15. Ἀλλὰ καὶ ὅτι μηδεμίαν λέξιν ἐναντίαν τοῖς
16. ὑφ’ ἡμῶν λεγομένοις ἑκόντες εἶναι παραλείπομεν, εἴ τις ἐπ’
17. αὐτὰ τὰ βιβλία παραγένηται, μάλιστ’ ἂν πεισθείη. καὶ διὰ
18. τοῦτο μηνύομεν ἡμεῖς, ἐν τίνι τε τῶν βιβλίων ὁ ἄῤῥωστος,
19. ὑπὲρ οὗ ποτ’ ἂν ἑκάστοτε διαλεγόμενοι τύχωμεν, γέγραπται
1. καὶ πόστος ἐστὶν ἢ ἀπὸ τῆς ἀρχῆς, ἢ ἀπὸ καταστάσεως ἀριθμοῦντι,
2. πρὸς τὸ μὴ καταμέλλειν διὰ ταῦτά τινα, καὶ περὶ τὴν
3. ἀνεύρεσιν ὀκνοῦντα ἢ ἀβασανίστως ἡμῖν πιστεύειν, ὅπερ οὐ
4. βουλόμεθα, ἢ ὑποπτεύειν, ὥστε καὶ παραγράφοντας ἡμᾶς, ὃ
5. δὴ πολλοὶ τῶν ἐξηγησαμένων ἐποίησαν. ἀλλ’ ἐκεῖνοι μὲν διὰ
6. τοῦτο σιγῶσι τὰ βιβλία, καὶ κατακρύπτουσιν ἑκόντες, ἐξ ὧν
7. ἂν ἑκάστοτε παραγράφωσι τὰς λέξεις, ἡμεῖς δὲ οὐκ αὐτὰ μόνον,
8. ἀλλὰ καὶ τοὺς τόπους αὐτοὺς καὶ τὰ κεφάλαια μηνύομεν, ὑπὲρ
9. τοῦ ῥᾷον εὑρίσκειν τὰ βουλόμενα· ἴσμεν γὰρ ὅτι βεβαιοτέραν
10. πίστιν ὧν λέγομεν ἕξουσιν οἱ πᾶν ἀναγνόντες τοῦ βιβλίου τὸ
11. χωρίον, ἐξ οὗ τὴν ῥῆσιν παραγράφομεν. τῶν μὲν δὴ προειρημένων
12. ἀῤῥώστων ἠνάγκασεν ἡμᾶς ἡ ἀκολουθία τοῦ λόγου μνημονεῦσαι,
13. βουληθέντας δηλῶσαι, καθ’ ὅντινα τρόπον
14. ἐνίοτε μὲν ἡ παραφροσύνη μόνη τὴν δύσπνοιαν ἐργάζεται, νικῶσα
15. τὴν ἐναντίαν διάθεσιν, ἐνίοτε δὲ νικηθεῖσα τελέως ἐξίτηλος
16. γίνεται· καὶ ποτὲ μὲν ὡς τὸ πολὺ κρατεῖ, σπανίως ἐμπιπτούσης
17. τῆς διαφερούσης δυσπνοίας, ποτὲ δὲ κρατεῖται
18. κατὰ τὸ σπάνιον αὐτή που παρεμφαινομένη. καὶ ἤδη δῆλον
1. ὅπερ ἐν ἀρχῇ ἐλέγομεν, ὡς ᾧ μὲν τὸ μέγα καὶ ἀραιὸν πνεῦμα,
2. πάντως καὶ παραφροσύνη, ᾧ δὲ παραφροσύνη, οὐ πάντως
3. τούτῳ μέγα καὶ ἀραιὸν τὸ πνεῦμα.
⟨
(De difficult. respir.) [n° 059 Fichtner] [GalLat]
De difficultate respirationis
Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1
De difficultate respirationis, 2.9, ed. Kühn, 1824, vol. 7, p. 869-871. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:2.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩