
3. ὅτι μὴ πᾶσι τοῖς παραφρονοῦσιν ὁ Ἱπποκράτης ἀραιὰν
4. καὶ μεγάλην γίγνεσθαί φησι τὴν ἀναπνοήν. ἐπὶ γοῦν μιᾶς
5. καὶ τῆς αὐτῆς γυναικὸς τῶν δυσπνοιῶν ἑκατέρων ἐφεξῆς μέμνηται,
6. καὶ μικρὸν ἔτι προελθὼν ὧδέ πως γράφει· εἰκοστῇ
7. λόγοι πολλοὶ, καὶ πάλιν ἱδρύνθη, ἄφωνος, βραχύπνοος.
8. εἶτα εἰπὼν, μιῇ καὶ εἰκοστῇ ἀπέθανεν, ἐπὶ τέλει τοῦ παντὸς
9. λόγου τάδε προσγέγραφεν· ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιὸν,
10. μέγα, ἀναισθήτως πάντων εἶχεν, ἀεὶ περιεστέλλετο.
⟨
(De difficult. respir.) [n° 059 Fichtner] [GalLat]
De difficultate respirationis
Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1
De difficultate respirationis, 2.5, ed. Kühn, 1824, vol. 7, p. 837-842. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:2.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩