Galenus. De difficultate respirationis (De difficult. respir.) [n° 059 Fichtner] [GalLat]

Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1

De difficultate respirationis, 3.2, ed. Kühn, 1824, vol. 7, p. 891-894. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:3.2

11. Ἀρκτέον οὖν ἤδη τῆς ἐξηγήσεως ἀπὸ τῆς ἐν
12. τῷ δευτέρῳ τῶν ἐπιδημιῶν γεγραμμένης ῥήσεως, ἐχούσης ὧδε·
13. πνεῦμα σμικρὸν, πυκνόν· μέγα, ἀραιόν· σμικρὸν, ἀραιόν·
14. ἔξω μέγα, εἴσω μικρόν· τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον.
15. διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσιν· θερμὸν, ψυχρόν.
16. ἡ δ’ αὐτὴ ῥῆσις ἥδε ἐν τῷ ἕκτῳ γέγραπται τελεώτερον. ἐπὶ γὰρ
17. ταῖς τρίταις συζυγίαις αὐτῆς δυσπνοίας ἡ τετάρτη πρόσκειται,
1. παραλελειμμένη σαφῶς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν, οὐχ ὑπὸ
2. τοῦ γράψαντος, ἐμοὶ δοκεῖν, αὐτοῦ· δῆλος γάρ ἐστιν οὐκ ἐξ
3. ἐμπειρίας τινὸς καὶ μνήμης ἀθροίζων τὸ πλῆθος τῶν δυσπνοιῶν,
4. ἀλλ’ ἐκ λογικῆς διαιρέσεως· οὐκ οὖν ἔμελλε παραλείψειν
5. τινὰ δύσπνοιαν· ἀλλά τις τῶν παλαιῶν βιβλιογράφων ἥμαρτεν,
6. ἔπειθ’ οὕτως ἔχον ἔφθασεν ἐκδοθῆναι τὸ βιβλίον, ἐφυλάχθη
7. τε εἰκότως μέχρι δεῦρο τοῦτ’ αὐτὸ τὸ σφάλμα, τινῶν
8. μὲν ὀλιγώρως ὁμιλούντων τοῖς τῶν παλαιῶν βιβλίοις, ὡς μήτ’
9. εἰ λείπει τι, μήτ’ εἰ δι’ ἑτέρου γράμματος εἴρηται, γνωρίζειν,
10. ἐνίων δὲ γνωριζόντων μὲν, ἀλλὰ προσθεῖναι τὸ λεῖπον οὐ τολμώντων.
11. οὐ γὰρ δὴ ὁμοίως τοῖς νῦν οἱ πρόσθεν εὐχερεῖς ἦσαν
12. οὐδ’ ἕτοιμοι παραγράφειν παλαιὰν λέξιν ὡσαύτως γεγραμμένην
13. ἐν ἅπασι τοῖς ἀντιγράφοις, ἀλλ’ ἐπισημήνασθαι μόνον αὐτοῖς
14. ἱκανὸν ἦν, ὡς ἐνταῦθα μὲν ἐλλιπῶς, ἐν τῷ ἕκτῳ δὲ τῶν ἐπιδημιῶν
15. τελέως ἡ διαίρεσις γέγραπται τῶν δυσπνοιῶν, ἥ τε κατὰ
16. μέγεθος καὶ μικρότητα καὶ πυκνότητα καὶ ἀραιότητα. δύο
17. γὰρ οὖν δὴ ταύτας ἀντιθέσεις ὁ Ἱπποκράτης, τήν τε κατὰ μέγεθος 
1. καὶ μικρότητα καὶ τὴν ἀραιότητα καὶ πυκνότητα, δῆλός
2. ἐστιν ἐπιπλέκων ἀλλήλαις, καὶ ποιῶν συζυγίας δυσπνοίας δ΄·
3. μίαν μὲν ἐν ᾗ μικροτέρα τε ἅμα καὶ πυκνοτέρα τῆς κατὰ φύσιν
4. ἡ ἀναπνοὴ γίγνεται, ἑτέραν δ’ ὅταν μείζων τε ἅμα καὶ
5. ἀραιοτέρα, καὶ πρὸς ταύταις ἄλλην τρίτην ἐν ᾗ μικροτέρα τε
6. καὶ ἀραιοτέρα, καὶ πρὸς ταύταις τετάρτην, ἣν ἐν τῷ δευτέρῳ
7. τῶν ἐπιδημιῶν παραλελεῖφθαί φαμεν, ἐν ᾗ μείζων τε ἅμα καὶ
8. πυκνοτέρα γίγνεται. δέδεικται γάρ μοι πολλάκις, εἰ καὶ ἄρα
9. χωρὶς τοῦ δειχθῆναι πρόδηλον ὑπάρχει πᾶσιν, ὡς δύο ἀντιθέσεις
10. ἀλλήλαις ἐπιπλεκόμεναι, τέσσαρας ἀπεργάζονται συζυγίας.
11. οὐ μόνον δὲ κατ’ αὐτὸ διενήνοχεν ἡ ἐν τῷ ἕκτῳ τῶν ἐπιδημιῶν
12. ῥῆσις τῆς ἐν τῷ δευτέρῳ, ἀλλὰ καὶ καθ’ ὅσον ἐν τοῖς ἐφεξῆς,
13. ὁπότε παραβάλλει τὸ τῆς εἰσπνοῆς μέγεθος τῷ τῆς ἐκπνοῆς,
14. ἡ ἑτέρα συζυγία παραλέλειπται παντάπασιν ἐν τῷ δευτέρῳ,
15. ἐνδεικνυμένου κᾀνταῦθα σαφῶς τοῦ γραφέως ἤτοι ῥᾳθυμίαν
16. ἐσχάτην, ἢ ῥᾳδιουργίαν. εἰ μὲν γὰρ ὅλας ὑπερέβαινε λέξεις,
17. ἐσχάτως ἦν ῥᾴθυμος· εἰ δὲ τὰς ὁμοίας ἀλλήλαις, ἀγνοῶν ὅπῃ
18. διαφέρουσιν, ἓν καὶ ταὐτὸν ἀμφοτέρας δηλοῦν ἐνόμιζεν, εἶτ’
1. ἐξῄρει τὴν ἑτέραν, εἰς ἄκρον ἀφῖκτο περιεργίας, ἐπανορθωτὴν
2. αὑτὸν τῶν Ἱπποκράτους συγγραμμάτων, οὐχ ὑπηρέτην, ἀποφαίνων.
3. τοῦτο μὲν δὴ χρήσιμόν ἐστι μεμνῆσθαι πρὸς πολλὰς
4. τῶν ἀσαφῶν ῥήσεων, ἐν αἷς ἤτοι παραλελεῖφθαί τι πιθανόν
5. ἐστιν, ἢ παραγεγράφθαι. οὐδὲν γὰρ κωλύει κατ’ ἐκείνας, ἤτοι
6. τὸ λεῖπον προστιθέντας, ἢ τὸ ἡμαρτημένον ἐπανορθοῦντας,
7. ἀπεργάζεσθαι τέλεόν τε καὶ ἀληθῆ τὸν λόγον. ὥσπερ γὰρ τὸ μεταγράφειν
8. τὰς παλαιὰς ῥήσεις προπετὲς, οὕτω καὶ φυλάττοντας,
9. ὡς γέγραπται, βραχείαις τέ τισιν ἢ προσθέσεσιν, ἢ ὑπαλλάξεσι
10. διαλύεσθαι τὰς ἀπορίας, ἀγαθῶν ἐξηγητῶν ἐστιν ἔργον. ἀλλὰ
11. περὶ τούτων μὲν οἶμαι δι’ αὐτῶν τῶν ἔργων ἐπιδείξειν ὀλίγον
12. ὕστερον ἅπερ χρὴ δρᾷν. οὐ γὰρ ἁπλῶς, οὐδ’ ὡς ἔτυχεν, αὐτὸ ποιητέον,
13. ἀλλὰ μετὰ τοῦ δεικνύναι τήν τε τῶν πραγμάτων ἀλήθειαν,
14. ἔτι τε πρότερον αὐτὴν τοῦ παλαιοῦ τὴν γνώμην οὕτως ἔχουσαν,
15. ὁμολογεῖν τε ἀμφοτέρας κατὰ τὴν λέξιν μετακοσμηθεῖσαν.

Cliquer un n° de page pour en afficher l’image