4. Τί δ’ ὅταν εἴπῃ, πνευματώδη τινὰ γενέσθαι,
5. χρὴ δέχεσθαι; πότερον ὃν ἐν τῷ περὶ διαίτης ὀξέων
6. πνευματίαν ἐκάλεσεν; ἢ τὸν πεπνευματωμένον τὴν γαστέρα;
7. τί δέ ἐστιν ὁ πνευματίας, ἐν τῷ περὶ διαίτης ὀξέων αὐτὸς
8. ἐξηγήσατο σαφέστατα. προειπὼν γὰρ, ὡς ταχέως πνευματίαι
9. γίνονται, συνάπτων εὐθὺς ἐπιφέρει· ὑπὸ δὲ πολλοῦ
10. καὶ πυκνοῦ πνεύματος. τοῦτο μὲν δὴ καὶ κατ’ ἀρχὰς εὐθὺς
11. ἐξηγησάμην ἐν τῷδε τῷ βιβλίῳ· τὸ δ’ ἐν τῷ τετάρτῳ τῶν
12. ἐπιδημιῶν ἐπισκεπτέον, αὐτὴν ὑπογράψαντας τὴν ῥῆσιν
13. ἔχουσαν ὧδε· ὁ ἐκ τῶν μετάλλων· ὑποχόνδριον δεξιὸν ἐντεταμένον,
14. σπλὴν μέγας, κοιλίη ἐντεταμένη, ὑπόσκληρος,
15. πνευματώδης, ἄχροος. ἐγχωρεῖ γὰρ ἑκάτερον, καὶ
16. δύσπνουν αὐτὸν γεγονέναι, διὰ (τε) τὰς ἐν τοῖς ὑποχονδρίοις
17. διαθέσεις, καὶ πνευματωθῆναι τὴν γαστέρα.
1. πολὺ δ’ ἔτι μᾶλλον ἀσαφὴς ὁ ἐφεξῆς ἄῤῥωστος, ἔχων ὡδί·
2. ὁ Τιμαίνεω εἶχέ τι πνεύματος, ὡς ὠχρῶδες εἶναι. καὶ
3. γὰρ καὶ τούτῳ πάνυ τις ἦν ἥπατος κακοπραγία, δι’ ἣν
4. ἐνεχώρει δυσπνοεῖν αὐτὸν, καὶ πνευματοῦσθαι τὴν γαστέρα·
5. τὸ γὰρ ὠχρῶδες χρῶμα κακοπραγοῦντος ἥπατος γνώρισμα.
6. τὸ δ’ ἐφεξῆς λεγόμενον ὡδί· ὁ τῆς λεχοῦς ἀνὴρ,
7. ὁ παρὰ Σιτοδόκῳ, ἰκτεριώδης, πρὸς ὃν ἑβδομαῖον εἰσῆλθον,
8. ὀγδόῃ ἀπώλετο, οὔτε οὐρέων οὔτε διαχωρέων·
9. ὑποχόνδρια μεγάλα καὶ σκληρὰ, καὶ πνεῦμα πυκνόν· οὐδὲ
10. ζήτημ’ ἔχει. σκληρῶν γὰρ οὐ μετρίως καὶ μεγάλων τῶν
11. ὑποχονδρίων γενομένων, εὔλογον πυκνὸν εἶναι αὐτῷ τὸ
12. πνεῦμα. ἀσαφὲς δὲ τελέως ἐστὶ τὸ τούτου συνεχὲς ἐπὶ
13. τῆς λεχοῦς εἰρημένον ὧδε· διαίροντος δὲ τοῦ πυρετοῦ,
14. πνεῦμα οὐκ ἐλύθη. τί γὰρ εἶδος εἶχε δυσπνοίας, οὔτ’
15. αὐτὸς ἐδήλωσε σαφῶς οὔτε τι σύμπτωμα ἄλλο τοιοῦτον
16. ἔγραψεν, ἐξ οὗ τεκμαίροιτ’ ἄν τις τὴν γενομένην αὐτῇ
17. διάθεσιν. καὶ μέντοι καὶ μετὰ ταύτην οὐκ ὀλίγον προελθὼν
1. ἄρχεται διηγεῖσθαι τόνδε τὸν τρόπον· ἡ Τιμαίνεω
2. πνευματώδης. δύναται μὲν γὰρ δύσπνους ἀκούεσθαι, δύναται
3. δὲ καὶ ὥσπερ οἱ πλεῖστοι τῶν ἐξηγησαμένων οἴονται
4. λέγεσθαι, ἐμπεπνευματωμένη τὰ ὑποχόνδρια· βέλτιον
5. δὲ δοκεῖ μοι, καὶ ἴσως ἀναγκαῖον, τὴν πεπνευματωμένην
6. τὰ ὑποχόνδρια λέγεσθαι μᾶλλόν περ ἢ δύσπνουν. ὀλίγον
7. οὖν ἐν τῇ διηγήσει προελθὼν, καί τινι εὐπνοωτέρη,
8. φησὶν, ὡς ἂν ἤδη προειρηκὼς ὑπὲρ αὐτῆς δύσπνουν εἶναι.
9. ὅτι δὲ πνευματώδεις, οἷς πυκνόν ἐστι τὸ πνεῦμα, προσαγορεύειν
10. εἴωθεν, εἴρηται μὲν κᾀν τοῖς πρόσθεν, ἀλλὰ καὶ
11. νῦν δῆλον· ἐπὶ τὸ χεῖρον γὰρ αὖθις ἐτέτραπτο τὰ τῆσδε
12. τῆς ἀνθρώπου συμπτώματα, καὶ κατὰ τὴν ἑξκαιδεκάτην
13. ἡμέραν ἀποθανεῖν αὐτήν φησι, πυκνὸν ἔχουσαν τὸ πνεῦμα.
14. καὶ ὁ μετὰ ταύτην δὲ γεγραμμένος, ὅτι καὶ αὐτὸς ἀνέπνευσε
15. πυκνὸν ἐπὶ τῇ τῶν ὑποχονδρίων διαθέσει, δῆλον ἡ
16. ῥῆσις αὐτὴ ποιήσει, τόνδε τὸν τρόπον ἔχουσα· ὁ παῖς,
17. ὃς ἦν τῆς γυναικὸς τῆς τοῦ Ἀποιμάντου ἀδελφῆς, ὑποχόνδρια
1. μεγάλα, καὶ σπλὴν, πνεῦμα, διαχώρησις πικρόχολος.
2. ὥσπερ γὰρ πνευματώδεις ἐνίοτε καλεῖ τοὺς πυκνὸν
3. ἀναπνέοντας, οὕτω ποτὲ καὶ ἁπλῶς γράφει, πνεῦμα.
4. θαυμαστὸν δ’ οὐδὲν εἰ μεγάλων ὄντων ὑποχονδρίων, ἐγίγνετο
5. πυκνὸν τὸ πνεῦμα. καὶ γὰρ αὖ καὶ προελθὼν ἐπ’
6. αὐτοῦ πάλιν ἐρεῖ· τὰ ὑποχόνδρια δὲ ἐντεταμένα ἦν, καὶ
7. δὴ καὶ ἦν τι βηχίον ξηρὸν ἡσυχῆ. καθόλου γὰρ, ὡς ἔφαμεν,
8. ἐπειδὰν ἢ ὄγκος, ἢ ὀδύνη τις ἐν τοῖς καθ’ ὑποχόνδρια
9. συσταίη, μικρὸν καὶ πυκνὸν ἐξ ἀνάγκης ἀναπνέουσιν.
10. ὥστ’ οὐδὲν θαυμαστὸν οὐδ’ ἐπειδὰν ἐν τοῖς μετὰ
11. ταῦτα, προειπὼν, ὑποχόνδριον ὑπολάπαρον, προσθῇ,
12. πνευματῶδες δὲ οὐ κάρτα. εἰ γὰρ δὴ τὸ μὲν λαπαρὸν
13. κενὸν, τὸ δὲ ὑπολάπαρον ὑπόκενον, ἐπὶ τοσοῦτον
14. δυσπνοήσουσιν, ἐφ’ ὅσον αὐτοῖς ἔχει κακῶς τὰ καθ’ ὑποχόνδριον.
15. μετρίως οὖν αὐτῶν πεπονθότων, μετρίως δυσπνοήσουσιν·
16. ὥσπερ πάλιν ἐν τοῖς κατωτέρω τοῦ βιβλίου,
17. ὧδέ πως γράφει· τῇ οἰκέτιδι, ἣν νεώνητον ἐοῦσαν κατεῖδον,
1. ᾗ τὸ σκλήρυσμα ἐν τοῖσι δεξιοῖσιν ἐνῆν μέγα, οὐ
2. κάρτα ὀδυνῶδες· εὐλόγως ἐπάγει, καὶ οὐ πάνυ δύσπνοος.
3. εἴπερ γὰρ τὸ σκλήρυσμα μὴ κάρτα ὀδυνῶδες ἦν, οὐδὲ
4. πάνυ. δύσπνουν εἶναι τὴν ἄνθρωπον εἰκὸς ἦν. οὕτω δὲ
5. καὶ κατὰ τὴν τελευτὴν ἤδη τοῦ βιβλίου περὶ τοῦ πρεσβυτέρου
6. διηγούμενος, εἶτα προειπὼν, παρηνέχθη κοσμίως,
7. ἐπήνεγκεν, οὐ πάνυ δύσπνοος. ἀεὶ γὰρ κατὰ τὸ μέγεθος
8. τῆς ἐργαζομένης τὴν δύσπνοιαν αἰτίας καὶ τὸ τῆς δυσπνοίας
9. γίνεται μέγεθος. ἀλλὰ καὶ ταῦτα μὲν ἐν τῷ τετάρτῳ
10. τῶν ἐπιδημιῶν γέγραπται, ὁμολογοῦντα τοῖς περὶ
11. δυσπνοίας ὑφ’ ἡμῶν ἀποδεδειγμένοις. ἐν δ’ αὖ τῷ ε΄ τῶν
12. ἐπιδημιῶν ιδ’ μὲν ἄῤῥωστος γέγραπται τόνδε τὸν τρόπον·
13. ἐν Λαρίσσῃ Ἱπποσθένης, περιπνευμονίῃ ἐδόκει τοῖς ἰητροῖσι
14. συνέχεσθαι· ἦν δὲ οὐδαμῶς· ἀρχὴν δὲ παλαίων, ἔπεσεν
15. ἐν σκληρῷ χωρίῳ ὕπτιος, καὶ ἐπέπεσεν αὐτῷ· καὶ ἐλούσατο
16. ψυχρῷ, καὶ ἔμεινε, καὶ ἔδοξε βαρύτερος γενέσθαι·
17. τῇ δ’ ὑστεραίῃ ἐπύρεσσε, καὶ βὴξ ἔσχε ξηροτέρη, καὶ τὸ
1. πνεῦμα πυκνόν. εἶτα μικρῷ προελθὼν. ὁπότε δὲ βήσσοι,
2. φησὶν, ὠδυνᾶτο τὰ στήθεα καὶ τὰ νῶτα. οὐδὲν οὖν θαυμαστὸν,
3. οὕτω διακειμένων τῶν κατὰ θώρακα, πυκνὸν γενέσθαι
4. τὸ πνεῦμα τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ λόγου προσκείμενον,
5. οὐδὲ ῥέγχος εἶχεν, εἰς ἀπόδειξιν μὲν εἴρηται τοῦ
6. μὴ γενέσθαι περιπνευμονικὸν τὸν ἄνθρωπον, ὁμολογεῖ δὲ
7. καὶ αὐτὸ τοῖς κατ’ ἀρχὴν εὐθὺς ἐν τῷδε τῷ λόγῳ πρὸς
8. ἡμῶν εἰρημένοις, ὁπότ’ ἐν τῷ περὶ διαίτης ὀξέων ἐξηγούμεθα
9. τὴν λέξιν ταύτην· οἱ δ’ ἀπὸ τῆς ὀρθοπνοίας τε καὶ
10. τοῦ ῥέγχους ἀποπνιγέντες. ἔννατός τε καὶ τριακοστὸς ἄῤῥωστος
11. ἐν τῷ πέμπτῳ τῶν ἐπιδημιῶν γέγραπται, πυκνὸν
12. ἔχων καὶ αὐτὸς τὸ πνεῦμα. παραγράψω δὲ κᾀνταῦθα τὴν
13. ῥῆσιν αὐτὴν, ὧδέ πως ἔχουσαν· παιδίον ὑπὸ ὀρέος ἐπλήγη
14. τὴν γαστέρα καὶ τὸ ἧπαρ, ἀπέθανε τεταρταῖον· τὸ
15. πνεῦμα πυκνὸν εἶχε, καὶ οὐ κατενόει, καὶ πυρετὸς εἶχεν.
16. οὐκ ἄδηλον ἐπὶ τούτου, τὸ περιτόναιον καὶ τὸ διάφραγμα
17. συμφλεγμῆναι γαστρὶ καὶ ἥπατι, καὶ διὰ τοῦτο καὶ παραφρονῆσαι
18. τὸ παιδίον. ἀλλ’ οὐ κατὰ τὴν παραφροσύνην
1. ἐδυσπνόησεν, ἡ γὰρ μείζων διάθεσις ἡ καθ’ ὑποχόνδριον,
2. καθ’ ἑαυτὴν ἐτύπωσε τὴν ἰδέαν τῆς ἀναπνοῆς, ἡ δ’ ἥττων
3. ἡττήθη. ἐν δὲ τῷ ε΄ ταῦτα.
⟨
(De difficult. respir.) [n° 059 Fichtner] [GalLat]
De difficultate respirationis
Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1
De difficultate respirationis, 3.12, ed. Kühn, 1824, vol. 7, p. 951-957. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:3.12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩