Galenus. De difficultate respirationis (De difficult. respir.) [n° 059 Fichtner] [GalLat]

Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1

De difficultate respirationis, 3.5, ed. Kühn, 1824, vol. 7, p. 908-911. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:3.5

17. Χρὴ δὲ τοὐντεῦθεν μὴ τοῖς πολλοῖς τῶν
18. ἀντιλεγόντων Ἱπποκράτους παραπλησίως, καὶ ἡμᾶς τὰς μὲν
1. ἀπορίας εὐπόρως ἐξευρίσκειν, ἐν δὲ ταῖς λύσεσιν αὐτῶν ἀπορεῖν,
2. ἀλλὰ πρῶτον μὲν ὁδόν τινα τῆς εὐπορίας εὑρεῖν, ἐφεξῆς
3. δ’ ἀποδείξει πιστώσασθαι τὰ δι’ αὐτὴν εὑρεθέντα. τίς οὖν
4. ὁδὸς τῆς εὐπορίας; χρὴ γὰρ ἐντεῦθεν ἄρξασθαι· μία μὲν
5. ἡ κοινὴ πάντων τῶν παλαιῶν συνήθης βραχυλογία· δευτέρα
6. δὲ Ἱπποκράτους αὐτοῦ μεγαλοφροσύνη. δέδεικται γὰρ ἡμῖν
7. δεινὸς πολλάκις ὁ ἀνὴρ οὗτος, ὅσα μὲν καὶ τοῖς ἄλλοις ἰατροῖς
8. ἐστι γνώριμα παρατρέχων, ὡς ὑπὸ μηδενὸς τῶν γνησίως
9. ἀσκούντων τὴν τέχνην ἀγνοηθῆναι δυνάμενα, τὰ δὲ τοῖς τοιούτοις
10. ἀγνοούμενα πάντ’ ἐπιμελῶς τε ἅμα καὶ σαφῶς ἐξηγούμενος.
11. εἰ δὴ τοῦτ’ ἐστὶν ἔθος αὐτῷ, τί θαυμαστὸν ἀμφισβητουμένην
12. τε καὶ ἀσαφῆ τοῖς πολλοῖς δυσπνοίας διαφορὰν
13. τὴν κατὰ μέγεθός τε καὶ ἀραιότητα διά τε τῶν ἄλλων συγγραμμάτων
14. ἐπιδεῖξαι πειραθῆναι παραφροσύνης ἰδίαν οὖσαν
15. ἔν τε τῷ προγνωστικῷ σαφοῦς ἀξιῶσαι διδασκαλίας, τὰς δὲ
16. τῆς πυκνότητος, ὡς ἂν μηδὲ ταύτας ἀγνοηθῆναι τοῖς ἰατροῖς
17. δυναμένας, ἑνὶ κεφαλαίῳ περιλαβόντα, διὰ ταχέων δηλῶσαι;
18. ἔν τε γὰρ πλευρίτισι καὶ περιπνευμονίαις καὶ συνάγχαις καὶ
1. ὀρθοπνοίαις πυκνὸν καὶ μικρὸν γίνεται τὸ πνεῦμα· καὶ
2. εἰ μὴ πλευρῖτις δ’ εἴη, μόνη δ’ ὀδύνη κατὰ τὰς πλευρὰς ὑπάρχοι,
3. πυκνὸν καὶ μικρὸν ἔσται τὸ πνεῦμα, καθάπερ εἰ καὶ περὶ
4. τὸ στόμα τῆς κοιλίας, ἢ τὸν στόμαχον, ἢ τοῦ σπληνὸς τὴν κεφαλὴν,
5. ἢ τοῦ ἥπατος τὰ κυρτά. καὶ γὰρ οὖν κᾀνταῦθα πόνου
6. τινὸς ὑπάρχοντος, ἀνάγκη μικρὸν καὶ πυκνὸν γενέσθαι τὸ πνεῦμα,
7. καὶ πολύ γε μᾶλλον, εἰ περὶ τὸ διάφραγμα γένοιτο καὶ τὸ
8. συνάπτον αὐτοῦ τῷ περιτοναίῳ καὶ τοὺς μῦς τοὺς περικειμένους
9. αὐτόθι. καίτοι κᾂν εἰ μὴ τῇδε μόνον, ἀλλὰ καὶ κατωτέρω
10. μειζόνως πεπονθὸς τὸ περιτόναιον, αἰσθάνεταί τε τῆς βλάβης
11. αὐτοῦ τὸ διάφραγμα καὶ οὕτω μικρὸν καὶ πυκνὸν ἐργάζεται τὸ
12. πνεῦμα. καὶ τῆς γαστρὸς αὐτῆς αἱ μείζους διαθέσεις, αἱ σὺν
13. ὀδύνῃ τε καὶ ὄγκῳ, καὶ τοῦ σπληνὸς τὰ κάτω καὶ τοῦ ἥπατος,
14. οὐδὲν ἧττον καὶ αὐταὶ πυκνὸν καὶ μικρὸν ἐργάζονται τὸ πνεῦμα·
15. καὶ ὅλως, εἴτ’ ὄγκος τις εἴη, θλίβων τε καὶ στενοχωρῶν ὁτιοῦν
16. τῶν ἀναπνευστικῶν ὀργάνων, εἴτ’ ὀδύνη περί τι μόριον οὕτω
17. πλησιάζον τοῖς ἀναπνευστικοῖς, ὡς κινουμένοις αὐτοῖς συγκινεῖσθαι,
18. πυκνὸν καὶ μικρὸν ἔσται τὸ πνεῦμα. τὰς δ’ ἄλλας αἰτίας
1. τούτων ἐν τῷ πρώτῳ γράμματι διήλθομεν, ὥσπέρ γε καὶ ὅτι
2. θερμασίας πολλῆς ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἠθροισμένης,
3. πυκνὸν καὶ μέγα γενήσεται τὸ πνεῦμα. φαίνεται δὲ καὶ
4. τοῦτο σχεδὸν ἁπάσης ἡμέρας ἐπὶ τῶν διακαῶν πάντων
5. πυρετῶν, ὥστ’ οὐδ’ αὐτὸ διαλάθοι τινά. καὶ μέν τοι καὶ ὡς
6. τὴν παρὰ φύσιν φλόγωσιν οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ
7. οἱ ἄλλοι σχεδὸν ἅπαντες οἱ πρὸ Ἐρασιστράτου φλεγμονὴν
8. ὠνόμαζον, οὐχ ἡμῖν μόνοις, ἀλλὰ καὶ σύμπασιν ὡς εἰπεῖν τοῖς
9. Ἱπποκράτους ἐξηγηταῖς ἀποδέδεικται. τούτων οὖν ὑποκειμένων,
10. οὐδὲν ἔτι θαυμαστὸν ἑνὶ κεφαλαίῳ τὰς εἰρημένας ἀμφοτέρας διαφορὰς
11. δηλῶσαι τὸν Ἱπποκράτην, πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν,
12. εἰπόντα, πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν
13. χωρίοισιν, ὡς ἂν καὶ ἡμῶν νοῆσαι δυναμένων, ὅτι τὸ μὲν
14. μετὰ μικρότητος πόνον σημαίνει, τὸ δὲ μετὰ μεγέθους φλεγμονὴν,
15. ὅ πέρ ἐστι φλόγωσιν, δηλοῖ· προσθέντα δ’ εὐλόγως, ἐν
16. τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισιν, ἤτοι τοῖς ἀναπνευστικοῖς,
17. ὡς ἂν τῶν κάτω τοῦ διαφράγματος ἀμέτρων θερμασιῶν εἰς μέγεθός
18. τε καὶ πυκνότητα τὴν ἀναπνοὴν ἐξᾶραι μὴ δυναμένων.

Cliquer un n° de page pour en afficher l’image