11. Καταλιπόντες οὖν ἤδη τοὺς οὕτω παρακούοντας
12. τοῦ παλαιοῦ καὶ παντὸς μᾶλλον ἢ τῆς γνώμης αὐτοῦ
13. συνιέντας, αὐτοὶ καθ’ ἡμᾶς αὐτοὺς ἐπισκεψώμεθα, τί δή ποτε
14. κατὰ τὸ προγνωστικὸν γράμμα περὶ δυσπνοίας ὧδέ πως γράφει·
15. πνεῦμα πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν
16. τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισι, μέγα δὲ ἀναπνεόμενον καὶ
17. διὰ πολλοῦ χρόνου παραφροσύνην σημαίνει, ψυχρὸν δὲ ἐκπνεόμενον
1. ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα
2. ἤδη γίγνεται· φαίνεται γὰρ ἐν τούτῳ τῷ βιβλίῳ τριῶν τούτων
3. μόνον δυσπνοιῶν μνημονεύων, καίτοι γ’ εἰ μὲν τοσαῦται
4. μόνον εἰσὶν, τί δή ποτε πολὺ πλείους ἐν τοῖς τῶν ἐπιδημιῶν
5. αὐτὸς ἔγραψε; εἰ δὲ οὕτως εἰσὶ πολλαὶ, τί δή ποτε ὀλιγίστων
6. ἐμνημόνευσεν ἐν τῷ προγνωστικῷ; ἢ τὸν μὲν ἀριθμὸν αὐτῶν
7. ἐπίστασθαι ἐνόμιζε χρηστὸν, ὁποῖον δέ τι δηλοῦν ἑκάστη πέφυκεν,
8. οὐκ εἶναι. χρηστόν; ἢ μόναις ταῖς εἰρημέναις δηλοῦν
9. ὑπάρχει τι, ταῖς δ’ ἄλλαις οὐδὲν, ἀλλ’ ἐνδέχεταί ποτ’ ἀναπνεῖν
10. μὲν παρὰ φύσιν, οὐδεμίαν δ’ εἶναι διάθεσιν ἐν τῷ ζώῳ παρὰ
11. φύσιν; ἢ τοσοῦτον δεῖ τοῦτ’ ἀληθὲς ὑπάρχειν, ὥστ’ ἀνάγκη
12. πᾶσα τὴν παρὰ φύσιν ἐν τῷ ζώῳ διάθεσιν αὐτὴν γίγνεσθαι
13. τῆς δυσπνοίας αἰτίαν; εἴπερ οὖν λόγον αἰτίας ἡ διάθεσις ἔχει
14. πρὸς τὴν δύσπνοιαν, εἴη ἂν οὕτω καὶ χρόνῳ καὶ τάξει καὶ
15. δυνάμει πρότερον. πῶς οὖν φαίνεται παραλιπὼν ὁ Ἱπποκράτης
16. ἐν τῷ προγνωστικῷ τοσοῦτον ἀριθμὸν δυσπνοιῶν; ἐγὼ
17. μὲν διὰ ταῦτ’ ἐβουλόμην καὶ παραβάλλειν τοὺς ἐξηγητὰς ἀλλήλοις
1. καὶ ζητεῖν καὶ λύειν· ἔχει δ’ οὐχ ὧδε· τῶν μὲν γὰρ ἐξηγουμένων
2. τίς ἄν τις καὶ μνημονεύοι; τῶν δ’ ἔμπροσθεν, ὧν
3. γε καὶ πρὸς ἡμᾶς ὑπομνήματα διασώζεται, πολλοὺς μὲν καὶ
4. μακροὺς λήρους καταγεγραμμένους εὑρεῖν ἔστι, τὰ δ’ οὕτως
5. ἐπίκαιρα παραλέλειπται τελέως. ἀλλ’ ἡμεῖς γε ζητῶμεν αὐτὰ,
6. κᾂν μηδεμίαν ὁδὸν εἰς τὴν εὕρεσιν ὑπ’ ἐκείνων ἔχωμεν παραδεδομένην.
7. εἴρηται μὲν δὴ κᾀν τοῖς περὶ τῆς ἀρίστης αἱρέσεως
8. κᾀν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, ὅπως
9. χρὴ τὰ τοιαῦτα πάντα καὶ ζητεῖν καὶ ἀνευρίσκειν· ἀλλὰ κᾀν
10. τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων διττὴν ὁδὸν ἔδειξα τῆς
11. τῶν τοιούτων εὑρέσεως, ἑτέραν μὲν ἐκ τῶν ἐν τῇ δυσπνοίᾳ
12. διαφορῶν ὁρμωμένην, ἑτέραν δ’ ἀπὸ τῶν ἐν τοῖς ἀναπνευστικοῖς
13. ὀργάνοις διαθέσεων, ἣν καὶ ῥᾴω τε καὶ σαφεστέραν
14. ὑπάρχειν ἔλεγον· καὶ ὅστις ἐκείνοις ἐπιμελῶς ἐνέτυχε
15. τοῖς γράμμασιν, οὐ δεήσεται λόγων πολλῶν εἰς τὴν τῶν παρόντων
16. λύσιν· εἰ δ’ ἤτοι ῥᾳθύμως ἐκείνοις ὡμίλησεν, ἢ ἄλλως
17. ἐστὶ δυσμαθὴς, ὁ μὲν ῥᾴθυμος αὖθις (ἢ) ἀναλεξάμενος αὐτὰ
18. πάλιν ἐπὶ ταῦθ’ ἡκέτω· ὁ σκαιὸς δ’ ἄλλό τι πραττέτω, γινώσκων
1. ὡς οὐχ οἵα τε μεγάλου γνώμην ἀνδρὸς ἐκμαθεῖν φύσις
2. μικρὰ, ὁποῖος ἦν ὁ Ἱπποκράτης. ἃ γοῦν οὐδεὶς ἔμπροσθεν
3. οὔτε προὔβαλεν οὔτ’ ἠπόρησεν οὔτ’ ἐζήτησεν οὔθ’
4. εὗρεν, ἐγὼ καὶ προβαλῶ καὶ ἀπορήσω καὶ ὅπως χρὴ ζητεῖν
5. ἐρῶ καὶ σὺν θεοῖς εὑρίσκειν ἐλπίζω. τὸ μὲν δὴ πρόβλημα
6. καὶ μικρῷ πρόσθεν εἴρηταί μοι, τί δή ποτε τοσαῦτα δυσπνοιῶν
7. εἴδη παρέλιπεν ὁ Ἱπποκράτης ἐν τῷ προγνωστικῷ
8. τὸ δ’ ἀπόρημα νῦν εἰρήσεται τῶν ἐν τῷ πρώτῳ λόγῳ γεγραμμένων
9. ἀναμνήσαντι πρότερον. ἁπάσας γὰρ τῶν δυσπνοιῶν
10. τὰς διαφορὰς ἐν ἐκείνοις τοῖς λόγοις εἰς πέντε τὰ πάντα
11. γένη διαθέσεών τε καὶ δυσπνοιῶν ἀνήγαγον, ὥστ’ ἀπορώτερον
12. ἔτι τὸ πρόβλημα καθίσταται, τῆς μόνης ἔθ’ ὑπολειπομένης
13. ἐλπίδος ἀνῃρημένης. ἐν γὰρ τοῖς τοιούτοις ἅπασιν,
14. ἐν οἷς ὅτου δή ποτε τῶν ὄντων διαφοραὶ πλείους μὲν ὑφ’ ἑτέρου
15. τινὸς ἢ ἀνδρὸς ἢ γράμματος, ἥττους δ’ ὑφ’ ἑτέρου λέγονται,
16. μία μόνη τῆς συμφωνίας ἐλπὶς, εἴ τις ἐπιδεῖξαι δύναιτο
17. τὸν μὲν ἐν τοῖς πρώτοις μέρεσι τῆς διαιρέσεως μεμενηκότα,
1. τὸν δὲ καὶ κατατέμνοντα. ταύτης τοίνυν ἡμῶν ἀφῃρημένης
2. τῆς ἐλπίδος (ἐδείχθη γὰρ ἐν τῷ πρώτῳ λόγῳ, μήτε
3. τῶν διαθέσεων μήτε τῶν δυσπνοιῶν εἰς ἀριθμὸν ἐλάττονα
4. δύνασθαι ἀναχθῆναι τὰ γένη) τίς ἂν ἔτι μηχανὴ τῆς λύσεως
5. τῶν νῦν ζητουμένων εὑρεθείη; τά τε γὰρ ἄλλα καὶ πρὸς τῷ
6. παραλελεῖφθαί τινα τῶν πρώτων γενῶν ἔτι καὶ τὸ διεσπάσθαι
7. τε καὶ κακῶς ἀντιδιῃρῆσθαι πρὸς ἄλληλα καὶ ἀσαφῶς
8. ἡρμηνεῦσθαι μέμψαιτ’ ἄν τις ἐν τῷ προγνωστικῷ, καίτοι γ’
9. εἴπερ τῳ καὶ ἄλλῳ τῶν Ἱπποκράτους βιβλίων ὑπάρχοντι
10. σαφεῖ. καὶ μὴν ἀσαφές τε ἅμα καὶ ἀδιόριστόν ἐστι τὸ κατὰ
11. τὴν ἀρχὴν εὐθὺς εἰρημένον τῆς λέξεως· πνεῦμα δὲ πυκνὸν
12. μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν
13. χωρίοισιν. εἰ μὲν γὰρ μὴ διττὸν ἦν τὸ πυκνὸν πνεῦμα,
14. θάτερον μὲν μετὰ μεγέθους, θάτερον δὲ μετὰ σμικρότητος,
15. ἢ εἰ μὴ διαφόρου διαθέσεως ἑκάτερον αὐτῶν ἔκγονον ὑπῆρχεν,
16. εὐλόγως ἂν ὁ Ἱπποκράτης ἢ ἄτμητον αὐτὸ κατέλιπε, ἢ τοῦ
17. δηλουμένου καθ’ ἑκάτερον τὴν διαφορὰν οὐκ ἐμήνυσεν· ἐπεὶ
18. δ’ αὐτός τε σαφῶς ἐν τοῖς τῶν ἐπιδημιῶν βιβλίοις ἕτερον μὲν
1. τὸ πυκνὸν ἅμα καὶ σμικρὸν, ἕτερον δὲ τὸ πυκνὸν καὶ μέγα
2. γινώσκει, καὶ ἡμεῖς ἀπεδείξαμεν ἐκ τῶν πρώτων εἶναι διαφορῶν
3. αὐτὰ, κακῶς ἄτμητον ἐάσας τὸ πυκνὸν, ἁπλῶς οὕτως
4. εἰπὼν ἠρκέσθη· πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει
5. ἢ φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισιν. ἓν μὲν
6. δὴ τοῦτ’ ἄπορον. ἐφεξῆς δὲ τῆς τρίτης διαφορᾶς μνημονεύσας
7. ὡδί· μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου, παραφροσύνην
8. σημαίνει· καὶ ταύτην εἰπὼν μόνην σαφῶς
9. τῶν πρώτων διαφορῶν, οὐδ’ ὁτιοῦν τῆς παρακειμένης αὐτῇ
10. τῆς ἀραιόν τε καὶ μικρὸν ἀποδεικνυούσης τὸ πνεῦμα δυσπνοίας
11. ἐμνημόνευσε, καίτοι γε ὥσπερ τὸ πυκνὸν πνεῦμα διττὸν ἦν,
12. μεγέθει καὶ σμικρότητι διαιρούμενον, οὕτω καὶ τὸ ἀραιὸν
13. διττὸν ἐξ ἀνάγκης ἐστὶ, μεγέθει καὶ σμικρότητι διαιρούμενον.
14. θατέρου δὲ μόνου κατὰ τὸ προγνωστικὸν ἐμνημόνευσεν εἰπών·
15. μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου, παραφροσύνην
16. σημαίνει· ἕτερον δὲ τὸ ἀραιὸν ἅμα καὶ σμικρὸν παραλελεῖφθαι
17. φαίνεται. ὥστ’ ἐκ τῶν τεσσάρων συζυγιῶν, ἃς ἐν
18. τῇ ἐπιδημίᾳ ἔγραψε, τὰς μὲν δύο τὰς πρώτας ἀδιορίστως τε
1. καὶ ἀσαφῶς καὶ συγκεχυμένως εἰρῆσθαι, μόνην δ’, ὡς ἔφαμεν,
2. τὴν τρίτην, αὐτήν τε καὶ τὸ δηλούμενον ὑπ’ αὐτῆς, ἄμφω γεγράφθαι
3. σαφῶς. οὐ μόνον δ’ ἐν τούτοις ἀσαφής τε ἅμα καὶ
4. ἀδιόριστος καὶ παραλιπὼν τὰ πλείω δόξειεν ὑπάρχειν ὁ λόγος,
5. ἀλλὰ κᾀξ ὧν ἐπιφέρων φησί· ψυχρὸν δ’ ἐκπνεόμενον
6. ἔκ τε τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίγνεται.
7. τί δήποτε γὰρ, εἰ τὰς κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν
8. διαφορὰς ἐπελθεῖν ἐγνώκει, τῆς ψυχρᾶς ἐμνημόνευσε μόνης;
9. ἔτι τε τί δή ποτε μὲν τῶν ἄλλων δύο, ἥν τε ἀδιορίστως ὀνομάζει
10. πυκνὸν πνεῦμα καὶ ἣν διοριζόμενος ἀραιὸν καὶ μέγα,
11. τὰς διαθέσεις αὐτὰς μόνας παρέγραψεν, οὐ μὴν εἰς ὅ τι τελευτήσουσιν
12. ἐμήνυσε, πόνον μὲν καὶ φλεγμονὴν ὑπὸ τῆς πυκνῆς,
13. παραφροσύνην δ’ ὑπὸ τῆς ἀραιᾶς τε ἅμα καὶ μεγάλης
14. δυσπνοίας δηλοῦσθαι φάμενος; ἐπὶ δὲ τῆς κατὰ τὸ ψυχρὸν
15. διαφορᾶς ἐς ὅ τι μὲν τελευτήσει λέγει· φησὶ γὰρ ὀλέθριον
16. εἶναι κάρτα τὸ τοιοῦτον πνεῦμα· τὴν διάθεσιν δ’ ἀφ’ ἧς οὕτω
17. δυσπνοοῦσιν, ἀσαφεστέραν οὖσαν, οὐκέτι λέγει, βέλτιον
18. ὂν ὀπὶ πασῶν τῶν δυσπνοιῶν καὶ τὰς διαθέσεις αὐτὰς εἰπεῖν,
1. αἵ τινές ποθ’ ὑπάρχουσι, καὶ τὸν τρόπον αὐτῶν προσγράψαι,
2. διορίζοντα τὰς ἐπιεικεῖς ἀπὸ τῶν κακοηθῶν. οὐ τοίνυν οὕτως
3. ἐποίησεν, ἀλλ’ ἐπὶ μὲν τῶν προτέρων δυσπνοιῶν τὰς διαθέσεις,
4. ἐπὶ δὲ τῆς ἐσχάτης τὸν τρόπον μόνον ἐδήλωσεν. ὃ δὴ
5. πάντων ἀφυκτότατόν ἐστι τῶν ἐγκλημάτων, τὸ μηδὲν ὅλως
6. εἰρῆσθαι περὶ τῆς ἀνωμάλου δυσπνοίας, ἤδη δὴ καὶ αὐτὸ
7. προσκείσθω τῷ λόγῳ. τὸ μὲν γὰρ ἐκτεῖνον καὶ κατεπεῖγον
8. πνεῦμα καὶ τὸ ἔξω μέγα καὶ εἴσω μικρὸν, οὐκ εἴρηται μὲν
9. οὐδ’ αὐτὰ διὰ τοῦ προγνωστικοῦ γράμματος, ἐξ ὧν δὲ ἡμεῖς
10. ἐν τῷ πρώτῳ λόγῳ διήλθομεν, ἐν ταῖς τέσσαρσι τῶν δυσπνοιῶν
11. συζυγίαις εὑρίσκεται περιεχόμενα· τὴν δέ γε πέμπτην
12. ἀνώμαλον, ἧς τὸ μὲν ἥμισυ μέρος ἐν τοῖς τῶν ἐπιδημιῶν
13. ἔγραψε, διπλῆν εἴσω φάμενος ἐπανάκλησιν, ἐν δὲ τῷ προγνωστικῷ
14. τελέως παρέλιπεν, οὐκ ἔστιν ὑπ’ οὐδεμιᾶς τῶν τεττάρων
15. συζυγιῶν κατ’ οὐδένα τρόπον εὑρεῖν περιεχομένην. αἵ
16. μὲν οὖν ἀπορίαι τοσαῦταί τε καὶ τοιαῦται.
⟨
(De difficult. respir.) [n° 059 Fichtner] [GalLat]
De difficultate respirationis
Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1
De difficultate respirationis, 3.4, ed. Kühn, 1824, vol. 7, p. 901-908. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:3.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩