Galenus. De difficultate respirationis (De difficult. respir.) [n° 059 Fichtner] [GalLat]

Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1

De difficultate respirationis, 3.1, ed. Kühn, 1824, vol. 7, p. 888-891. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:3.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΥΣΠΝΟΙΑΣ

ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.

1. Τὸν περὶ τῆς δυσπνοίας λόγον εἰς δύο διδασκαλίας
2. τεμόντες, ἐν μὲν τῷ πρώτῳ τῶν ὑπομνημάτων, ὅσα
3. χρὴ γινώσκειν ὑπὲρ αὐτοῦ τὸν ἰατρὸν, ἅμα ταῖς οἰκείαις ἀποδείξεσιν
4. ἐδηλώσαμεν· ἐν δὲ τῷ πρὸ τούτου δευτέρῳ καὶ αὐτῷ
5. δὲ τούτῳ τῷ τρίτῳ τῶν Ἱπποκράτει περὶ δυσπνοίας εἰρημένων
6. ἐν ἅπασι τοῖς συγγράμμασιν ἐξήγησιν ποιούμεθα· ὥστε τοὺς
7. μὲν αὐτῶν τῶν ἔργων τῆς τέχνης μόνων ἐφιεμένους, μηδὲν δ’,
8. ὡς αὐτοί φασιν, πολυπραγμονεῖν ἀξιοῦντας ὑπὲρ τῶν τοῖς
9. παλαιοῖς εἰρημένων, ἔχειν ἅπαν ἱκανῶς, ὃ σπουδάζουσιν, ἐκ
10. τοῦ πρώτου λόγου· τοὺς δὲ καὶ τὴν Ἱπποκράτους γνώμην ἐπιμαθεῖν
11. ὀρεγομένους τε ἅμα καὶ δυναμένους, ἐκ τῶνδε τῶν
1. γραμμάτων ἀναλέγεσθαι. τὸ μὲν οὖν ὀρέγεσθαι γνῶναι τὰ
2. τοῖς ἀρίστοις εἰρημένα, κοινὸν ἁπάντων ἐστὶ τῶν φύσει φιλοκάλων·
3. τὸ δὲ καὶ δυνηθῆναι μαθεῖν αὐτὰ, μακροτέρου χρόνου
4. δεόμενον, οὐκέθ’ ὁμοίως πᾶσιν ὑπάρχει· πολλοὶ γὰρ ὑπὸ
5. πολλῆς περιστάσεως πραγμάτων ἀποστεροῦνται τῆς περὶ τὰ
6. κάλλιστα σχολῆς. ταῦτ’ ἄρα καὶ ἡμεῖς οἴδαμεν καὶ τὸ κατεπεῖγον
7. εἰς τὰ τῆς τέχνης ἔργα διήλθομεν ἐν τῷ πρώτῳ τῶνδε
8. τῶν ὑπομνημάτων, ἰδίᾳ δ’ ἑξῆς τὴν Ἱπποκράτους γνώμην
9. ἐξηγούμεθα διὰ τῶν ὑπολοίπων δυοῖν γραμμάτων, ὧν τὸ
10. μὲν δεύτερόν ἐστι, τὸ δὲ τρίτον γινόμενον κατὰ τὴν ἐξ ἀρχῆς
11. τάξιν. καὶ χρὴ τὸν μέλλοντα τοῖς ἐν αὐτῷ λεγομένοις ἀκολουθήσειν
12. ὡμιληκέναι τῷ δευτέρῳ πρότερον ἐπιμελῶς, ἐν ᾧ πρῶτον
13. μὲν τὴν ὅλην γνώμην ἐδείξαμεν τοῦ Ἱπποκράτους, ὅτι μηδὲν
14. τῶν ἐπιτυχόντων, μηδ’ ὧν οἱ πολλοὶ τῶν ἰατρῶν ἴσασι,
15. γράφειν ἀξιοῖ, δεύτερον δὲ καὶ κατὰ μέρος ἅπαντας ἐπήλθομεν
16. τοὺς ἐν τῷ πρώτῳ τε καὶ τρίτῳ τῶν ἐπιδημιῶν ἀῤῥώστους,
17. ἐπιδεικνύντες ἐπὶ πολλῶν μὲν, ὅτι εἰ καὶ δυσπνοεῖν ἀναγκαῖον
18. ὂν τοῖς κάμνουσιν, ὅμως οὐκ ἔγραψε, καθάπερ οὐδ’ ἄλλα
1. πολλὰ τῶν ἐξ ἀνάγκης τοῖς γεγραμμένοις ἑπομένων, ἃ γὰρ ἔστι
2. καὶ χωρὶς τοῦ παρ’ ἐκείνου μαθεῖν, ἐξ ὧν εἶπεν ὁρμώμενον
3. αὐτόν τινα ἐξευρεῖν, ταῦτ’ οὐκ ᾤετο χρῆναι γράφειν, ἐπὶ πολλῶν
4. δὲ καὶ τὸ τῆς δυσπνοίας εἶδος αὐταῖς παραγράφει ταῖς
5. τῶν νοσούντων διηγήσεσιν, ἐπειδὰν ἤτοι μὴ κατ’ ἀνάγκην ἕπηται
6. τοῖς νοσοῦσιν, ἢ μὴ πρόχειρον ᾖ γνωσθῆναι τοῖς ἀναλεγομένοις
7. αὐτοῦ τὰ γράμματα. τούτων οὖν ἐχόμενοι καὶ νῦν τῶν
8. σκοπῶν, ἐπειδὴ τὸ πρῶτόν τε καὶ τὸ τρίτον τῶν ἐπιδημιῶν
9. διὰ τῶν ἔμπροσθεν ἐξηγησάμεθα, πάλιν ἀπὸ τοῦ δευτέρου τὴν
10. ἀρχὴν ποιησόμεθα, συνάπτοντες αὐτῷ καὶ τὰ λοιπὰ τῶν Ἱπποκράτους
11. συγγραμμάτων. ὥσπερ δὲ τὸ πρῶτον καὶ τὸ τρίτον
12. οὐ μόνον ὑφ’ Ἱπποκράτους συγκεῖσθαι δοκεῖ τοῖς ἄριστα
13. περὶ τούτων ἐγνωκόσιν, ἀλλὰ καὶ τῇ τῆς θεωρίας οἰκειότητι
14. συνῆφθαι πρὸς ἄλληλα, τὸν αὐτὸν οἶμαι τρόπον ἔχειν καὶ τὰ
15. κατὰ τὸ δεύτερον καὶ τὸ δ΄ καὶ τὸ ἕκτον. ὡμολόγηται γὰρ
16. οὖν ἤδη καὶ ταῦτα συνθεῖναι Θεσσαλὸν τὸν Ἱπποκράτους υἱὸν,
17. τὰ μὲν αὐτοῦ τοῦ πατρὸς ἐν διφθέραις τισὶν ἢ δέλτοις εὑρόντα
18. ὑπομνήματα, προσθέντα δέ τινα καὶ αὐτὸν οὐκ ὀλίγα. τό γε
1. μὴν πέμπτον τε καὶ ἕβδομον τῶν ἐπιδημιῶν οὐκ ἄν τίς μοι
2. δοκεῖ τῆς Ἱπποκράτους γνώμης οἰκείας ἀξιῶσαι, κατ’ ἐμὴν δὲ
3. γνώμην οὐδὲ τὸ τέταρτον, εἰ καί τισιν ἔδοξε καὶ τοῦθ’ ὑπὸ
4. Θεσσαλοῦ συντεθῆναι· τὸ δὲ προγνωστικὸν καὶ τοὺς
5. ἀφορισμοὺς καὶ τὸ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων, ἔτι τε
6. τὸ περὶ διαίτης ὀξέων, ὅ τινες ἐπιγράφουσι πρὸς τὰς Κνιδίας
7. γνώμας, οὐκ ἀλόγως Ἱπποκράτους αὐτοῦ πεπίστευται γράμματα
8. εἶναι. τούτων τε οὖν τῶν βιβλίων ἔνθ’ ἂν ἡ χρεία καλῇ
9. μνημονεύσομεν, ὅσα τ’ ἄλλα τὰ μὲν εἰς αὐτὸν Ἱπποκράτην, τὰ
10. δὲ εἰς Εὐρυφῶντα καὶ Θεσσαλὸν καὶ Πόλυβον ἀναφέρουσιν.

Cliquer un n° de page pour en afficher l’image