Galenus. De difficultate respirationis (De difficult. respir.) [n° 059 Fichtner] [GalLat]

Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1

De difficultate respirationis, 3.11, ed. Kühn, 1824, vol. 7, p. 944-951. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:3.11

14. Παραθώμεθα δὲ δὴ καὶ τἄλλα σύμπαντα
15. τὰ περὶ τῆς δυσπνοίας αὐτῷ γεγραμμένα. κατὰ μὲν δὴ τὸ
16. δεύτερον τῶν ἐπιδημιῶν, ἐπὶ μὲν τῆς Ἀντιγένους, προειπὼν
17. ὡς ἀσθμώδης ἐγένετο πρὸ τόκου, μετὰ ταῦτ’ ἐπιφέρει· ἔπειθ’
1. ἅμα τόκῳ πύον ἀνήμεσεν. ὥσθ’ ὁμολογεῖ καὶ τοῦτο τοῖς ὑφ’
2. ἡμῶν ἀποδεδειγμένοις· ἀσθμαίνουσι μὲν γὰρ οἱ πυκνὸν ἀναπνέοντες
3. ἅμα καὶ τὸν θώρακα μέχρι πολλοῦ διαστέλλοντες.
4. γίγνεται δὲ τοῦτο ποτὲ μὲν ἐν διαθέσεσι πολλῆς εἰσπνοῆς
5. δεομέναις. ἀμέλει καὶ τοῖς δραμοῦσιν ἢ ὁπωσοῦν ἄλλως ὀξέως
6. γυμνασαμένοις τὸ τοιοῦτον συμπίπτει καὶ πᾶσι τοῖς περικαέσι
7. πυρετοῖς· γίγνεται δ’, ὡς ἐδείχθη, κᾀπειδὰν ἔμφραξις, ἢ
8. θλίψις, ἢ στενοχωρία τις ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις
9. ὑπάρχῃ· τοιοῦτον δέ τι φαίνεται συμβῆναι καὶ τῇ τοῦ Ἀντιγένους,
10. ὡς ἐδήλωσε τὸ πύον. ταύτης μὲν δὴ πρώτης ἐν
11. τῷ δευτέρῳ τῶν ἐπιδημιῶν δυσπνοίας μέμνηται· μετὰ δὲ ταύτην
12. τῆς συμβάσης τῇ Λυκίῃ, περὶ ἧς, ὡς καὶ πρόσθεν ἔλεγον,
13. ἔγραψε· πνεῦμα ἐδιπλασιάζετο, οὐ μὴν μέγα κατὰ λόγον.
14. ἐπεπόνθει γὰρ αὐτῆς τὸ νευρῶδες γένος τῶν ὀργάνων, ὥστε
15. καὶ τῶν οὔρων ἐπίσχεσιν παντελῆ γενέσθαι. διὰ τοῦτο μὲν
16. δὴ τὸ διπλασιαζόμενον ἐγίνετο πνεῦμα· διά τί δὲ οὐ μέγα;
17. ἢ διότι κατέψυκτο; περιέσταλτο γοῦν, φησι· τούτω δ’ ἐδείχθη
1. χρώμενος τῷ ὀνόματι κατὰ τῶν ἀποψυχομένων τὴν ἔμφυτον
2. θερμασίαν. ἐφεξῆς δὲ καὶ περὶ τῶν γενομένων τότε
3. κυναγχικῶν διαλεγόμενος, ὡδὶ γράφει· πνεῦμα δὲ τούτοισιν
4. οὐ πάνυ μετέωρον· ὡς δηλονότι μετεώρου τὰ πολλὰ τοῖς κυναγχικοῖς
5. γιγνομένου τοῦ πνεύματος. οὕτως δὲ καλεῖν ἔθος
6. αὐτῷ τὸ μικρὸν πνεῦμα, καὶ ὡς δόξειέ τινι, αὐτόθι που μέχρι
7. τῆς φάρυγγος εἰσιὸν, οὐκ εἰς τὸ βάθος τοῦ θώρακος κατερχόμενον.
8. ὅτι δὲ τοιοῦτον ἀνάγκη ὑπάρχειν τὸ πνεῦμα
9. τοῖς ὁτιοῦν ὀδυνωμένοις τῶν ἀναπνευστικῶν ὀργάνων, ἔμπροσθεν
10. εἴρηται. τίς οὖν ἡ αἰτία δι’ ἣν τοῖς κυναγχικοῖς οὐ
11. πάνυ τὸ πνεῦμα μετέωρον; ἢ διότι μηδὲ τὸ τῆς κυνάγχης εἶδος
12. αὐτοῖς εἰθισμένως ἐγένετο; πρῶτον μὲν γὰρ ἐρεῖ· φάρυγξ
13. οὐ φλεγμαίνουσα, κειμένη δέ· εἶθ’ οὕτω φησίν· οὐ πνιγόμενοι
14. οἱ πλεῖστοι, εἰ μὴ καταπίνειν προθυμοῖντο· καὶ ὅλως
15. ἡ διήγησις ἅπασα τῆς τότε γενομένης κυνάγχης, ἀπαθῆ μὲν
16. ἐδείκνυτο μεῖναι τὴν φάρυγγα, τὰ δὲ ἐπιγειτνιῶντα ταύτῃ
17. μέρη, τὰ συνεχῆ τοῖς σπονδύλοις τοῦ τραχήλου, παθεῖν.
18. καὶ γὰρ οὖν καὶ μεταστῆναί φησι καὶ αὐτοὺς τοὺς σπονδύλους,
1. τοὺς μὲν εἴσω μόνον, τοὺς δὲ καὶ εἰς τὰ πλάγια. μήτ’
2. οὖν ἄλλου τινὸς τῶν ἀναπνευστικῶν ὀργάνων πεπονθότος,
3. ἀλλὰ μηδὲ τῆς φάρυγγος αὐτῆς κατὰ τὸν ἴδιον λόγον, ὅτι μὴ
4. τῇ κοινωνίᾳ τῆς θέσεως συναπολαυούσης τῶν παθημάτων,
5. δεόντως οὐ πάνυ μετέωρον ἦν αὐτοῖς τὸ πνεῦμα· μηδ’ ὅλως
6. μὲν γὰρ ἐνοχλουμένης τῆς φάρυγγος, οὐδ’ ἂν μετέωρον ἦν
7. μηδαμῶς· ἐπεὶ δ’ ἐκ τοῦ συμπάσχειν τοῖς παρακειμένοις ἠνωχλεῖτο,
8. τὴν μέσην τῶν εἰρημένων κατάστασιν ἐκτήσατο, μετρίως
9. πυκνωθέν. ἐφεξῆς δὲ τῆσδε τῆς καταστάσεως ἑτέρας
10. μνημονεύει γενομένης ἐν Περίνθῳ, τόνδε τὸν τρόπον ἀρχόμενος
11. τῆς διηγήσεως· ἐς Πέρινθον περὶ ἡλίου τροπὰς ὀλίγον
12. τὰς θερινὰς ἤλθομεν· ἔπειτα διηγεῖται τὴν ὅλην τῶν νοσημάτων
13. ἰδέαν, ἀπὸ καύσου μὲν ἀρξαμένην, ἐμετώδη δὲ γενομένην
14. καὶ μέχρι πλείστου χρονίσασαν. ἀλλὰ καὶ ὡς χωρὶς
15. ἐμέτων οἱ καῦσοι τούτοις ἐγίγνοντο, καὶ ὡς ἡ γαστὴρ αὐτοῖς
16. διεχώρει πολλὰ, καὶ τοῦτο προσέθηκεν. ὥστ’ ἐκ τούτων καὶ
17. τῶν ἄλλων ἁπάντων εὔδηλον εἶναι, τῆς καταστάσεως τὴν
18. ὑπόθεσιν ἐν φλέγμασι διασηπομένοις γεγενημένην, ἀπαθῶν 
1. μὲν τῶν ἀναπνευστικῶν μεινάντων, καὶ τοῦ στόματος
2. τῆς κοιλίας, ἐκ δὲ τῶν κατωτέρω μερῶν αὖθις ὁρμωμένου
3. τοῦ καύσου· εἰκότως οὖν αὐτοῖς οὔθ’ ὥσπερ οἷς ἐν πνεύμονί
4. τε καὶ καρδίᾳ πλῆθος ἤθροιστο θερμασίας πυρώδους,
5. ἐγένετο μέγα τὸ πνεῦμα, μικρόν τ’ οὐκ ἦν παντάπασιν, ὡς
6. μήτ’ ὀδυνωμένοις μήτε κατεψυγμένοις. εἴπερ οὖν τὸ μετέωρον
7. οὐδὲν τοῦ μικροῦ διαφέρον δηλοῖ, κατὰ λόγον αὐτοῖς
8. φησι τὰ πνεύματα μετέωρα γίγνεσθαι, οὐ μὴν πάνυ γε.
9. μετὰ δὲ ταύτην τὴν κατάστασιν οὐδεμιᾶς ἐν τοῖς ἐφεξῆς
10. δυσπνοίας ἐμνημόνευσεν ὁ Ἱπποκράτης, ἄχρι τῆς ῥήσεως
11. ἐκείνης ἣν πρώτην παρεθέμην ἁπάντων ἐν ἀρχῇ τοῦδε τοῦ
12. γράμματος, ἣ ἄρχεται τόνδε τὸν τρόπον· πνεύματα πυκνὰ
13. σμικρὰ, μεγάλα ἀραιά. ταύτην δὲ σύμπασαν ἐξηγήσασθαι
14. φθάνω. τῆς οὖν ἐφεξῆς αὐτῷ γεγραμμένης δυσπνοίας
15. ἐπὶ ἀῤῥώστου τινὸς, οὗ τὸ ὄνομα Σκόπος, εἴη ἂν ἤδη μνημονεύειν
16. καιρός· ἔχει δ’ ἡ τοῦ παλαιοῦ λέξις ὧδε· πνεῦμα
17. δὲ ὑπόπυκνον, ὑποχόνδρια ἤλγει, καὶ ἀναπνέων, καὶ στρεφόμενος.
1. φαίνεται δὴ καὶ οὗτος ὁ ἄῤῥωστος μαρτυρῶν τοῖς
2. πολλάκις ὑφ’ ἡμῶν προειρημένοις· ἐπεὶ γὰρ τὰ ὑποχόνδρια
3. τοῖς ἀναπνευστικοῖς ὀργάνοις συνῆπται, διὰ τοῦτο ὀδυνωμένων
4. αὐτῶν ὑπόπυκνον ἦν τὸ πνεῦμα. ταυτὶ μὲν οὖν ἐν
5. τῷ δευτέρῳ τῶν ἐπιδημιῶν εἴδη δυσπνοίας ἔγραψεν. ἐν δὲ
6. τῷ τετάρτῳ πρῶτον μὲν μέμνηται τῆς Νικοστράτου γυναικὸς,
7. τῆς ἐν Κρανῶνι, μικρὸν καὶ πυκνὸν ἐχούσης τὸ πνεῦμα·
8. δεύτερον δὲ τῆς Ἀντιγένους, ἀσθματώδους οὐχ ὑπόγυιον
9. τότε γενομένης, ἀλλ’ ἐξ ἀρχῆς οὔσης, ὥστε καὶ βήττειν ἀεί·
10. περὶ μὲν δὴ ταύτης οὐδ’ ἓν ἂν εἴη ζήτημα· περὶ δὲ τῆς
11. ἐν Κρανῶνι, τῆς Νικοστράτου γυναικὸς, διὰ τοῦτό μοι δοκεῖ
12. προσθεῖναι τὸ μικρὸν καὶ πυκνὸν πνεῦμα, διότι παρεφρόνησεν.
13. εἴρηται γὰρ ἤδη πολλάκις, ὡς τοὐναντίον τὸ
14. ἀραιὸν καὶ μέγα πνεῦμα παραφροσύνης ἐστὶν ἴδιον· ὥστε
15. ἄξιον ζητῆσαι, διὰ τί τουτὶ μὲν οὐκ ἐγένετο, τὸ δ’ ἐναντίον
16. αὐτῷ τὸ τῶν ἀλγημάτων ἴδιον, τὸ μικρὸν καὶ πυκνόν.
17. οὐδὲ γὰρ προσέθηκεν ἐν τῇ διηγήσει τῆς ἀῤῥωστίας, γενέσθαι
18. τινὰ ὀδύνην οὐδενὸς τῶν μορίων, ἀλλ’ οὐδ’ ὄγκον
1. ἐπίσημον οὔτε καθ’ ὑποχόνδριον οὔτε κατὰ θώρακα. τί
2. δὴ οὖν ἐστι τὸ γινόμενον; ἐμοὶ μὲν δοκεῖ διττή τις ἰδέα νοσήματος
3. συστῆναι περὶ τὸ γύναιον ἀπὸ διττῆς ἀρχῆς· ἐν μὲν
4. γὰρ τῷ παραφρονῆσαι καὶ τὸν τράχηλον καὶ τὸ στόμα
5. καὶ τὴν ῥῖνα παρασπασθῆναι δῆλον ὡς ἐν τῇ κεφαλῇ τις
6. ὑπόθεσις αὐτῇ νοσήματος ὑπῆρχεν· ἐκ δὲ τοῦ τὸν σῖτόν τε
7. ἐγκατακλεισθῆναι μέχρι δεκάτης ἡμέρας καὶ τοῖς οὔροις ὀροβοειδῆ
8. γενέσθαι τὴν ὑπόστασιν, οὐ μικρὰν ἐν ἥπατι νομίζω
9. γενέσθαι φλεγμονὴν, ἐφ’ ἧς τὴν ἄνωθεν διάθεσιν νικηθεῖσαν
10. οὐ δυνηθῆναι καθ’ ἑαυτὴν τυπῶσαι τὴν ἀναπνοήν. εἴρηται
11. γὰρ οὖν καὶ πρόσθεν ἤδη πολλάκις, ὡς κατὰ τὴν ἐπικρατοῦσαν
12. διάθεσιν ἡ τῆς δυσπνοίας ἰδέα σχηματίζεται. δηλοῖ
13. δ’ οὐχ ἥκιστα τῆς παραφροσύνης τὸ βραχὺ καὶ ἡ λέξις
14. αὐτὴ τοῦ παλαιοῦ. παραλέγειν γοῦν αὐτὴν εἶπεν· εἴωθεν
15. δὲ τῷ τοιούτῳ ῥήματι χρῆσθαι μικρὰν ἐνδείξασθαι βλάβην
16. βουλόμενος, ὡς καὶ τοῦτ’ ἀποδέδεικται πολλάκις.
17. οὐδὲν οὖν θαυμαστὸν, ἐπὶ βραχὺ μὲν αὐτῆς παραφρονούσης,
18. ἰσχυρῶς δὲ φλεγμανθείσης κατὰ τὸ ἧπαρ, οὐ
1. τὴν τῆς παραφροσύνης, ἀλλὰ τὴν τῆς φλεγμονῆς οἰκείαν
2. ἀπαντῆσαι δύσπνοιαν. οὕτω μὲν δὴ καὶ περὶ τούτων
3. ἔχει.

Cliquer un n° de page pour en afficher l’image