Galenus. De difficultate respirationis (De difficult. respir.) [n° 059 Fichtner] [GalLat]

Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1

De difficultate respirationis, 3.3, ed. Kühn, 1824, vol. 7, p. 894-901. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:3.3

16. Ἐπὶ δὲ τὸ προκείμενον ἤδη χωρήσαντες,
17. καὶ παραθέμενοι τὴν τελεωτέραν λέξιν, τὴν ἐν τῷ ἕκτῳ τῶν
18. ἐπιδημιῶν, ἴδωμεν ὁποῖός τις ὁ νοῦς αὐτός ἐστιν. ὅτι μὲν γὰρ
1. ἐκ διαιρέσεως λογικῆς εὑρίσκειν ἐπιχειρεῖ τὰς διαφορὰς ἁπάσας
2. τῶν δυσπνοιῶν, τοῦτο μὲν καὶ τοῖς ἐξηγησαμένοις αὐτοῦ τὰ
3. βιβλία δοκεῖ, καὶ πάντῃ ῥᾴδιον εἶναι νομίζω συμβαλεῖν· εἰ
4. δ’ ὀρθῶς διαιρεῖται, καὶ εἰ μηδὲν παραλείπει δυσπνοίας εἶδος,
5. οὐκ ἔτι τοῦτο ῥᾴδιον ἅπασιν ἐξευρεῖν, ἀλλὰ καὶ τῆς διαιρετικῆς
6. μεθόδου χρεὼν ἔμπειρον εἶναι τὸν περὶ τούτων κρινοῦντα,
7. καὶ τῶν Ἱπποκράτους δογμάτων οὐκ ἀμελέτητον. ἡ μὲν δὴ
8. μέθοδος ἀποβλέπειν φησὶ χρῆναι πρὸς τὸ διαιρούμενον, ὁποῖον
9. τὴν φύσιν ἐστίν. εἰ μὲν γὰρ ἁπλοῖν εἴη, τὰ κατὰ τὸν τῆς
10. οὐσίας αὐτοῦ λόγον ὑπάρχοντα, πόσα τ’ ἐστὶ καὶ τίνα καὶ
11. ὁποῖα, σκοπεῖσθαι, κᾀκ τούτων διαιρεῖσθαι· συνθέτου δ’ ὄντος,
12. ἑκάτερον μὲν, ἢ ἕκαστον τῶν μερῶν, ὡς εἴρηται, διαιρεῖν,
13. τὸ δ’ ὅλον ἐκ τοῦ τρόπου τῆς συνθέσεως. ἡ δ’ Ἱπποκράτους
14. γνώμη περὶ τῆς συνθέσεως, ἥ τίς ποτέ ἐστιν, εἴρηται
15. μὲν ἡμῖν ἐν ἑτέροις ἐπιπλεῖστον, εἴρηται δὲ καὶ ἐν τοῖς ἔμπροσθεν,
16. ὥστ’ οὐδὲν κωλύει πρὸς τούτους τοὺς σκοποὺς ἀποβλέποντας
17. ἐπισκέψασθαι τὴν τῶν ἐπιδημιῶν ῥῆσιν, ὡδί πως
18. ἔχουσαν· πνεύματα μικρὰ πυκνὰ, μεγάλα ἀραιά· μικρὰ ἀραιὰ,
1. μεγάλα πυκνά· ἔξω μέγα, εἴσω μικρόν· εἴσω μέγα, ἔξω μικρόν·
2. τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον. διπλῆ ἔσω ἐπανάκλησις,
3. οἷον ἐπεισπνέουσιν· θερμὸν, ψυχρόν. ὅτι μὲν οὖν οὐχ
4. ἡ τετάρτη μόνη κατὰ τὸ πυκνὸν καὶ μέγα συζυγία παραλέλειπται
5. κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν, ἀλλὰ καὶ τῶν ἐφεξῆς
6. δυοῖν, ἐν οἷς παραβάλλει τὴν ἐκπνοὴν τῇ εἰσπνοῇ, καὶ τούτων
7. ἡ δευτέρα γέγραπται μὲν ἐν τῇ νυνὶ προχειρισθείσῃ, παραλέλειπται
8. δ’ ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν, πρόχειρον συνιδεῖν.
9. οὐκέτι γὰρ ἐκείνῳ βιβλίῳ πρόσκειται τὸ, εἴσω μέγα, ἔξω
10. μικρὸν, ἀλλὰ περὶ θατέρου μόνον εἴδους τῆς δυσπνοίας δηλοῦται,
11. καθ’ ὃ μέγα μὲν ἐκπνεῖται πνεῦμα, μικρὸν δὲ εἰσπνεῖται.
12. πολλαχόθι μὲν οὖν εὑρίσκειν ἔστι καὶ προσγεγραμμένον
13. τοῦτο τὸ λεῖπον, ἀλλ’ ἐν τοῖς πλείστοις καὶ ἀξιοπιστοτάτοις
14. τῶν ἀντιγράφων παραλέλειπται, καὶ οὐδὲν τοῦτό γε
15. πρὸς τὸ παρὸν διαφέρει. πρόκειται γὰρ ἡμῖν τὴν τελεωτέραν
16. ῥῆσιν ἐπισκοπεῖσθαι, τὴν νῦν γεγραμμένην. ὅτι μὲν οὖν ἐκ
17. τῆς ἔσω τε καὶ ἔξω φορᾶς τοῦ πνεύματος ἡ τῆς ὅλης ἀναπνοῆς
18. ἐνέργεια σύνθετος ὑπάρχει, καὶ ὅτι τὸ μὲν ἕτερον αὐτῆς
19. τῶν μερῶν εἰσπνοὴ, τὸ δ’ ἕτερον ἐκπνοὴ προσαγορεύεται,
1. λέλεκται μὲν καὶ διὰ τοῦ πρώτου γράμματος εὐθὺς κατ’ ἀρχὰς,
2. ἀλλὰ κᾂν εἰ μὴ πρὸς ἡμῶν εἴρηται, σχεδὸν οὐδεὶς ἀγνοεῖ. ὅτι
3. δ’ οὐδενὸς ἄλλου τῶν πάντων ἢ κινήσεως ἴδια τάχος τ’ ἐστὶ
4. καὶ βραδύτης, εἴρηται μὲν ἤδη καὶ τοῦτ’ ἔμπροσθεν, ἀλλὰ καὶ
5. νῦν εἰς ἀνάμνησιν ἡκέτω. μέγεθος μέντοι καὶ σμικρότης ὥσπερ
6. οὐκ ἴδια κινήσεως, οὕτως ἀχώριστα παντὸς τοῦ
7. κατὰ διαστήματος φερομένου. καὶ διὰ τοῦτο καθ’ ἑκάτερον
8. τῶν μερῶν τῆς ἀναπνοῆς ἀντιθέσεις διαφορῶν διτταὶ γενήσονται,
9. μία μὲν ἡ κατὰ τάχος καὶ βραδυτῆτα, δευτέρα δὲ ἡ
10. κατὰ μέγεθος καὶ μικρότητα. τῆς δ’ ὅλης ἀναπνοῆς, ὅτι ἑτέρα
11. ἀντίθεσίς τίς ἐστι κατὰ πυκνότητά τε καὶ ἀραιότητα
12. συνισταμένη, καὶ τοῦτ’ ἔμπροσθεν εἴρηται, καὶ ὡς ἥδε ἀντίθεσις
13. οὐχ ὡς κινήσεως τῆς ἀναπνοῆς, ἀλλ’ ὡς συνθέτου πράγματος,
14. ἐκ διαστάσεών ἐστι συγκειμένη. ὥστ’ ἐν τρισὶ τούτοις
15. γένεσιν ἀνάγκη πάσας εἶναι τὰς τῆς ἀναπνοῆς διαφοράς· ἐν
16. τάχει μὲν καὶ βραδυτῆτι, διότι κινήσεως ἁπάσης ἴδιά τε καὶ
17. ἀχώριστα ταῦτ’ ἐστίν· ἐν μεγέθει δὲ καὶ μικρότητι, διότι κατὰ
18. διαστήματος ἡ τῶν ἀναπνευστικῶν ὀργάνων κίνησις· πυκνότης 
1. δὲ καὶ ἀραιότης, τὸ τρίτον τῶν εἰρημένων γενῶν, οὐδετέρου μέν
2. ἐστι τῶν οἰκείων τε καὶ πρώτων μερῶν τῆς ἀναπνοῆς οὔτ’ ἴδιον
3. οὔτ’ ἀχώριστον, ὅλης δὲ μέρος γίνεται κατά τι συμβεβηκὸς, ἐπειδὴ
4. σύνθετον πρᾶγμά ἐστιν ἐκ δυοῖν ἐναντίων κινήσεων ἡσυχίᾳ
5. διαιρουμένων. αὗται μὲν οὖν αἱ πρῶται διαφοραὶ τῆς ὅλης
6. ἀναπνοῆς. τῷ δ’ εἶναι ποιεῖν τι καὶ πάσχειν πεφυκὸς τὴν ἀναπνοὴν,
7. εἴη ἄν τι καὶ ἄλλο γένος ἐν αὐτῷ διαφορῶν, ἑκατέρου
8. τῶν μορίων ὁμαλῶς ἢ ἀνωμάλως ἐπιτελουμένου· καὶ μὴν καὶ
9. ἄλλο πάλιν ὅλης αὐτῆς ὡς συνθέτου, παραβαλλομένων ἀλλήλοις
10. τῶν μορίων. τούτων οὕτως ἐχόντων, ἰστέον τὰς μὲν
11. πρώτας γεγραμμένας ἐν τῇ προκειμένῃ ῥήσει δυσπνοιῶν διαφορὰς
12. τέτταρας ὅλης ἀναπνοῆς ὑπάρχειν· οὐδετέρου γὰρ τῶν
13. μερῶν ἐστι πυκνότης καὶ ἀραιότης, εἴγε δὴ μεμνήμεθα τῶν εὐθὺς
14. κατ’ ἀρχὰς τοῦ πρώτου τῶνδε τῶν ὑπομνημάτων εἰρημένων.
15. οὕτως δὲ καὶ τὰς ἐφεξῆς αὐτῶν τὰς δύο, καὶ γὰρ ἐν ταύταις
16. παραβάλλεται τὰ δύο μόρια τῆς ὅλης ἀναπνοῆς, καὶ διὰ
17. τοῦθ’ οὕτως γέγραπται, ἔξω μέγα, εἴσω μικρὸν, εἴσω μέγα,
18. ἔξω μικρὸν, δηλονότι πνεῦμα· τὰς δ’ ἐφεξῆς δύο διαφορὰς,
1. ἐν αἷς λέγεται τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον, τῶν μερῶν
2. τῆς ἀναπνοῆς θατέρου νομιστέον ἰδίας ὑπάρχειν, ὃ δὴ κατὰ
3. τὴν οὐσίαν εἶναι μάλιστα τῆς ἀναπνοῆς ἔφαμεν· ἐκτεῖνον μὲν
4. γὰρ τὸ βραδὺ, κατεπεῖγον δὲ τὸ ταχύ. βραδύτης δὲ καὶ ταχύτης
5. ἁπάσης κινήσεως ἀχώριστα. τὸ δ’ ἐφεξῆς λεγόμενον, τὸ,
6. διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσιν, ἔστι μὲν εἰσπνοῆς
7. ἀνωμάλου δηλωτικὸν, ἐπιζητεῖ δὲ τὴν αὐτὴν ἀντίθεσιν
8. ἐπὶ τῆς ἐκπνοῆς, ἣν ἐγὼ πέπεισμαι παραλελεῖφθαι πρὸς τῶν
9. μεταγραφόντων μᾶλλον ἢ πρὸς Ἱπποκράτους αὐτοῦ, εἴγε δὴ
10. φαίνεται μεμνημένος ἐν ἑτέροις συγγράμμασι καὶ τοῦ τοιούτου
11. τῆς δυσπνοίας εἴδους, ὡς ἐπιδείξω σαφῶς ἐν τοῖς ἐφεξῆς· εἰ
12. δέ τῳ δοκεῖ πρὸς Ἱπποκράτους αὐτοῦ παραλελεῖφθαι, οὗτος
13. αἱρεῖται τὰ χείρω πρὸ τῶν βελτιόνων· τὸ μὲν γὰρ μηδ’ ὅλως
14. ἀνωμαλίας μνημονεῦσαι κατὰ μηδ’ ἕτερον τῶν τῆς ἀναπνοῆς
15. μερῶν, ἀλλὰ τελέως ἐπιλαθέσθαι τε καὶ παραλιπεῖν, ἦν μὲν
16. οὐδὲ τοῦτο κατὰ τὴν Ἱπποκράτους ἐπιμέλειαν, ἀλλ’ ἔγωγ’ ἂν εἰ
17. καὶ τὸ νῦν γεγραμμένον ἐπὶ τῆς εἰσπνοῆς οὐδ’ ὅλως ἐγέγραπτο,
1. τοῦ γραφέως ἁμάρτημα ὑπάρχειν αὐτὸ μᾶλλον ἢ Ἱπποκράτους
2. εἰπεῖν ἐτόλμησα, λόγον δ’ ἂν οὖν εἶχεν οὕτω τινὰ τοῖς τὰ χείρω
3. νοοῦσιν· ἐπεὶ δὲ καὶ τὸ τῆς εἰσπνοῆς εἶδος ἐμήνυσε σαφῶς οὕτως,
4. ὡς μὴ μόνον εἰπεῖν διπλῆν εἴσω γίγνεσθαι τοῦ πνεύματος
5. τὴν ἐπανάκλησιν, ἀλλὰ καὶ τὸ οἷον ἐπεισπνέουσι προσθεῖναι,
6. πῶς ἄν τις ἔθ’ ὑπολάβοι τῆς ἐκπνοῆς αὐτὸν ἐπιλαθέσθαι; περὶ
7. μὲν οὖν τούτων καὶ αὖθις, ἐφεξῆς δὲ πρόσκειταί τις ἀντίθεσις
8. ἄλλη δυσπνοιῶν, ἐπὶ τελευτῇ τοῦ λόγου παντὸς ὡδί πως γεγραμμένη·
9. θερμὸν, ψυχρόν· ἵνα δηλονότι κᾀνταῦθα προσυπακούωμεν
10. τὸ πνεῦμα. καθάπερ γὰρ μέγα καὶ μικρὸν, καὶ
11. πυκνὸν καὶ ἀραιὸν, οὕτω καὶ θερμὸν καὶ ψυχρὸν ἐκπνεῖται
12. τὸ πνεῦμα. καίτοι κᾀνταῦθα παρακούοντές τινες ἐξ
13. ὧν αὐτοὶ μὴ συνίασιν, ἐπανορθοῦνται καὶ μεταγράφειν τὴν
14. λέξιν τολμῶσιν, οὐ ψυχρὸν καὶ θερμὸν, ὡς νῦν εἴρηται, γράφοντες,
15. ἀλλὰ συνάπτοντες αὐτὰ τῷ προειρημένῳ, καὶ οὕτως
16. ἀναγινώσκοντες, οἷον ἐπεισπνέουσι θερμῷ ψυχρόν. οὗτοι μὲν
17. οὖν πρὸς τὸ μηδένα νοῦν ἔχουσαν ἐργάζεσθαι τὴν λέξιν, ὅτι
1. μηδ’ ἀνεγνώκασι τὰ τοῦ παλαιοῦ βιβλία, κατάδηλοι γίνονται·
2. πάντως γὰρ ἂν ἐμέμνηντο τῶν ἐν ἑτέροις ὑπ’ αὐτοῦ γεγραμμένων
3. περί τε θερμῆς καὶ ψυχρᾶς ἐκπνοῆς, ἃ τίνα λόγον εἶχεν
4. ἢ ἐν ἐκείνοις αὐτὸν γράφειν, ἢ ἐνταῦθα παραλιπεῖν, οὐκ ἂν εἰπεῖν
5. ἔχοιεν. εἰ μὲν γὰρ οὐκ ἐνόμιζεν ἐκ τῶν δυσπνοιῶν εἶναι
6. τὴν θερμὴν καὶ ψυχρὰν ἐκπνοὴν, οὐ καλῶς ἐν ἑτέροις ὡς δυσπνοιῶν
7. ἐμνημόνευσεν· εἰ δ’ ὀρθῶς ἐν ἐκείνοις ἔπραξεν, οὐκ
8. ὀρθῶς νῦν παρέλιπεν. ἀλλ’ οὐχ ὧδ’ ἔχει ταῦτα· καὶ γὰρ ἐνταῦθά
9. τε καλῶς ἐν τῇ διαιρέσει τῶν δυσπνοιῶν περιέχονται
10. καὶ τί ποτ’ οὖν δηλοῦν πεφύκασιν, ὀρθῶς ἐν ἑτέροις εἴρηται.

Cliquer un n° de page pour en afficher l’image