11. Δῆλος οὖν ἐστιν ὁ Ἱπποκράτης ἐξ ἁπάντων
12. ὧν παρεθέμεθα ποτὲ μὲν τὸ μέγα καὶ ἀραιὸν πνεῦμα τοῖς
13. παραφρονοῦσι γιγνόμενον εἰδὼς, ποτὲ δὲ τὸ ἐναντίον αὐτοῦ,
14. ποτὲ δ’ ἀμφότερα κατὰ τὸν αὐτὸν ἄνθρωπον ἐν μέρει συμπίπτοντα.
15. καί σοι νομίζω δείξειν, ἂν προσέχῃς τὸν νοῦν καὶ
16. μὴ παρέργως ἀκούῃς τῶν λεγομένων, ἐν αὐτοῖς οἷς ἔγραψεν
17. ἀῤῥώστοις, ἐνδεικνυμένην αὐτῷ ἑκάστης τῶν προειρημένων
18. διαφορῶν τὴν αἰτίαν. ἄρξομαι δ’ ἀπὸ τῆς ὑστάτης ἡμῖν
1. παραγραφείσης ἀῤῥωστίας τῆς Δεάλκους γυναικὸς, ἐφ’ ἧς
2. ἅπαντα συμπληρώσας τὸν λόγον, εἶθ’ ὥσπερ εἴωθεν ἀναλαμβάνων
3. ἐν ὀλίγῳ τὰ συνέχοντα κεφάλαια ταυτὶ γράφει· ταύτῃ
4. διὰ τέλεος πνεῦμα ἀραιὸν, μέγα, ἀναισθήτως πάντων εἶχεν.
5. ἓν γὰρ τῶν πάντων καὶ ἡ τῆς ἀναπνοῆς χρεία, ἧς καὶ αὐτῆς
6. ὠλιγώρει μέχρι πλείονος, ὅτι μηδὲν ᾐσθάνετο, κᾀν τούτῳ μακρᾶς
7. ἡσυχίας ἀποτελουμένης, ἀραιὸν ἐγένετο τὸ πνεῦμα, τότε
8. πρῶτον ἐπὶ τὴν ἐνέργειαν ἐξορμώσης τῆς προαιρέσεως, ἡνίκα
9. πλησίον ὀλέθρου καὶ πνίξεως ἀφικνῆται. ὥσπερ δὲ οὐκ ἔπινεν
10. αὐτάρκως ἡ ἄνθρωπος αὕτη· μικρὰ γάρ, φησι, ὑπομιμνησκόντων
11. ἔπινεν· οὕτως οὐδ’ ἀνέπνει πρὶν ὑπὸ τῆς κατὰ τὸ
12. πνίγεσθαι βίας ἀναμνησθῆναι, πολὺ σφοδρότερον νυττούσης
13. τε καὶ κεντριζούσης καὶ πρὸς τὴν ἐνέργειαν ἐπεγειρούσης τῶν
14. πίνειν ὑπομιμνησκόντων. ἀρξαμένη δ’ ἀναπνεῖν, ἀνεκαλεῖτο
15. μηδὲν ἧττον πᾶν τὸ πρόσθεν λεῖμμα τῷ μεγέθει τῆς
16. ἐνεργείας, ὁμοίως τοῖς ἐν ταῖς λύπαις καὶ τῷ κλαίειν στενάζουσιν.
17. ἀλλ’ ἐκεῖνοι μὲν ὑπὸ διττῆς αἰτίας τοῦτο πάσχουσιν,
18. ὅτι τε περὶ τὸ φροντιζόμενον, ἐφ’ ᾧ λυποῦνται, καταγίγνονται,
1. καὶ διὰ τοῦτο ἀραιότερόν τε καὶ μικρότερον ἀναπνεύσαντες
2. ἐπὶ πολλαῖς ἐνεργείας ἐφεξῆς, ἔπειτα βιασθέντες ὑπὸ τοῦ
3. λείποντος, ἅπαν εἰσάπαξ ἠναγκάσθησαν αὐτὸ πληρῶσαι· καὶ
4. προσέτι, διότι κατὰ τὰς λύπας ἔσω κινεῖται τό τε πνεῦμα καὶ
5. τὸ θερμὸν, ἐπὶ δὲ ταῖς τοιαύταις διαθέσεσι λεληθότως τε καὶ
6. κατὰ βραχὺ πολλὴ κατὰ τοῦ βάθους ἀθροιζομένη θερμότης
7. ὁπότε πρῶτον ἀνιάσῃ τὸν ἄνθρωπον, ἀνάγκη μεῖζον ἀναπνεῦσαι.
8. ἐν δὲ ταῖς κατὰ τοὺς παραφρονοῦντας διαθέσεσιν
9. ἡ μὲν ἀπὸ τῆς πρώτης αἰτίας ἀνάγκη παραπλήσιος, ἡ δ’ ἀπὸ
10. τῆς δευτέρας οὐκέθ’ ὑπάρχει. οὐ γὰρ δὴ ἔσω γε μᾶλλον ἢ
11. ἔξω κινεῖται τούτοις τὸ θερμὸν, εἰ μή τι ἄλλο κατὰ τύχην
12. προσγένηται σύμπτωμα. διαφέρουσι δὲ καὶ τῷ πυρέττειν οἱ
13. παραπαίοντες τῶν ἄλλως λυπουμένων. καὶ τοίνυν καὶ αὐτὸς
14. ὁ Ἱπποκράτης εὑρίσκεται χρώμενος τῷ τῆς ἀνακλήσεως ὀνόματι,
15. καθάπερ ἄλλοτε καὶ περὶ Φιλίσκου λέγων· τούτῳ τὸ
16. πνεῦμα διὰ τέλεος ὥσπερ ἀνακαλεομένῳ. τί ποτ’ οὖν ἐστι τὸ
17. διὰ χρόνου, καὶ δὴ τοῦτ’ ἐξηγήσασθαι δίκαιον. εἰ γὰρ ἐλλείποι
18. τὸ πολλοῦ, ταὐτὸν δύναται τὸ διὰ χρόνου τῷ κατὰ
19. τὸ προγνωστικὸν εἰρημένῳ, μέγα δ’ ἀναπνεόμενον καὶ διὰ
1. πολλοῦ χρόνου, παραφροσύνην σημαίνει. ἀλλ’ εἰ τοῦτο, δὶς
2. ἂν ἐφεξῆς εἴη ταὐτὸ λεγόμενον ἐπί τε τῆς Δεάλκους γυναικὸς
3. καὶ τοῦ ἐν Μελιβοίῃ νεανίσκου. γράφει οὖν ἐπ’ ἀμφοῖν ὡσαύτως·
4. πνεῦμα ἀραιὸν, μέγα, διὰ χρόνου· εἰ τὸ πολλοῦ
5. προστεθείη, γένοιτ’ ἂν τὸ λεγόμενον τοιοῦτον· πνεῦμα
6. ἀραιὸν, μέγα, διὰ χρόνου πολλοῦ· καὶ δὶς ἂν εἴη λεγόμενον
7. τὸ ἀραιόν. οὐκ οὖν ἐλλείπειν ἡγητέον τὸ πολλοῦ, ἢ οὐχ
8. οὕτως ἐλλείπειν, ὡς καὶ νῦν εἴπομεν, ἀλλ’ ἑτέρως τε καὶ καθ’
9. ἕτερον τρόπον, ἵνα ᾖ τὸ λεγόμενον τοιοῦτον· πνεῦμα μέγα
10. καὶ ἀραιὸν, οὐ συνεχῶς οὐδ’ ἐφεξῆς, ἀλλὰ διὰ χρόνου πλείονος;
11. εἰ μὲν γὰρ συνεχῶς καὶ κατὰ τὸ ἑξῆς ἁπάσας τὰς
12. ἀναπνοὰς συμπέσοι γενέσθαι μεγάλας τε καὶ ἀραιὰς, μὴ
13. προστιθέναι ταῖς τοιαύταις αὐτὸν τὸ διὰ χρόνου, ἀλλ’
14. ἁπλῶς γράφειν, πνεῦμα μέγα καὶ ἀραιόν· εἰ δ’ αἱ μὲν
15. πλείους τῶν ἀναπνοῶν μὴ γίγνοιντο μεγάλαι καὶ ἀραιαὶ,
16. παρεμπίπτοιεν δέ τινες ὀλίγαι τοιαῦται, τότ’ οὐκέθ’
17. ἁπλῶς αὐτὸν ἀραιὸν καὶ μέγα λέγειν, ἀλλὰ τὸ διὰ χρόνου
18. προστιθέναι. ἢ καὶ τούτῳ μάχεται τὸ ἐπὶ τῆς Δεάλκους
1. γυναικὸς εἰρημένον ἐπὶ τῇ τελευτῇ τοῦ παντὸς λόγου; ταῦτα
2. γάρ φησιν· πνεῦμα διὰ τέλεος ἀραιὸν καὶ μέγα· καίτοι ἀνώτερον
3. εἶπεν ἐπὶ τῆς τεσσαρεσκαιδεκάτης ἡμέρας· πνεῦμα ἀραιὸν
4. καὶ μέγα, διὰ χρόνου. σαφῶς γὰρ ὅπερ νῦν διὰ χρόνου,
5. τοῦτ’ ἐν τοῖς ἑξῆς διὰ τέλεος εἴρηκεν. τί οὖν ἐστι τὸ διὰ τέλεος;
6. τὸ μέχρι τέλους δηλονότι διὰ παντὸς τοῦ νοσήματος
7. γινόμενον. ἀλλὰ τούτῳ δόξειεν ἂν μάχεσθαι τὸ ἐπὶ τῆς
8. τεσσαρεσκαιδεκάτης εἰρημένον· πνεῦμα ἀραιὸν καὶ μέγα διὰ
9. χρόνου καὶ πάλιν βραχύπνοος. πῶς γὰρ εἰ διὰ παντὸς τοῦ
10. χρόνου μέγα καὶ ἀραιὸν ἦν τὸ πνεῦμα, τὸ καὶ πάλιν βραχύπνοος
11. προσγέγραπται; εἴπερ γὰρ ὅλος ἐγένετό τις χρόνος,
12. ὅταν βραχύπνους, οὐ διὰ παντὸς ἦν μακρόπνους. καὶ μὴν
13. ὅτι γε διὰ παντὸς ἤθελεν αὐτὴν γενέσθαι μακρόπνουν, εἰ καὶ
14. μὴ διὰ ταύτης τῆς λέξεως τῆς ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ,
15. ἀλλ’ ἐπί γε τῆς τελευτῆς, ἡνίκ’ ἔφη διὰ τέλεος, ἐναργῶς δηλοῦται,
16. καὶ πᾶσιν ὁμολογηθήσεται τοῖς εἰθισμένοις ἀκούειν
17. τῆς Ἱπποκράτους λέξεως. οὐ γὰρ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ
18. πάνυ πολλάκις εὑρίσκεται παρ’ αὐτῷ τὸ διὰ τέλεος, οὐδ’ ἐφ’
1. ἑνὸς ἄλλου ταττόμενον, ἢ ὅταν τὸ διὰ παντὸς τοῦ χρόνου
2. δηλῶσαι βουληθῇ. ὥστε τοῦτ’ ἄπορον μένει πάντως,
3. εἴτε αὐτὸ τὸ διὰ τέλεος τὸ διὰ χρόνου δηλοῦν ὑπολαμβάνοιμεν,
4. εἴθ’ ἕτερόν τι. μήτε τοίνυν οὐδ’ ἄπορόν ἐστιν, ἀλλ’ ἐπηρεάζομεν
5. ἡμᾶς αὐτοὺς μάτην. οὐ γὰρ διακόπτει τὸ σπανίως
6. παρεμπῖπτον ἐν οὐδενὶ τῶν οὕτως λεγομένων τὴν ἐν τῷ
7. καθόλου γιγνομένην ἀπόφανσιν, ὥσπερ εἰ καὶ οὕτως ἐλέγομεν·
8. ταύτῃ τῇ γυναικὶ διὰ παντὸς μὲν τοῦ χρόνου μέγα καὶ
9. ἀραιὸν ἦν τὸ πνεῦμα, παρενέπιπτε δέ ποτε κατὰ τὸ σπάνιον
10. ἡ βραχύπνοια. καὶ ὅτι γε αὐτῷ τῷ Ἱπποκράτει σύνηθές ἐστι
11. τὸ τοιοῦτον, ἔκ τε τῶν ἄλλων ἔστιν ἐπιδεῖξαι βιβλίων κᾀξ
12. αὐτοῦ τοῦ τρίτου τῶν ἐπιδημιῶν, ἐν ᾧ καὶ ἥδε ἡ ἄῤῥωστος
13. γέγραπται. τὴν γὰρ λοιμώδη κατάστασιν ἐκδιηγούμενος ᾧδέ
14. πως ἤρξατο· ἔτος νότιον, ἔπομβρον, ἄπνοια διὰ τέλεος. καί
15. τι βραχὺ προελθών φησιν· ἐτήσια σμικρὰ διεσπασμένα ἔπνευσεν.
16. ἀλλὰ δι’ αὐτὸ τοῦτ’ ἄπνουν εἶπε τὸ ἔτος, ὅτι μήτ’
17. ἄλλοι τινὲς ἄνεμοι μήθ’ οἱ ἐτήσιοι καλούμενοι συνεχῶς τε
18. καὶ ἀξιολόγως ἔπνευσαν, ἀλλὰ μικρά τε καὶ διεσπασμένως·
1. Ἀπολλώνιόν τε τὸν ἐν Ἀβδήροις τρισκαιδέκατον ἀπὸ ταύτης
2. τῆς καταστάσεως γράφων, ὁπότε περὶ πασῶν τῶν αὐτοῦ διειλέχθη
3. τῶν κατὰ τὴν νόσον ἡμερῶν, ἐπὶ τῆ τελευτῇ τοῦ παντὸς
4. λόγου προσέθηκε· παράληρος διὰ τέλεος· καίτοι μικρὸν
5. ἄνω περὶ αὐτοῦ γράψας αὐτοῖς ὀνόμασιν· περὶ δὲ τετάρτης
6. καὶ εἰκοστῆς, διὰ παρηγορίης· τὰ μὲν ἄλλα ἐπὶ τῶν αὐτῶν,
7. σμικρὰ δὲ κατενόησεν. ἀλλ’ οὐχ ἱκανόν γε ἦν τὸ σμικρὰ κατανοῆσαι
8. τὴν περὶ παντὸς τοῦ νοσοῦντος ἀπόφανσιν ἀνατρέψαι,
9. καὶ διὰ τοῦτ’ ὀρθῶς εἶπε, παράληρος διὰ τέλεος,
10. τουτέστιν ἕως τέλους, ὅπερ ταὐτὸν δύναται τῷ διὰ παντὸς
11. τοῦ νοσήματος.
⟨
(De difficult. respir.) [n° 059 Fichtner] [GalLat]
De difficultate respirationis
Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1
De difficultate respirationis, 2.6, ed. Kühn, 1824, vol. 7, p. 842-848. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:2.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩