Galenus. De difficultate respirationis (De difficult. respir.) [n° 059 Fichtner] [GalLat]

Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1

De difficultate respirationis, 2.7, ed. Kühn, 1824, vol. 7, p. 848-854. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:2.7

12. Οὐκοῦν, ἤδη γὰρ ἐπιθεῖναι χρὴ κεφαλὴν τῷ
13. λόγῳ, τὸ (ὅτι) διὰ χρόνου τῷ διὰ τέλεος οὐ ταὐτόν ἐστι.
14. καὶ ἐπειδὴ τοῦτο δέδεικται, τὴν αἰτίαν ἐφεξῆς εἴπωμεν, δι’ ἣν
15. τισὶ μὲν τῶν παραφρονούντων ἀραιὸν καὶ μέγα διὰ παντὸς τοῦ
16. νοσήματος γίνεται τὸ πνεῦμα, τισὶ δὲ οὐδέποτε· καὶ τισὶ μὲν
17. ἐν τῷ πλείονι τοῦ χρόνου παρεμπίπτοντος ὀλιγάκις ἢ τοῦ διαφέροντος
18. ἁπλῶς, ἢ καὶ τοῦ ἐναντίου, τισὶ δ’ ἔμπαλιν ὀλιγάκις
1. μὲν τὸ μέγα καὶ ἀραιὸν, πολλάκις δ’ ἤτοι τὸ ἐναντίον ἢ τὸ
2. διαφέρον ὁπωσοῦν· τισὶ δὲ ἐπίσης ἑκάτερον. ἀναμνησθῶμεν
3. πάλιν κᾀνταῦθα τῶν ἀποδεδειγμένων ἐν τῷ προτέρῳ λόγῳ
4. περὶ τῶν ἁπλῶν διαθέσεων. ἄλγημα μὲν γὰρ μόνον, ἔν τινι
5. τῶν κινουμένων κατὰ τὰς ἀναπνοὰς μορίων γιγνόμενον, μικρὰν
6. καὶ πυκνὴν ἐργαζόμενον ἐδείκνυτο τὴν ὅλην ἀναπνοήν· παραφροσύνη
7. δὲ μόνη τὴν ἐναντίαν αὐτοῦ τὴν ἀραιὰν καὶ μεγάλην,
8. αὔξησις δὲ τοῦ θερμοῦ τὴν μεγάλην καὶ πυκνήν· ἡ δ’
9. ἐναντία αὐτῷ ψύξις τὴν μικρὰν καὶ ἀραιάν. εἰ μὲν οὖν ὑπὸ
10. παραφροσύνης μόνον ὁ τῆς ἀναπνοῆς κόσμος συγχέοιτο, μέγα
11. καὶ ἀραιὸν ἔσται τὸ πνεῦμα διὰ παντός· εἰ δ’ ὑπὸ πόνου μόνον,
12. σμικρὸν καὶ πυκνόν· εἰ δ’ ἄμφω συνέλθῃ, κρατοῦντος
13. μὲν τοῦ πόνου σφοδρῶς, ἀφανὴς παντάπασιν ἡ ἐκ τῆς παραφροσύνης
14. ἀλλοίωσις· μετρίου δ’ ὄντος, ἤτοι πλεῖον μὲν ἐκ
15. τοῦ πόνου, ἔλαττον δ’ ἐκ τῆς παραφροσύνης τὴν ἀναπνοὴν
16. ἀλλοιοῦσθαι συμβήσεται, ἢ ἔμπαλιν, ἢ ἐπ’ ἀμφοῖν ἐπίσης.
17. ἀφανίσαι μὲν γὰρ οὐ πάνυ τι τελέως ἡ παραφροσύνη
18. δύναται τὴν ἐκ τοῦ πόνου ἀλλοίωσιν, πλὴν εἰ αὐτὴ μὲν εἴη 
1. μεγάλη καὶ σφοδρά τις ἄγαν, ὁ δὲ πόνος μικρὸς καὶ ἀμυδρός·
2. ὁ μέντοι πόνος ἐκνικᾷ τελέως, ὅταν ἰσχυρὸς ᾖ, τὴν ἐκ τῆς
3. παραφροσύνης δύσπνοιαν, ὡς μηδ’ ὅλως ἐμφαίνεσθαι. οὕτω
4. δ’ εἰ καὶ πρός τινα τῶν ἑτέρων διαθέσεων ἡ παραφροσύνη
5. συμπλέκηται, τὴν ἰδέαν τῆς ἀναπνοῆς ἄλλοτ’ ἄλλην ἐργάσεται
6. παρὰ τὸ κρατεῖν, ἢ κρατεῖσθαι, ἢ ἰσοσθενῶς ἔχειν, ἢ νῦν μὲν,
7. εἰ τύχοι, κρατεῖν, αὖθις δ’ ἐν ἑτέρῳ καιρῷ τοῦ νοσήματος
8. κρατεῖσθαι. δείξομεν οὖν ὅτι καὶ κατὰ τὰ τῶν ἐπιδημιῶν βιβλία
9. τοῦτ’ αὐτὸ διδάσκει διὰ τῶν ἐν αὐτοῖς γεγραμμένων ἀῤῥώστων.
10. ἐναργῶς δὲ καὶ σαφῶς δειχθήσεται, προειπόντων
11. ἡμῶν ὀλίγον τι περὶ τῆς προαιρέσεως τοῦ Ἱπποκράτους. δοκοῦσι
12. γὰρ οἱ παλαιοὶ πάντα τὰ τοῖς νοσοῦσι συμβαίνοντα
13. γράφειν αὐτὸν, ὥσπερ καὶ τὸν Θουκυδίδην· ἔχει δ’ οὐχ οὕτως,
14. ἀλλ’ αὐτὸ δὴ τοῦτο τὸ ἐναντιώτατον ὑπάρχει τοῖς Ἱπποκράτους
15. γράμμασι πρὸς τὰ Θουκυδίδου. ὁ μὲν γὰρ πάντα γράφει
16. τὰ καὶ τοῖς ἰδιώταις γνώριμα, μηδὲν ὅλως αὐτῶν παραλιπὼν,
17. ὁ Θουκυδίδης, ὁ δ’ Ἱπποκράτης ὀλίγα μὲν τούτων, ὅσα
18. πρὸς τὴν ὅλην διάθεσιν, καθ’ ἣν ἐκινδύνευσεν ὁ κάμνων, διαφέρει,
1. πάμπολλα δ’ ἄλλα τοῖς ἰδιώταις μὲν παρεωραμένα,
2. τεχνικὴν δὲ πάνυ καὶ ἀκριβῆ τὴν διάγνωσιν παρεχόμενα, καὶ
3. δυνάμενα πολλάκις καὶ αὐτοὺς τοὺς ἀρίστους ἰατροὺς λαθεῖν.
4. οὗτος δ’ ὢν ταχὺς ἐν τῷ ἑρμηνεύειν, καὶ μηδὲν ὅ τι μὴ καὶ
5. μεγάλως ὀνήσει γράφειν ἀξιῶν, δόξει σοι πάλιν ἐξεστάναι τῶν
6. οἰκείων φρενῶν, ὅταν τὰ μηδ’ ὅλως γενόμενα τῷ νοσοῦντι
7. γράφῃ, τοῦτ’ αὐτὸ προσδηλῶν, ὅτι μὴ ἐγένετο. ὁ γὰρ καὶ
8. τῶν γενομένων τὰ πλεῖστα παραλείπων οὐκ ἂν δόξειε τοῖς μὴ
9. γενομένοις διατρίβων παραπαίειν; ἀλλ’ εἰ ἐνόεις ὅτι διὰ τὴν
10. αὐτὴν αἰτίαν κᾀκεῖνα παραλείπει καὶ ταῦτα γράφει, τότ’ οἶμαί
11. σε θαυμάσειν αὐτόν. οὐδὲ γὰρ τὸ τυχὸν, οὐδ’ εἰς τὸν
12. τυχόντα δυνάμενον ἰατρὸν ἐλθεῖν ἐκεῖνος ἔγραψεν. ἀποδέδεικται
13. δὲ καὶ περὶ τούτων ἡμῖν ἐν ἄλλοις τε πολλοῖς καὶ δὴ
14. κᾀν τοῖς περὶ τῆς Ἱπποκράτους ἀνατομῆς, οὐχ ἥκιστα δὲ κᾀν
15. τοῖς περὶ τοῦ παρὰ τοῦ Θουκυδίδου λοιμοῦ. τούτων τοίνυν
16. μεμνημένος, οὐ χαλεπῶς αἰσθήσῃ τῶν λεγομένων. μέλλω γὰρ
17. δείξειν, εἰ καί τῳ παράδοξον εἶναι δόξει, πολλοὺς μὲν τῶν ἐν
18. ἐπιδημίαις γεγραμμένων δυσπνοήσαντας, μηδὲν δ’ ὑπὲρ τῆς
1. δυσπνοίας αὐτῶν εἰπεῖν τὸν Ἱπποκράτην, διότι σαφὴς ἦν καὶ
2. πρόδηλος ἅπασιν ἰατροῖς. εἰ γὰρ ἤτοι τὸ στέρνον, ἢ τὰς πλευρὰς,
3. ἢ τὰ περὶ τὰς κλεῖς καὶ τὴν φάρυγγα συνέβαινέ τῳ
4. φλεγμᾶναι, καὶ διὰ τοῦτο μικρὸν καὶ πυκνὸν ἐξ ἀνάγκης ἀναπνεῖν,
5. ὡς ἐν τῷ πρόσθεν ἐπεδείκνυτο λόγῳ, γράφειν οὐκ ἂν
6. ἠξίωσεν Ἱπποκράτης οὔτε τὸ τῆς δυσπνοίας εἶδος οὔτε τὴν
7. ἀρχὴν ὅτι δύσπνους ἐγένετο. πολὺ γάρ ἐστι τὸ τοιοῦτον τῆς
8. δυσπνοίας εἶδος ἑκάστης σχεδὸν ἡμέρας ὁρώμενον ἐπί τε
9. περιπνευμονικῶν καὶ πλευριτικῶν καὶ συναγχικῶν καὶ πάντων
10. ἁπλῶς οἷς τι κατὰ τὸν θώρακα καὶ τὸν πνεύμονα φλεγμαίνει.
11. καὶ ταῖς ἥπατος δὲ φλεγμοναῖς, καὶ μάλιστα ταῖς
12. κατὰ τὰ κυρτὰ, καὶ ταῖς τοῦ σπληνὸς, καὶ ταῖς κατὰ τὴν κεφαλὴν
13. αὐτοῦ, καὶ ταῖς τοῦ περιτοναίου, τὸ τοιοῦτον εἶδος
14. ἕπεται τῆς δυσπνοίας. ἀλλὰ καὶ οἷς ἡ γαστὴρ φλεγμαίνει, καὶ
15. μᾶλλον εἰ τὸ στόμα τε καὶ ὁ στόμαχος αὐτῆς, καὶ οἷς
16. τῶν ὑμένων τις ἢ τῶν μυῶν τῶν καθ’ ὑποχόνδριον, ἢ αἱ φρένες
17. αὐταὶ, τούτοις ἅπασι μικρὸν καὶ πυκνὸν γίνεται τὸ πνεῦμα,
1. πολλάκις δὲ καὶ τῶν ἐντέρων τι τῶν λεπτῶν, καὶ μάλιστα τῶν
2. κατὰ τὴν νῆστίν τε καὶ τοῦ κώλου τὰ ἄνω μειζόνως φλεγμήναντα,
3. δυσπνοεῖν οὕτως ἠνάγκασε τὸν ἄνθρωπον, φλεγμονῆς
4. νῦν ἀκουομένης τοῦ σκληροῦ καὶ θερμοῦ καὶ ὀδυνῶντος ὄγκου,
5. καθάπερ τῷ Ἐρασιστράτῳ καλεῖν ἔθος ἐστὶ καὶ τοῖς νεωτέροις
6. ἰατροῖς πᾶσιν, ἐπεὶ ὅτι γε τὴν φλόγωσιν οὕτως ὠνόμαζον οἱ
7. παλαιοὶ σχεδὸν οὐδεὶς ἀγνοεῖ. δέδεικται δ’ ἐν τῷ πρὸ τούτου
8. λόγῳ καὶ διότι τοῖς ὑδερικοῖς καὶ τοῖς ὑπερεμπεπλησμένοις
9. ἢ πόματος ἢ σιτίων, καὶ ταῖς κυούσαις, καὶ τοῖς προγάστορσι
10. μικρὸν καὶ πυκνὸν γίνεται τὸ πνεῦμα, καὶ καθόλου
11. φάναι πᾶσιν ὅσοις στενοχωρεῖταί τι τῶν ἀναπνευστικῶν ὀργάνων.
12. οὕτω γὰρ καὶ τοῖς ἀσθματικοῖς καὶ τοῖς πνευμονώδεσι
13. καὶ τοῖς ἐμπύοις, καὶ οἷς ἡ ῥάχις διέστραπται μεγάλως,
14. καὶ οἷς ἀπέπτων φυμάτων σύστασις ἢ ἐν θώρακι ἢ ἐν πνεύμονι,
15. καὶ ὅλως ἅπασιν οἷς σκίῤῥος ἢ ἄλλος τις ὄγκος ἀξιόλογος
16. ὅτου δὴ τῶν προειρημένων μορίων ἐστὶν ἁπάντων, μικρὸν
17. καὶ πυκνὸν ἀναπνεῖν ἀνάγκη. οὔτ’ οὖν οὗτοι δύνανται λαθεῖν
1. οὐδὲ τὸν ἐπιτυχόντα τῶν ἰατρῶν, οὔτε αἱ διαθέσεις αὐτῶν,
2. αἷς ἐξ ἀνάγκης ἕπεται δύσπνοια. καὶ γὰρ αἱ διαθέσεις σαφεῖς,
3. καὶ τὸ τῆς δυσπνοίας εἶδος ἐναργές ἐστι, καὶ πολλοῖς μονονουχὶ
4. καθ’ ἑκάστην ἡμέραν γιγνόμενον. ἀλλ’ ὅτι μηδὲν τῶν
5. οὕτω σαφῶν Ἱπποκράτης γράφει, πολλάκις ἀποδέδεικται.
6. Θουκυδίδης μὲν γὰρ τὰ συμβάντα τοῖς νοσοῦσιν ὡς ἰδιώτης
7. ἰδιώταις ἔγραψεν, Ἱπποκράτης δὲ τεχνίτης τεχνίταις.

Cliquer un n° de page pour en afficher l’image