1. Ὁπότ’ οὖν ταῦθ’ ἡμῖν ἱκανῶς ἀποδέδεικται,
2. λείποιτ’ ἂν ἔτι τὰς ὑπολοίπους ἐξ ἁπάντων αὐτῶν τῶν συγγραμμάτων
3. ἐξηγήσασθαι ῥήσεις, ἀρξαμένους αὖθις ἀπὸ τοῦ
4. δευτέρου τε καὶ ἕκτου τῶν ἐπιδημιῶν. ἐν ἀμφοτέροις γὰρ τούτοις
5. τοῖς βιβλίοις, ἐφεξῆς τῇ πρώτῃ πασῶν εἰρημένῃ ῥήσει
6. τῇ διδασκούσῃ τὰς διαφορὰς ἁπάσης τῆς δυσπνοίας, ὡδί πως
7. γέγραπται· ἰητήριον συνεχέων χασμέων μακρόπνους· ἐν τοῖσιν
8. ἀπότοισι καὶ μόγις πίνουσι, βραχύπνους. ἐνταῦθ’ εἴτε τὸν
9. ἄνθρωπον μακρόπνουν, εἴτε τὴν δύσπνοιαν αὐτὴν οὕτως ὠνόμασεν,
10. ὅτι τὸ διὰ μακροῦ χρόνου γινόμενον, τουτέστι τὸ ἀραιὸν
11. πνεῦμα καὶ προσέτι τὸ πολὺ, δηλοῦται διὰ τῆς προσηγορίας
12. ταύτης, ἐν τῷ δευτέρῳ δέδεικται λόγῳ, καθάπερ γε καὶ
13. ὡς τὸ δι’ ὀλίγου, τοῦτ’ ἔστι τὸ πυκνὸν, καὶ προσέτι τὸ μικρὸν,
14. ἐκ τοῦ, βραχύπνους. ἰητήριον οὖν ἤτοι σημεῖον ἢ αἴτιον, ἑκάτερον
15. γὰρ ἔστι δείξασθαι, τῶν συνεχῶν χασμῶν, τὸ μέγα καὶ
16. ἀραιὸν γίγνεται (τὸ) πνεῦμα· σημεῖον μὲν, ὡς εἰς τἀναντία
17. τῆς διαθέσεως μεθισταμένης, αἴτιον δὲ, ὅτι ἐναντίων ἐναντία
1. τὰ ἰάματα· χασμῶνται γὰρ καὶ σκορδινῶνται συνεχῶς, ἀτμώδους
2. τινὸς καὶ παχέος πνεύματος ἐν τῷ μυώδει γένει κατειλημμένου,
3. καθότι δέδεικται δι’ ἑτέρων· εὐθὺς δ’ οἷς τοῦτο συμβέβηκε
4. καὶ συνεχῶς ἐκπνέουσιν, ὡς ἂν ἐκκαθαιρομένου τε καὶ
5. κενουμένου τοῦ τοιούτου πνεύματος ἐν ταῖς ἐκπνοαῖς· εἰ δέ
6. τις μηκέτι συνεχῶς, ἀλλ’ ἤδη διὰ μακροῦ χρόνου τὰς ἐκπνοὰς
7. ποιεῖται, δῆλον ὡς αἱ προϋπάρχουσαι διαθέσεις αὐτῷ πέπαυνται
8. καὶ σημεῖον οὕτως ἰητήριον ἡ μακρόπνοια τῆς χάσμης ἔσται.
9. καὶ μὲν δὴ καὶ ὡς αἰτίαν ἰωμένην τὴν μακρόπνοιαν τὰς χάσμας
10. τὰς συνεχεῖς ἀκούειν ἐγχωρεῖ, δοκεῖ μοι καὶ αὐτὸ μηκέτι
11. δεῖσθαι μακροῦ λόγου. τὸ γὰρ ἕως πλείστου τὴν ἀναπνοὴν
12. ἐπισχεῖν, ὅπερ ὀνομάζεται κατάληψις πνεύματος, ᾧ λόγῳ τοὺς
13. λυγμοὺς ἰᾶται, τούτῳ καὶ τὰς χάσμας ἰάσεται. καὶ γὰρ οὖν
14. καὶ ποιοῦσιν ἐπὶ τοῖς γυμνασίοις αὐτὸ σύμπαντες οἱ ἀθληταὶ,
15. διώσασθαι τῇ βίᾳ σπεύδοντες ἅπαν ὅσον ἐν τοῖς κατὰ δέρμα
16. λεπτοῖς πόροις, ἢ ὑγρῶν ἢ ἀτμῶν ἴσχεται. διὰ ταῦτα μὲν οὖν
17. ἡ μακρόπνοια τῶν συνεχῶν χασμῶν σημεῖόν ἐστιν, ἢ αἴτιον
1. ἰατρικόν· ἐν δ’ αὖ τοῖσιν ἀπότοισι καὶ μόγις πίνουσιν ἡ βραχύπνοια·
2. τοῦτο δ’ οὐκέτι σαφῶς, ἀλλ’ ἤδη συμβολικώτερον
3. εἴρηται. πότερον γὰρ τοὺς φρενιτικοὺς ἡγητέον ὑπ’ αὐτοῦ δηλοῦσθαι
4. νῦν, ὅτι καὶ δι’ ἄλλων εἶπεν, οἱ φρενιτικοὶ βραχυπόται,
5. ψόφου καθαπτόμενοι, τρομώδεες; ἢ μᾶλλον οἷς κατέψυκται
6. τὰ περὶ τὸν πνεύμονα καὶ τὴν καρδίαν, ὡς ἀναπνεῖν τε
7. ἅμα διὰ μακροῦ καὶ ψυχρὸν ἐκπνεῖν; εἰσαγομένη γὰρ ἐξ ἀμφοῖν
8. ἡ βραχύπνοια, σημεῖον ἰητήριον· ἐπὶ δὲ τῶν κατέψυγμένων
9. οὐ σημεῖον μόνον, ἀλλὰ καὶ αἴτιον. ὡς γὰρ ἡ κατάληψις
10. τοῦ πνεύματος ἐκκενοῦν ἠδύνατο τὰ περιττὰ καὶ διὰ
11. τοῦτο ταύτην ἐπὶ τῶν λυζόντων τε καὶ χασμωμένων πολλὰ
12. καὶ σκορδινωμένων καὶ συντόνως γεγυμνασμένων παρελαμβάνομεν,
13. οὕτως ἡ συνεχὴς ἀναπνοὴ ῥιπίσαι τε ἅμα καὶ ἐκθερμᾶναι
14. τὰ κατεψυγμένα δυνήσεται. κατὰ τοῦτον οὖν τὸν
15. λόγον κᾀν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν συνεβούλευσεν ἐπιτηδεύειν
16. ὀξυθυμίην ἐμποιέειν, καὶ χροιῆς ἀναλήψιος ἕνεκα καὶ
17. ἐκχυμώσιος, ὡς καὶ τῆς ὀξυθυμίας ἐπεγείρειν τὴν ἔμφυτον
1. θερμασίαν δυναμένης. ἀλλ’ ὅτι γε πυκνοτέραν ἐργάζεται πάντως
2. ἡ ὀξυθυμία τὴν ἀναπνοὴν, οὐδεὶς ἀγνοεῖ. παραληψόμεθα
3. οὖν αὐτὴν ἐπὶ τῶν κατεψυγμένων τε καὶ ἀχροούντων
4. καὶ ἰσχνῶν, ἐκ διαλειμμάτων τέ τινων καὶ προσηκόντων καιρῶν·
5. οὐ γὰρ δὴ συνεχῶς γε οὕτως, ὡς ἄγαν βλάψαι τὴν δύναμιν,
6. ἀλλ’ ὥσπερ τὰ γυμνάσια τὰ ῥωννύντα τὴν ἔμφυτον
7. θερμασίαν, οὐκ ἄμετρα ποιεῖσθαι κελεύομεν, ἀλλ’ ἐν καιρῷ
8. τε καὶ μέτρῳ παραλαμβάνομεν, οὕτω καὶ βραχύπνοιαν, εἴ τε
9. κατὰ μόνας εἴ τε καὶ μετὰ τῆς ὀξυθυμίας ἐπιτηδεύσομεν, οὐκ
10. ἄνευ καιροῦ καὶ μέτρου παραληψόμεθα· προσέχειν δ’ ἐνταῦθα
11. χρὴ τῷ λόγῳ καὶ μὴ νομίζειν τὴν αὐτὴν εἶναι διάθεσιν τῇ
12. νῦν ὑφ’ ἡμῶν δηλουμένῃ τὴν κατὰ τὸ προγνωστικὸν,
13. ἐφ’ ἧς ἔλεγε· ψυχρὸν δ’ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ
14. στόματος, ὀλέθριον κάρτα ἤδη γίγνεται. ἐπὶ γὰρ τῶν ἐν
15. ὀξέσι νοσήμασι, περὶ ὧν ἐν ἐκείνῳ τῷ βιβλίῳ ποιεῖται τὸν
16. λόγον, ἡ τοιαύτη δύσπνοια θάνατον δηλοῖ· τοῖς δ’ ἄλλοις
17. νοσήμασιν, ὅσα χωρὶς πυρετοῦ, ψυχρότης τὴν ὅλην ἕξιν τοῦ
1. ζώου καταλαμβάνει· συμπίπτει μὲν οὐδὲ τούτοις ἀκινδύνως,
2. οὐ μὴν ἐξ ἅπαντός γε ὀλεθρίως. ἐκ τούτων δ’ ἐστὶ καὶ ἡ
3. καλουμένη ὑστερικὴ πνὶξ καὶ ὅλως αἱ ἄπνοιαι πᾶσαι, γυναιξὶ
4. μὲν συνεχῶς καὶ μάλιστα ταῖς στειρευούσαις συμπίπτουσαι,
5. σπανίως δέ ποτε καὶ ἀνδράσι. ἐπὶ γὰρ τῶν τοιούτων ἁπασῶν
6. διαθέσεων ὑπὸ πλήθους ὕλης ψυχρᾶς ἡ ἔμφυτος θερμασία·
7. βαρύνεται, δίκην φλογὸς ὑπὸ πολλῶν ὑγρῶν ξύλων
8. καταπνιγομένης, ὥστε καὶ ἀνάψαι ποτὲ δυνατὸν ταύτην κρατήσαντα
9. τῆς ὕλης· ἐφ’ ὧν μέντοι δαπανηθείσης τῆς ὕλης ἐξ
10. ἀνάγκης αὐτὴ συναποσβέννυται, καθάπερ ἐπὶ τῶν ἐν τοῖς
11. ὀξέσι νοσήμασιν οὕτως ἐκπνεόντων, οὐδεμία σωτηρίας ἐλπὶς
12. ὑπολείπεται. τούτων δὲ οὖν μεμνῆσθαι χρὴ, καὶ ὡς ἐν ταῖς
13. ἀπνοίαις ἀπολωλέναι μὲν τελέως ἅπασαν τὴν ἀναπνοὴν, οὔθ’
14. ὑπονοῆσαι δυνατὸν, οὔθ’ οὕτως ἔχον φαίνεται τοῖς ἐπιμελῶς
15. κατασκεπτομένοις τὸ συμβαῖνον· ἐλάχιστον δ’ αὐτοῖς
16. ἅμα καὶ διὰ μακροτάτου χρόνου γίνεται τὸ πνεῦμα καὶ ταύτῃ
17. λανθάνει τοὺς πολλούς· ἀλλ’ εἰ προσέχοι τις ἐπιμελῶς τὸν
1. νοῦν, ἢ καὶ προσθείη τινὰ τῶν δακτύλων πρὸ τῆς τοῦ κάμνοντος
2. ῥινὸς, αἰσθήσεται τῆς ἀναπνοῆς. εἰ δὲ καὶ τρίχα κατακρεμάσει
3. πρὸ αὐτῆς, ἢ ἔριον λεπτὸν, ἀκριβῶς διεξεσμένον,
4. ὄψεται καὶ ταῦτα σειόμενα. κατὰ μὲν δὴ τὰς τοιαύτας διαθέσεις
5. βραχύπνοια, τουτέστιν ἡ διὰ βραχέος χρόνου κίνησις
6. τῶν ἀναπνευστικῶν ὀργάνων, ἥνπερ δὴ καὶ πυκνὸν πνεῦμα
7. καλοῦμεν, αἴτιόν τε ἅμα καὶ σημεῖον ἰητήριον ὑπάρχει· κατὰ
8. δὲ ταὐτὸ τῶν συνεχῶν χασμῶν οὐ μόνον ἡ διὰ μακροῦ, τουτέστιν
9. ἡ ἀραιὰ, σημεῖόν τε ἅμα καὶ αἴτιόν ἐστιν ἰητήριον,
10. ἀλλὰ καὶ ἡ μεγάλη. καλεῖται γὰρ καὶ ἥδε κατὰ δεύτερον λόγον
11. μακρόπνοια. πρώτως μὲν γὰρ ἡ διὰ μακροῦ χρόνου γινομένη,
12. τουτέστιν ἡ ἀραιὰ, τοῦτο κέκτηται τοὔνομα, δευτέρως
13. δὲ καὶ ἡ μεγάλη. περὶ μὲν δὴ τούτων ὧδε ἔχει.
⟨
(De difficult. respir.) [n° 059 Fichtner] [GalLat]
De difficultate respirationis
Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1
De difficultate respirationis, 3.10, ed. Kühn, 1824, vol. 7, p. 939-944. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:3.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩