Galenus. De difficultate respirationis (De difficult. respir.) [n° 059 Fichtner] [GalLat]

Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1

De difficultate respirationis, 2.8, ed. Kühn, 1824, vol. 7, p. 854-869. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:2.8

8. Εἴπωμεν οὖν ἤδη καὶ αὐτοὺς δὴ τοὺς δυσπνοήσαντας
9. ἀῤῥώστους, ἐφ’ ὧν οὐκ ἠξίωσεν οὐχ ὅπως τὸ τῆς
10. δυσπνοίας εἶδος, ἀλλ’ οὐδ’ αὐτὸ τοῦτο μόνον ἁπλῶς εἰπεῖν,
11. ὅτι ἐδυσπνόησαν. ἐπεὶ δ’ ἑπτὰ μέν ἐστιν ἅπαντα τὰ τῶν ἐπιδημιῶν
12. βιβλία, τούτων δὲ τὸ μὲν ἕβδομον σαφῶς νόθον εἶναι
13. πᾶσι δοκεῖ καὶ νεώτερον καὶ διεσκευασμένον, τὸ δὲ πέμπτον
14. οὐ τοῦ μεγάλου Ἱπποκράτους τοῦ Ἡρακλείδου υἱέος, ἀλλὰ
15. τοῦ νεωτέρου τοῦ Δράκοντος· τὸ δὲ δεύτερον καὶ τὸ τέταρτον
16. καὶ τὸ ἕκτον ἔστι μὲν οἷς τοῦ Ἱπποκράτους υἱέος, ἔστι δὲ
17. οἷς καὶ αὐτοῦ Ἱπποκράτους ἔδοξεν, οὐ μὴν συγγράμματά γε
18. οὐδ’ ὥστε διαδοθῆναι τοῖς Ἕλλησι μέλλοντα, ἀλλ’ ὑπομνήματα 
1. μᾶλλον εἶναι· τισὶ δὲ οἵπερ καὶ ἀκριβέστερά μοι δοκοῦσι καταμαθεῖν
2. τῶν βιβλίων τὴν δύναμιν, ὑπὸ μὲν τοῦ Θεσσαλοῦ γεγράφθαι
3. δοκεῖ τὰ ε΄, δύο δ’ εἶναι τοῦ μεγάλου Ἱπποκράτους,
4. καὶ ἐπιγεγράφθαι γέ που διὰ τοῦτο τὰ ἐκ τοῦ μικροῦ πινακιδίου,
5. δηλονότι τοῦ Θεσσαλοῦ πάντα ὅσα περ ὁ πατὴρ αὐτοῦ
6. γεγραφὼς ἔτυχεν ἀθροῖσαι σπουδάσαντος ἐς ταὐτὸν, ὡς μηδὲν
7. ἀπόλοιτο· μόνα δὲ καὶ λοιπὰ τῶν ζ΄ τούτων βιβλίων
8. Ἱπποκράτους εἶναι τοῦ μεγάλου σχεδὸν ἅπασιν ὡμολόγηται,
9. τό τε πρῶτον καὶ τὸ τρίτον· εὔλογον ἔδοξε μοι πρῶτον μὲν
10. τοὺς ἐν τούτοις τοῖς βιβλίοις γεγραμμένους ἀῤῥώστους προχειρίσασθαι,
11. μετὰ δὲ τοῦτο καὶ τοὺς ἐν τοῖς ἄλλοις τῶν
12. ἐπιδημιῶν εὐθὺς αὐτοῖς συνάπτοντα κατὰ τὴν τῶν λόγων
13. οἰκειότητα καὶ ὅσα διὰ τῶν ἄλλων συγγραμμάτων αὐτῷ περὶ
14. δυσπνοίας εἴρηται. καὶ δὴ καὶ πρώτου πάντων μνημονεύσωμεν
15. Ἀναξίωνος, ὅν τινα, ὥς φησιν αὐτὸς, πυρετὸς ὀξὺς ἔλαβεν,
16. πλευροῦ δεξιοῦ ὀδύνη ξυνεχὴς, ἔβησσε ξηρὰ, οὐδ’ ἔπτυε
17. τὰς πρώτας ἡμέρας. καὶ πρῶτόν γε αὐτὸ τοῦτο δείξωμεν, τί
18. δή ποτε καίτοι βραχυλόγος ὢν ὁ Ἱπποκράτης, ἐνὸν εἰπεῖν αὐτὸ
1. δι’ ἑνὸς ὀνόματος, ὅτι πλευριτικὸς ἦν ὁ Ἀναξίων, οὕτως εἰπὼν
2. τὰ συμπτώματα τὰ κατὰ τοῦτο τὸ νόσημα, δι’ ἐκείνων
3. μᾶλλον ἠξίωσε τὴν ὑπὲρ αὐτοῦ ποιήσασθαι διήγησιν. οὔτε
4. γὰρ ἔθος αὐτῷ τὸ τοιοῦτον, ἀλλ’ αὐτὸ τοὐναντίον ἐστὶν, εἰς
5. ἓν ὄνομα καὶ κεφάλαιον ἀνάγειν ἀεὶ τὰ κατὰ μέρος· οὔτε μὴν
6. κατὰ τὸ τυχὸν ἐνδέχεται νῦν οὕτω γράφειν τὸν μηδ’ ἓν εἰκῆ
7. γράφοντα. τίς οὖν ἡ αἰτία; τῶν νοσημάτων ἑκάστῳ συμπτώματα
8. τὰ μὲν ἐξ ἀνάγκης ὑπάρχει, τὰ δ’ ὡς τὸ πολύ.
9. αὐτῶν δὲ τῶν ἐξ ἀνάγκης ὑπαρχόντων πλείους εἰσὶ διαφοραὶ,
10. τινὲς μὲν πλειστάκις ὁρώμεναι, καὶ διὰ τοῦτ’ οἰκεῖαι τῇ φύσει
11. τοῦ νοσήματος εἶναι πεπιστευμέναι· τινὲς δὲ σπανίως πάνυ,
12. καὶ διά τι συμπεσὸν ἰδίως ἐξαίρετον. ὁ τοίνυν Ἱπποκράτης,
13. ὅταν μὲν αἱ συνήθεις ἰδέαι τῶν συμπτωμάτων ὦσιν, ἀρκεῖται
14. τηνικαῦτα μόνῳ τῷ καθόλου τοῦ νοσήματος ὀνόματι· ὅταν
15. δέ τι ἐμπίπτῃ τῶν σπανίων, μετὰ τὴν καθόλου τε καὶ κοινὴν
16. ἅπαντος τοῦ νοσήματος προσηγορίαν εὐθὺς ἐκεῖνο διορίζεται·
17. εἰ δὲ πλείους ποτὲ θεάσαιτο παθημάτων ἰδέας ὑπὲρ τὴν κοινὴν
18. καὶ συνήθη φύσιν, δεομένην ἑκάστην οἰκείου διορισμοῦ,
1. τηνικαῦτα ὑπερβαίνει μὲν τὸν καθόλου, διηγεῖται δ’ εὐθὺς
2. ἕκαστον τῶν κατὰ μέρος, ὡς ἂν ἐκ τούτων κᾀκείνου δηλουμένου.
3. πλευριτικοῖς οὖν ἐξ ἀνάγκης μὲν συμπίπτει τό τε τῆς
4. πλευρᾶς ἄλγημα, καὶ μετὰ τοῦ πυρετοῦ, καὶ ἡ δύσπνοια καὶ
5. ἡ βήξ· οὐκ ἐνδέχεται γὰρ πλευριτικὸν εἶναι μὲν, μὴ οὐ πάντα
6. δὲ ταῦθ’ ὑπάρχειν αὐτῷ· τὸ δὲ ἀνάγεσθαί τι τῶν ἀπὸ τῆς
7. φλεγμονῆς ἅμα ταῖς βηξὶν, οὐκ ἀναγκαῖον μὲν, ὡς τὸ πολὺ
8. μέντοι συμβαίνει. οὕτω δὲ καὶ ἡ τῶν ἀναγομένων ἰδέα ὑπέρυθρος,
9. ἢ ὑπόξανθος, ἢ ἀφρώδης ἐστίν. ὥσπερ δ’ ἐν τοῖς εἰρημένοις
10. τὸ μέν ἐστι σύνηθες, τὸ δὲ ξένον, οὕτω καὶ ἐν αὐτοῖς
11. τοῖς ἐξ ἀνάγκης συμπίπτουσι τινὲς μὲν ἰδέαι πλειστάκις,
12. τινὲς δὲ σπανίως ὁρῶνται. καὶ τοίνυν ὁ Ἱπποκράτης, ἐπὶ
13. τοῦ προκειμένου νῦν ἀῤῥώστου τοῦ Ἀναξίωνος, ἐπειδὴ τὰ
14. κατὰ μέρος παθήματα διορισμοῦ ἐδεῖτο, τῆς σπανιωτέρας
15. ἰδέας ὄντα, διοριζομένων δ’ αὐτῶν ᾔδει γνωρισθησομένην σαφῶς
16. τὴν πλευριτικὴν συνδρομὴν, περιττὸν ἡγήσατο γράφειν ὃ
17. πάντως ἔμελλεν καὶ χωρὶς τοῦ συγγραφῆναι νοηθήσεσθαι.
18. πυρετὸς γάρ, φησιν, ὀξὺς ἔλαβε, καὶ πλευροῦ δεξιοῦ ὀδύνη
1. συνεχὴς, καὶ ἔβησσε ξηρὰ, δηλονότι βηχία. οὐκοῦν οὐ μόνον
2. ὅτι πυρετὸς, ἀλλὰ καὶ ὁποῖός τις, ἔμαθες· ὀξὺς γάρ, φησιν·
3. οὐδ’ ὅτι πλευρᾶς πόνος, ἀλλὰ καὶ ὁποῖος, ὅτι συνεχής· οὐδ’
4. ὅτι βῆχες μόνον, ἀλλὰ καὶ ὁποῖαι καὶ τίνες, ὅτι ξηραὶ καὶ
5. ἄπτυστοι· ἐν ταὐτῷ δὲ τούτῳ λόγῳ καὶ ὅτι πλευριτικὸς
6. ἦν οὗτος ὁ ἄνθρωπος, ἔμαθες· οὐδενὶ γὰρ τῶν πάντων νοσημάτων
7. ἡ τῶν εἰρημένων παθῶν ὑπάρχει σύνοδος, ὅτι μὴ
8. πλευρίτιδι. δι’ ἑνὸς οὖν λόγου καὶ ὅτι πλευρίτιδι διεπάλαιεν
9. ὁ ἄνθρωπος, καὶ ὁποίᾳ τινὶ ταύτῃ, δεδήλωται. ἐπεὶ δ’ ἐξ
10. ἀνάγκης ἕπεται πλευρίτισιν ἡ δύσπνοια, παρέλειψε γράφειν,
11. ὅτι καὶ δύσπνους ἦν. εἰ μὲν γὰρ καὶ περὶ ταύτης τι
12. ξένον εἶχεν εἰπεῖν καὶ σπάνιον, οὐκ ἂν ἐσιώπησεν· ἐπεὶ
13. δ’, ὡς ἔοικεν, ἐφύλαττε τὴν εἰθισμένην ἰδέαν, εὐλόγως παρέλιπεν.
14. ὥσπερ δὲ ταῦτα παρῆκεν, οὕτως ἄλλα παρέγραψεν,
15. ἃ μήτε ἐξ ἀνάγκης ὑπάρχει πλευρίτισι μήθ’ ὡς πολὺ μήτ’ ἐκ
16. τῶν εἰρημένων νοηθῆναι δύναται. τὸ τί γάρ φησι; διψώδης,
17. ἄγρυπνος, οὖρα δὲ εὔχροα, πολλὰ, λεπτά. εἶτα ἐπιφέρων,
1. ἕκτῃ παράληρος, πρὸς δὲ τὰ θερμάσματα οὐδὲν ἐνεδίδου.
2. τούτων οὐδὲν οὔτ’ ἀναγκαίως ὑπάρχει πλευρίτισιν οὔθ’ ὡς
3. τὸ πολύ. εἰ δὲ καὶ κατὰ τὴν ἑβδόμην ἡμέραν ἀκούσῃς αὐτοῦ
4. διηγουμένου, σαφέστερον ἐπιγνώσῃ τὴν προαίρεσιν τἀνδρός.
5. ἔχει δ’ οὕτως· ἑβδόμῃ ἐπίπονος, ὅ τε γὰρ πυρετὸς ἐπέτεινεν,
6. οἵ τε πόνοι οὐ ξυνεδίδοσαν, αἵ τε βῆχες ἠνώχλεον, δύσπνοός
7. τε ἦν. ἐνταῦθα δυσπνοίας ἐμνημόνευσεν, ὁπότε τοῦ κακῶς
8. διακεῖσθαι τὸν ἄνθρωπον ἐποιεῖτο συλλογισμὸν, ἐν τοῖς ἄλλοις
9. καὶ αὐτὴν καταλέγων τοῖς ἐξ ἀρχῆς μὲν αὐτῷ συμπεσοῦσι,
10. μήτε δὲ πεπαυμένοις μήτε ἐνδεδωκόσι. τοὺς μὲν γὰρ
11. πυρετοὺς καὶ προσεπιτεῖναί φησι, τὰ δὲ λοιπὰ τρία, τέτταρα
12. γὰρ εὑρέθη τὰ συμπληροῦντα τὴν πλευριτικὴν συνδρομὴν, ἐπὶ
13. τῶν αὐτῶν διαμεῖναί φησι, τοὺς πόνους, τὰς βῆχας, τὰς δυσπνοίας,
14. ἀπ’ αὐτῆς τῆς οὐσίας τοῦ νοσήματος συλλογιζόμενος
15. ἐπιπόνως ἔχειν τὸν ἄνθρωπον. εἰ γὰρ τῶν συμπληρωτικῶν
16. αὐτῷ παθημάτων τεττάρων ὄντων τὰ τρία μὲν ὡσαύτως
17. ἔχοντα διέμενε, τὸ τέταρτον δὲ χεῖρον ἐγένετο, παντὶ δῆλον,
18. ὅτι κακῶς ὁ ἄνθρωπος εἶχεν. ὁρᾷς οὖν ἐναργῶς, ὅτι διὰ τὸ 
1. χρῄζειν εἰς πρόγνωσιν τῆς τοῦ νοσήματος καταστάσεως, ἐμνημόνευσε
2. τῆς δυσπνοίας, οὐκ ἂν ἄλλως μνημονεύσας αὐτῆς.
3. καὶ διὰ τοῦτο πρῶτον τῶν ἄλλων τοῦτον προὐχειρισάμην τὸν
4. ἄῤῥωστον, ἵνα δείξω, ὑπὲρ ἧς μηδὲν εἶπεν καταρχὰς δυσπνοίας,
5. ὅτι μηδ’ ἔχρῃζεν ὅλως αὐτῆς, ὡς οὐ κακῶς μνημονεύει
6. νῦν. εἰ γὰρ προσέχεις τῇ λέξει τὸν νοῦν, εὑρήσεις αὐτὴν
7. τοῦτ’ ἐνδεικνυμένην. ἑβδόμῃ, φησὶν, ἐπίπονος. ὅ τε γὰρ
8. πυρετὸς ἐπέτεινέ, φησιν, οἵ τε πόνοι οὐ ξυνεδίδοσαν, αἵ τε βῆχες
9. ἠνώχλεον, δύσπνοός τε ἦν. ἐνταῦθα μὲν γὰρ, ὡς ἔφην,
10. ἓν μὲν ἐπιτετάσθαι δηλοῖ, τὰ δ’ ἄλλα μένειν ἐπὶ τῶν αὐτῶν.
11. ὃ γὰρ ἐδήλωσεν, οὐ ξυνεδίδοσαν, εἰπὼν τοῦτ’ ἐπὶ τῶν λοιπῶν,
12. τῶν βηχῶν καὶ τῆς δυσπνοίας, ἀπὸ κοινοῦ χρὴ νοεῖν, συνηθεστάτης
13. οὔσης τῆς τοιαύτης ἑρμηνείας οὐχ Ἱπποκράτει μόνον,
14. ἀλλὰ καὶ τοῖς ἄλλοις παλαιοῖς σχεδὸν ἅπασι. ὡς γὰρ οἱ
15. πόνοι οὐδὲν ξυνεδίδοσαν, οὕτω καὶ αἱ βῆχες ἠνώχλεον, ὡσαύτως
16. δηλονότι μηδὲν ἐνδιδοῦσαι, δύσπνοός τε ἦν, ὡσαύτως
17. δηλονότι μηδὲν τῆς δυσπνοίας ἐνδιδούσης. ἐνδείκνυται δὲ καὶ
1. αὐτὸ τὸ ἦν ταὐτὸν τῷ ὡς πρώην. οὐ γὰρ δύσπνοος
2. ἐγένετο, εἶπε, καί τοι δυνάμενος εἰπεῖν, μᾶλλον δὲ παντὸς ἂν
3. εἰρηκὼς, εἰ κατὰ τὴν ἑβδόμην προσεγεγόνει τοῦτο τὸ πάθημα,
4. πρότερον οὐκ ὄν· ἀλλ’ οὔτε προσεγένετο δηλονότι, πάντως γὰρ
5. ἐχρῆν ἐξ ἀρχῆς αὐτὸ συστῆναι τοῖς ἄλλοις, Ἱπποκράτης τε
6. δεόντως ἐδίδαξεν, ἐν ἀρχῇ μὲν τῆς διηγήσεως παραλιπὼν αὐτὸ,
7. μετὰ ταῦτα δὲ μνημονεύσας· ἐπ’ ἄλλων μέντοι παμπόλλων
8. ἀῤῥώστων, ὥσπερ ἐν ἀρχῇ παρέλιπεν, οὕτως οὐδ’ ἐπὶ προήκοντι
9. τῷ λόγῳ φαίνεται μνημονεύων δυσπνοίας. ἅπαντας δ’
10. αὐτοὺς ἑξῆς παραγράψω τοὺς ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν,
11. ὡς ἔφην, καὶ τοὺς ἐν τῷ τρίτῳ γεγραμμένους, πρότερόν
12. γε προσθεὶς τὰ λείποντα τῆς εἰς τὸν προγεγραμμένον ἄῤῥωστον
13. ἐξηγήσεως. ὥσπερ οὖν ὅτι δύσπνους ἦν, ἐξ αὐτοῦ
14. τοῦ νοσήματος τῆς φύσεως ἂν ἔγνωμεν, εἰ καὶ μὴ πρὸς Ἱπποκράτους
15. εἴρητο μετὰ ταῦτα, οὕτω καὶ ὅτι τὸ τῆς δυσπνοίας
16. ἦν εἶδος αὐτῷ μικρὸν καὶ πυκνὸν, οὐκ ἄδηλόν ἐστι, κᾂν Ἱπποκράτης
17. μὴ γράφῃ· ὡς γὰρ ὅτι δυσπνοοῦσιν οἱ πλευριτικοὶ,
1. φαίνεται, οὕτω καὶ ὅτι μικρὸν καὶ πυκνὸν ἀναπνέουσιν· εἴπομεν
2. δὲ ἔμπροσθεν, ὡς οὐδὲν τῶν καὶ τοῖς ἄλλοις σαφῶς
3. γιγνωσκομένων Ἱπποκράτης γράφει. καί τοι καὶ παρεφρόνησεν
4. οὗτος ὁ ἄνθρωπος· λέγει γοῦν οὕτω περὶ αὐτοῦ· ἕκτῃ
5. παράληρος· ἀλλὰ τοῦτο μὲν οὐχ ὡς νόσημα φύσει παρακοπτικὸν,
6. ἀλλ’ ὡς ἐπιγιγνόμενον πάθημα πλευρίτισιν ἰσχυραῖς, οὐκ
7. ἔμελλε δήπουθεν ἐκνικήσειν τὴν ἀπὸ τοῦ πόνου τροπὴν, οὐδὲ
8. καθ’ αὑτὸ τυπώσειν τὴν τῆς δυσπνοίας ἰδέαν· ὁ δ’ ἐν τῇ πλευρᾷ
9. πόνος ἰσχυρὸς ὢν, καθ’ ἑαυτὸν πάντως ἔμελλεν ἀλλοιώσειν
10. τὴν ἀναπνοήν· εἰ δέ γε καθ’ ὑπόθεσιν ὁ μὲν πόνος ἦν ἀμυδρὸς,
11. σφοδρὰ δὲ ἡ παραφροσύνη, πάντως ἂν ἢ τελέως ἐνίκησεν
12. ἡ παραφροσύνη τὸν πόνον, ἢ ὡς τὸ πολύ· καὶ οὕτως ἂν
13. ἤτοι διὰ παντὸς τοῦ νοσήματος ἀνέπνεεν ὁ τοιοῦτος ἄῤῥωστος
14. μέγα καὶ ἀραιὸν, ἢ πλεῖστα μὲν οὕτως, σπανιάκις δὲ σμικρὸν
15. καὶ πυκνόν· καὶ τοῦτο πάντως ὁ Ἱπποκράτης προεσημήνατο,
16. καθάπερ ἐπὶ τοῦ ἐν Μελιβοίῃ νεανίσκου. τούτῳ γὰρ ἦν μέν
17. τις καὶ καθ’ ὑποχόνδριον ἔντασις ὑπολάπαρος, ἀλλὰ καὶ παρεφρόνησε
18. μεγάλως. γράφει γοῦν ἐπὶ μὲν τῆς ἐντάσεως οὕτως·
1. ὑποχονδρίου ἔντασις ὑπολάπαρος, παραμήκης ἐξ ἀμφοτέρων·
2. περὶ δὲ τῆς παραφροσύνης οὕτως· ἐν μὲν τῇ δεκάτῃ τῶν ἡμερῶν
3. παρέκρουσεν ἀτρεμέως, ἐπὶ δὲ τῆς τεσσαρεσκαιδεκάτης
4. πολλὰ παρέλεγεν, ἐπὶ δὲ τῆς εἰκοστῆς ἐξεμάνη, φησίν. ἦν
5. μὲν οὖν καὶ μόνον αὐτῷ τοὔνομα τὸ ἐξεμάνη μέγεθος παραφροσύνης
6. ἱκανὸν ἐνδείξασθαι, ἀλλὰ καὶ τὸ κόσμιον εἶναι καὶ
7. σιωπηλὸν τὸν νεανίσκον αὐξητικόν ἐστιν οὐ σμικρὸν τοῦ μεγέθους
8. αὐτῆς, εἴ γε δὴ κᾀν τῷ προῤῥητικῷ καὶ τὰς ἀποκρίσεις
9. τὰς θρασείας, μήτοι γε τὰς παραφροσύνας αὐτὰς, κακάς φησιν
10. εἶναι τοῖς κοσμίοις. οὐ γὰρ δὴ οὐδ’ ἄλλου τινὸς ἕνεκεν ἐν τῇ
11. τῆς δεκάτης ἡμέρας διηγήσει προσέγραψεν τὰ περὶ τοῦ ἤθους
12. τοῦ νεανίσκου. ἵνα δὲ μὴ δόξωμεν, ἐπειδὴ γέγραπται, παρέκρουσεν
13. ἀτρεμέως, ἁπλῆν τινα εἶναι καὶ τὴν τυχοῦσαν παραφροσύνην,
14. διὰ τοῦτο ἐπιφέρει, ἦν δὲ κόσμιος καὶ σιγῶν, ἐξ
15. ὧν πάντων μὲν δὴ τούτων τὸ σφοδρὸν τῆς παραφροσύνης
16. ἐνεδείξατο. τὴν δὲ καθ’ ὑποχόνδριον ἔντασιν ἐξ ἀμφοτέρων
17. τῶν μερῶν τάχ’ ἄν τις δόξειεν μικρὸν καὶ πυκνὸν ἐργάσασθαι
18. τὸ πνεῦμα· δι’ αὐτῶν γὰρ ὧν ὑπὲρ αὐτῆς ἔγραψεν, ἐνεδείξατο
19. νενικημένην εὐλόγως ὑπὸ τῆς παραφροσύνης. οὐ γὰρ ἁπλῶς
1. εἶπεν· ἦν δὲ καθ’ ὑποχόνδριον ἔντασις, ἀλλὰ προσέθηκεν
2. ὑπολάπαρος, δηλῶν ὡς οὐκ ἦν σὺν ὄγκῳ μεγάλῳ. λαπαρὸν
3. γὰρ τὸ κενόν. ἐκ δὲ τοῦ παραμήκης τοὐναντίον ἐμφαίνει
4. ᾧ πολλάκις αὐτὸς λέγει τῷ ἀνεσπασμένῳ ὑποχονδρίῳ. ὅταν
5. μὲν γὰρ ὑπὸ τῶν φρενῶν τείνηται, τότε μὲν ἀνασπᾶταί τε καὶ
6. κατακρύπτεται πᾶν, ἑλκόμενον εἰς τὸν θώρακα· ὅταν δ’ ὑπό
7. τινος τῶν κάτω, παραμήκης τηνικαῦθ’ ἡ τάσις φαίνεται, οὐδὲν
8. γάρ ἐστιν ἐπίπροσθεν τὸ κατακρύψον αὐτὴν, ὥσπερ ἐπὶ
9. τοῦ θώρακος αἵ τε νόθοι πλευραὶ καὶ τὸ στέρνον. οὐ μόνον
10. οὖν ἐκ τούτων δῆλον, ὡς σμικρὰ παντάπασιν ἡ κατὰ τὸ ὑποχόνδριον
11. ἦν διάθεσις εἰς δυσπνοίας γένεσιν, ἀλλὰ κᾀξ αὐτοῦ
12. τοῦ προσγράψαι τὸν Ἱπποκράτην περὶ τῆς ὀδύνης αὐτοῦ μηδέν.
13. οὐ γὰρ ἂν ἐσιώπησεν, εἴπερ ἦν ὀδυνηρὸν, ἔθος ὂν αὐτῷ
14. μηδὲν τῶν τοιούτων ἀργῶς παρέρχεσθαι. εἴπερ οὖν
15. ταῦτα μὲν ἦν πάντως σμικρὰ, οὔτε γὰρ ὄγκος τις ἐν αὐτῷ
16. μέγας οὔτε πόνος, οὔτε τὰς φρένας ἔθλιβεν, ἀλλὰ κατὰ
17. τῆς γαστρὸς ὅλης ἐξετέτατο, τῇ παραφροσύνῃ δ’ οὐδὲν 
1. ἐνέδει πρὸς τὸ μεγίστην εἶναι καὶ χαλεπωτάτην, κατὰ λόγον
2. ἐνικήθη τελέως ὑπ’ αὐτοῦ ἡ κατὰ τὸ ὑποχόνδριον διάθεσις,
3. ὥστε γενέσθαι δι’ ὅλου τοῦ νοσήματος τὴν ἀναπνοὴν ἀραιὰν
4. καὶ μεγάλην. διὰ τοῦτ’ οὖν καὶ ὁ Ἱπποκράτης ἀμφοτέρων
5. ὁμοῦ μνημονεύει, τοῦ τε τῆς δυσπνοίας εἴδους καὶ τῆς κατὰ τὸ
6. ὑποχόνδριον διαθέσεως. ἔχει δ’ ἡ λέξις ὧδε· πνεῦμα ἀραιὸν,
7. μέγα, διὰ χρόνου, ὑποχονδρίου ἔντασις ὑπολάπαρος· ἵνα μή
8. τις ἀργῶς παρέλθοι τὸν λόγον, ἀλλ’ ἑξῆς ἀλλήλων ἀναγνοὺς
9. δύο διαθέσεις, ἐναντίον εἶδος δυσπνοίας ἐργάζεσθαι πεφυκυίας,
10. ἐπισκέπτηται τὴν αἰτίαν τοῦ κρατῆσαι μὲν τελέως τὴν παραφροσύνην,
11. νικηθῆναι δὲ τὴν καθ’ ὑποχόνδριον ἔντασιν. ἀλλ’
12. ἡμεῖς γε καὶ τὴν αἰτίαν εἰρήκαμεν καὶ τὴν γνώμην τἀνδρὸς
13. ἐξηγησάμεθα, καὶ χρὴ μεταβάντας ἤδη τὸ λοιπὸν μέρος τοῦ
14. προτεθέντος λόγου διελθεῖν. ὅταν μὲν γὰρ ἡ παραφροσύνη
15. τελέως νικήσῃ τὴν ἐναντίαν διάθεσιν, αὕτη μόνη κατὰ τὴν
16. ἑαυτῆς δύναμιν ἀλλοιοῖ τὴν ἀναπνοὴν, ὡς ἐπὶ τοῦ προγεγραμμένου
17. γέγραπται νεανίσκου, τοῦ κατὰ τὸ τρίτον τῶν ἐπιδημιῶν
18. ὑστάτου γεγραμμένου· ἀλλὰ μὴν καὶ ὅτι τοῦ πόνου τελέως
1. λέως κρατοῦντος, οὐδὲν παρεμφαίνεται τῆς κατὰ τὴν παραφροσύνην
2. δυσπνοίας, ἐπ’ Ἀναξίωνος ἐδείξαμεν, ὃς ἐν τῷ τρίτῳ
3. καὶ αὐτὸς γέγραπται τῶν ἐπιδημιῶν, ὄγδοος ἀπὸ τῆς λοιμώδους
4. καταστάσεως· ἐπὶ δ’ αὖ τῆς Δεάλκους γυναικὸς, ἧς καὶ
5. πρόσθεν ἐμνημονεύσαμεν, ὀγδόης μὲν ἀπὸ τούτου, πεντεκαιδεκάτης
6. δὲ μετὰ τὴν λοιμώδη κατάστασιν γεγραμμένης, ὡς τὰ
7. πολλὰ μὲν ἡ παραφροσύνη κρατεῖ, σπανιάκις δὲ καὶ κρατεῖται.
8. ἀλλὰ τὰς μὲν ῥήσεις ὀλίγον ἔμπροσθεν, ἡνίκ’ ἐξηγούμην οἷόν
9. τι δηλοῖ τὸ διὰ χρόνου, παρέγραψα, νυνὶ δὲ καὶ τὰς διαθέσεις
10. αὐτὰς τὰς μαχομένας ἐρῶ, ἑπόμενος κᾀνταῦθα ταῖς ὑφ’ Ἱπποκράτους
11. εἰρημέναις λέξεσιν. ἐπώδυνος μὲν οὖν διάθεσις οὐδεμία
12. ταύτῃ τῇ ἀνθρώπῳ συμβῆναι φαίνεται, κατάψυξις δὲ ἐπεκράτησε,
13. μαραινομένης τῆς ἐμφύτου θερμασίας. ἐκ γὰρ τοῦ
14. γεγράφθαι περὶ αὐτῆς, πυρετοὶ πρὸς χεῖρα λεπτοὶ, ἀκρέων
15. ψύξις, τοῦτο δηλοῦται, κᾀκ τοῦ περιστέλλεσθαι δι’ ὅλου τοῦ
16. νοσήματος. εἰπὼν γὰρ, ἐξ ἀρχῆς δὲ περιεστέλλετο, μετὰ ταῦτα
17. ἐπὶ τέλει τῆς ὅλης διηγήσεως, ἀεὶ περιεστέλλετό, φησι. ἀλλὰ
18. καὶ τὸ ἀπὸ λύπης ἄρξασθαι, τούτοις ὁμολογεῖ. τί γὰρ φησι;
1. πυρετὸς φρικώδης ἐκ λύπης ἔλαβε. ἀλλὰ καὶ αὐτὸς ὁ φρικώδης
2. πυρετὸς κατὰ τὴν αὐτὴν αἰτίαν ἐγένετο. καὶ μὲν δὴ καὶ
3. τὸ τὰ πινόμενα διεξέρχεσθαι τὴν γαστέρα, μηδ’ ἐπὶ βραχὺ
4. συνιστάμενα, μέγιστον τεκμήριον τοῦ τὴν ἔμφυτον θερμασίαν
5. ἀποσβέννυσθαι. καὶ τὸ δέρμα δὲ τὸ καρφαλέον, τὸ ἀπεξηραμμένον
6. ἐστί. συναπόλλυται δὲ ταῖς τοιαύταις ξηρότησι τὸ ἔμφυτον
7. θερμόν. ἀλλὰ μὴν ὅτι γε ταῦτ’ ἐπ’ αὐτῆς ἐγένετο, δηλοῦσιν
8. αἱ λέξεις αὗται. ἑπτακαιδεκάτῃ γάρ, φησιν, ἐρεθισμοὶ
9. ἀπὸ κοιλίης ταραχώδεες, ἔπειτα δ’ αὐτὰ τὰ ποτὰ διῄει, οὐδὲ
10. συνίστατο· ἀναισθήτως εἶχε πάντων· δέρματος περίτασις καρφαλέα.
11. εὐλόγως οὖν δι’ ὅλου τοῦ νοσήματος ἐπεκράτησε τὸ
12. μέγα καὶ ἀραιὸν πνεῦμα, παρενέπιπτε δέ ποτε καὶ τὸ βραχὺ τὸ
13. ταῖς καταψύξεσιν ἑπόμενον. ἀναμνήσω δὲ καὶ νῦν τῶν ῥήσεων,
14. ὡς ἔμπροσθεν ἤδη παρέγραψα· τεσσαρεσκαιδεκάτῃ πνεῦμα
15. ἀραιὸν, μέγα, διὰ χρόνου, καὶ πάλιν βραχύπνοος. εἰκοστῇ
16. λόγοι πολλοὶ, πάλιν ἱδρύνθη, ἄφωνος, βραχύπνοος. μιῇ καὶ
17. εἰκοστῇ ἀπέθανε. ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιὸν, μέγα.
18. ἐνταῦθα μὲν οὖν ἡ παραφροσύνη τῆς καταψύξεως ἐπεκράτει,
1. καὶ διὰ τοῦτο σπανίως μὲν βραχύπνους, δι’ ὅλου δὲ τοῦ νοσήματος
2. μακρόπνους ἐτηρήθη. ἔμπαλιν δὲ ἐπὶ τοῦ Πυθίωνος,
3. οὗ καὶ πρόσθεν ἐμνημόνευσα, βραχύπνοια μὲν ἦν δι’ ὅλου τοῦ
4. νοσήματος, ὀλιγάκις δέ ποτε συνέβαινεν ἡ μακρόπνοια, κατὰ
5. λόγον, δύο γὰρ ἀντέκειντο τῇ παραφροσύνῃ διαθέσεις βραχυπνοίας
6. αἰτίαι, πόνος καὶ κατάψυξις, ἄμφω μὲν μικρὰν πεφυκότα
7. ποιεῖν τὴν ἀναπνοὴν, ἀλλ’ ὁ μὲν πόνος μετὰ πυκνότητος,
8. ἡ δὲ κατάψυξις μετὰ ἀραιότητος. ὅτι μὲν οὖν παρεφρόνησε,
9. γέγραπται πολλάκις αὐτοῖς ὀνόμασιν ὑπ’ αὐτοῦ τοῦ
10. Ἱπποκράτους, ὥστε τοῦτο μὲν οὐκ ἄν τινα λάθοι· ἀλλ’ οὐδὲ
11. τὸ τοῦ πόνου τοῦ κατὰ τὴν κοιλίαν, καὶ γὰρ καὶ τοῦτο σαφῶς
12. ὧδε γέγραπται· κατὰ δὲ κοιλίην, βάρος μετὰ πόνου· ὅτι
13. δὲ κατέψυκτο, καὶ ἡ ἔμφυτος θερμασία ἐμαραίνετο, δῆλον ἐκ
14. τῶνδε· δευτέρῃ περὶ μέσον ἡμέρης ψύξις ἀκρέων, τὰ δὲ περὶ
15. χεῖρας καὶ κεφαλὴν μᾶλλον· εἶθ’ ἑξῆς ἐν τῇ τῆς τρίτης ἡμέρας
16. διηγήσει, ὀψὲ δὲ περὶ ἡλίου δυσμὰς ὑπεψύχθη μικρά· ἐπὶ δὲ
17. γε τῆς τετάρτης ἡμέρας, οὐ μόνον ὅτι ψύξις, ἀλλὰ καὶ ὅτι
18. ἀνεθερμάνθη μετὰ χρόνον, προσγέγραπται. σαφέστερον δὲ
1. περὶ τῆς ὀγδόης ἡμέρας διηγούμενος, πρωῒ μὲν ἐκοιμήθη, φησὶ,
2. μικρὰ, ταχὺ δὲ ψύξις, ὀψὲ δὲ πάλιν ἀνεθερμάνθη. αὖθις δ’
3. ἐπὶ τῆς δεκάτης ἡμέρας, πολλὴ ψύξις, φησί. ἐκ τῶνδε μὲν οὖν
4. δῆλον ὅτι καὶ ψύξις ἦν, οὐ μόνον πόνος καὶ παραφροσύνη
5. τῷ Πυθίωνι. ὅτι δὲ ἐπεκράτει μὲν ἡ βραχύπνοια, ἦν δέ τις καὶ
6. μακρόπνοια, γένοιτ’ ἂν σαφὲς ἐν τῇ τῆς δευτέρας ἡμέρας διηγήσει.
7. γέγραπται γὰρ ὡδὶ, βραχύπνοος ἐπὶ χρόνον πολύν.
8. τοῦτο γὰρ τὸ, χρόνον πολὺν, ἐνδεικτικόν ἐστι τοῦ γε μὴ μόνην
9. εἶναι τὴν βραχύπνοιαν, ἀλλὰ καὶ τοῦ πλεονεκτεῖν αὐτὴν τῆς
10. (ἐπὶ) μακροπνοίας. γέγραπται δὲ καὶ οὗτος ὁ Πυθίων ἐν τῷ
11. τρίτῳ τῶν ἐπιδημιῶν, τρίτος μετὰ τὴν λοιμώδη κατάστασιν,
12. ὥστ’ ἔνεστιν ἑκάστῳ καθ’ ἑαυτὴν ἐπὶ πλέον ἐνδιατρίβειν ταῖς
13. τοῦ παλαιοῦ ῥήσεσιν, ἵνα μὴ πάσας αὐτὰς ἡμεῖς παραγράφοντες
14. μακρὸν ποιῶμεν τὸν λόγον.

Cliquer un n° de page pour en afficher l’image