1. Ἡ μὲν ὁδὸς τῆς εὑρέσεως τῶν ζητουμένων
2. κατά γε τὰς πρώτας διαφορὰς ἥδε· προσθεῖναι δ’ ἀνάγκη
3. τινὰ καὶ ἀπόδειξιν τῷ λόγῳ. νυνὶ μὲν γὰρ, ὡς οὐκ ἀδύνατόν
4. ἐστι, ταύτῃ τῇ γνώμῃ κεχρῆσθαι τὸν Ἱπποκράτην, δεδήλωται·
5. δειχθήσεται δ’ ἐφεξῆς, ὅτι πάντως οὕτως ἔχει. τί δή ποτε γὰρ
6. ἐν μὲν τοῖς τῶν ἐπιδημιῶν βιβλίοις ἀμφοτέροις, ἔν τε τῷ δευτέρῳ
7. καὶ τῷ ἕκτῳ, πρώτας ἁπασῶν δύο ταύτας εὑρίσκεται διαφορὰς
8. δυσπνοίας διαιρούμενος, προτέραν μὲν τὸ μικρὸν καὶ
9. πυκνὸν πνεῦμα, δευτέραν δὲ τὸ πυκνὸν καὶ μέγα, κατὰ δὲ τὸ
10. προκείμενον ἀγνοεῖν αὐτὰς νομίζεται, πρὸς τῷ καὶ μετὰ ταῦτ’
11. εὐθὺς ἐν τῷ προγνωστικῷ γράφειν, ἀραιὸν καὶ μέγα; ἀραιὸν
12. μὲν οὖν καὶ μέγα πνεῦμα γινώσκει, πυκνὸν δὲ καὶ μικρὸν ἀγνοεῖ;
13. κᾂν φαίη τις τῶν τὰ χείρω σπουδαζόντων, ὡς αὐτὸ μὲν τί ποτ’
14. ἐστὶ πυκνὸν καὶ μικρὸν πνεῦμα γινώσκειν ἠδύνατο, τίς δ’ ἐστὶν
15. ἡ ἀπεργαζομένη διάθεσις αὐτὸ, μὴ γινώσκειν ἠδύνατο, ἀλλ’ ὅταν
16. εἴποι, τὸ πυκνὸν πνεῦμα πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖς
17. ὑπὲρ τῶν φρενῶν χωρίοις, δῆλός ἐστι καὶ τὰς διαθέσεις γράφων
1. καὶ οὐδετέραν παραλιπὼν, ἀλλὰ κατὰ τὴν αὐτὴν τάξιν ἐδήλωσεν,
2. ἣν κᾀν τοῖς δύο τῶν ἐπιδημιῶν βιβλίοις ἐποιήσατο. δῆλον
3. οὖν ἐστι τῷ μὲν πυκνῷ καὶ σμικρῷ τὸν πόνον, τῷ δὲ πυκνῷ
4. καὶ μεγάλῳ τὴν φλόγωσιν συνάπτων. οὐδὲ γὰρ τοῦτ’ ἔστιν
5. εἰπεῖν, ὡς ἐν μὲν τοῖς τῶν ἐπιδημιῶν δύο ἐμνημόνευσε μικροῦ
6. καὶ πυκνοῦ καὶ μεγάλου καὶ πυκνοῦ πνεύματος, ἑτέρωθι δ’ οὐδαμόθι.
7. καὶ γὰρ ἐν αὐτοῖς ἐκείνοις πολλάκις κᾀν τῷ περὶ διαίτης
8. ὀξέων, ὃν ἐπιγράφουσι περὶ πτισάνης, εὐθὺς ἐν ἀρχῇ τοῦ
9. συγγράμματος οὐ μόνον διαῤῥήδην ὀνομάζει τὸ τῆς δυσπνοίας
10. ταύτης εἶδος, ἀλλὰ καὶ τὴν διάθεσιν ἐφ’ ᾗ γίγνεται καὶ τὸν
11. τρόπον αὐτῆς καθ’ ὃν βλάπτειν πέφυκε, καίτοι τῶν ὑπὸ φιλονεικίας
12. πολλὰ παρακοπτόντων ὡς οὐ γνήσια τοῦ Ἱπποκράτους βιβλία
13. οὐδεὶς ἐτόλμησεν ἀφελέσθαι τὸν ἄνδρα τουτὶ τὸ σύγγραμμα.
14. τὰ μὲν γὰρ ἐπὶ τέλει τὰ μετὰ τὴν τοῦ λουτροῦ χρῆσιν ἀφαιροῦσι
15. πολλοὶ, τὰ δὲ ἕως τοῦδε φυλάττουσιν ἅπαντες. ἂν οὖν μὴ μόνον
16. ἐν τούτῳ τῷ βιβλίῳ δείξωμεν, ἀλλὰ καὶ δι’ ἄλλων πολλῶν ὁμοίως
17. εὑρεθῇ τάς τε διαφορὰς τοῦ πυκνοῦ πνεύματος γινώσκων καὶ τὰς
18. διαθέσεις, ἐνδεῖν τι δόξει πρὸς τὴν ἀπόδειξιν; εἰ δὲ καὶ κατ’ αὐτὸ
1. τὸ προγνωστικὸν εὑρεθείη κατωτέρω μήτε τὰς διαφορὰς ἀγνοῶν
2. καὶ τὰς διαθέσεις ἐπιστάμενος, οὐκ ἂν ἔτι μᾶλλον πιστεύσαις
3. ἀποδεδεῖχθαι τὸ προκείμενον; καὶ μὴν ὅτι ταῦθ’ οὕτως ἔχει καὶ
4. μηδὲν ψευδόμεθα, πάρεστι σκοπεῖν ἐξ αὐτῶν τῶν ῥήσεων. ἄρξομαι
5. δ’ ἀπὸ τοῦ περὶ διαίτης ὀξέων. ἐν τούτῳ τῷ βιβλίῳ κατ’
6. ἀρχὰς εὐθὺς περὶ τῶν κατὰ πνεύμονα καὶ θώρακα νοσημάτων
7. τὸν λόγον ποιούμενος ὡδί πως φησίν· οἷσί τε γὰρ σῖτος αὐτίκα
8. ἐγκατακέκλεισται, ἢν μή τις ὑποκενώσας τὸ ῥόφημα δοίη,
9. τὴν ὀδύνην ἐνεοῦσαν προσπαροξύνειεν ἂν, καὶ μὴ ἐνεοῦσαν εὐθὺς
10. ἐμποιήσειεν ἂν, καὶ πνεῦμα πυκνότερον γένοιτ’ ἄν· κακὸν
11. δὲ τοῦτο· ξηραντικὸν γὰρ πνεύμονος καὶ κοπῶδες ὑποχονδρίων
12. καὶ ἤτρου καὶ φρενῶν. ἐν τούτῳ τῷ λόγῳ πρῶτον μὲν ὅτι καὶ
13. διὰ πόνον τὸ πυκνὸν γίνεται πνεῦμα δεδήλωκεν, ἡμῖν, οἶμαι,
14. καταλιπὼν ἐπινοεῖν τὸν τρόπον τῆς γενέσεως, ὃν ἐν τῷ
15. πρώτῳ τῶνδε τῶν ὑπομνημάτων σαφῶς μοι δοκῶ διεληλυθέναι.
16. καθ’ ὃν γὰρ τρόπον ὀδυνώμενοι τὰ σκέλη μέγα προβαίνειν
17. οὐ δυνάμεθα, κατὰ τὸν αὐτὸν τρόπον, ὅταν πονῇ τι τῶν
18. κινουμένων ἐν ταῖς ἀναπνοαῖς ὀργάνων, μικρὸν ἀναπνεῖν ἀναγκαζόμεθα
1. καὶ θᾶττον παύσασθαι γλιχόμεθα. ἐπεὶ γὰρ συμπαρεκτείνεται
2. τῷ μήκει τοῦ χρόνου τῆς ἀναπνοῆς ὁ πόνος, ὁ
3. θᾶττον ἂν ἐπισχὼν τὴν κίνησιν τῶν ἀναπνευστικῶν θᾶττον
4. ὀδυνώμενος παύσεται. ἀλλ’ ὅσον πρωϊαίτερον τοῦ δέοντος ἐπαύσατο,
5. τοσοῦτον τὸ ζῶον ἐλλιπέστερον ἀπήλαυσε τῆς εἰσπνοῆς.
6. ὥσπερ οὖν εἴ τις ἐλάττω τῆς χρείας σιτία προσάρηται, ταχέως
7. οὗτος ἑτέρων δεήσεται σιτίων, οὕτως εἴ τις εἰσπνεύσειεν ἔλαττον
8. τῆς χρείας, θᾶττον οὗτος εἰσπνοῆς προσδεήσεται, κᾀν τῷδε
9. συμβήσεται πυκνοῦσθαι τὸ πνεῦμα. ὃν γὰρ ἡσύχαζε χρόνον ἐν
10. τῷ μεταξὺ τῶν ἐνεργειῶν ἀναπαυόμενα τὰ τῆς ἀναπνοῆς ὄργανα,
11. τοῦτον νῦν αὐτοῖς οὐκ ἐπιτρέπει ἡσυχάζειν τὸ ζῶον.
12. ἅτε γὰρ ἐλλιπῶς ἀναπνέον ἑκάστην ἀναπνοὴν, ἀεὶ καὶ μᾶλλον
13. ἐγγυτέρω πελάζει πνίξεως· δέει δὲ αὐτοῦ τοῦδε τοῦ παθήματος
14. ἀναπνεῦσαι θᾶττον ἐπείγεται, καὶ κινεῖ τὰ τῆς ἀναπνοῆς
15. ὄργανα πρωϊαίτερον τοῦ δέοντος, οὐκ ἐπιτρέπον αὐτοῖς ἡσυχάζειν
16. ἐς ὅσον ἡσύχαζεν, ὅτ’ εἶχε κατὰ φύσιν. ὅταν οὖν διὰ
17. τὴν ὀδύνην ὁ Ἱπποκράτης πυκνότερον τὸ πνεῦμα γενέσθαι
18. λέγῃ, φαίνηται δὲ διὰ μέσης τῆς μικρότητος ἡ πυκνότης γεννᾶσθαι,
1. παντί που δῆλον, ὡς καὶ τὴν σμικρότητα γινώσκει.
2. τίς γὰρ ἂν τὸ τρίτον ἀπὸ τοῦ πρώτου δύναιτο γνῶναι τὸ μέσον
3. ἀγνοῶν, καὶ μάλισθ’ ὅταν αὐτὸ τῷ τρίτῳ τῆς γενέσεως
4. αἴτιον ὑπάρχῃ; καὶ μέν γε καὶ προελθὼν ὀλίγον αὐτοῖς
5. τοῖς ἰδίοις ῥήμασιν ἄντικρυς αἰτιᾶται τὴν μικρότητα τῆς πυκνότητος,
6. γράφων ὡδί· καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνεχόμενον κωλύει
7. μὲν τὸ πνεῦμα εἴσω φέρεσθαι, ἀναγκάζει δὲ ταχέως ἔξω
8. φέρεσθαι. τὴν ἑτέραν ἐνταῦθα πάλιν αἰτίαν διδάσκει τῆς τοῦ
9. πυκνοῦ πνεύματος γενέσεως, ὠνόμαζε δ’ αὐτὴν ἐν τοῖς ἔμπροσθεν
10. λόγοις στενοχωρίαν τῶν ἀναπνευστικῶν ὀργάνων. ὅπερ
11. οὖν ἐπὶ τοῦ πόνου παρέλιπεν ἡμῖν ἐπινοῆσαι, τοῦτ’ ἐνταῦθα
12. αὐτὸς ἐξηγήσατο. τί δ’ ἐστὶ τοῦτο; πολλοῦ, φησι, τοῦ πτυέλου
13. περιεχομένου κατὰ τὰς ἀρτηρίας, τοῦ πνεύμονος δηλονότι,
14. καὶ τὴν χώραν τοῦ πνεύματος αὐτοῦ φθάνοντος κατειληφέναι,
15. κωλύεται κατὰ τὴν τῆς εἰσπνοῆς ἐνέργειαν εἴσω παραγενέσθαι
16. τὸ πνεῦμα. ἆρ’ οὖν ἕτερόν τι τῆς μικρᾶς εἰσπνοῆς ἐστι τὸ νῦν
17. λεγόμενον; οὐ μὴν, εἴγε τῷ πλήθει τῆς εἰσπνεομένης οὐσίας
18. παραμετρεῖν χρὴ τὸ μέγεθος τῆς ἀναπνοῆς, ὡς ἐν τῷ πρώτῳ
1. δέδεικται λόγῳ· ἀλλὰ εἰ δι’ ἄλλην τινὰ αἰτίαν ἀναγκάζεσθαι
2. ταχέως ἔξω φέρεσθαι τὸ πνεῦμά φησι ἢ διὰ τὴν μικρότητα τῆς
3. εἰσπνοῆς, οὐκ ἔστιν οὐδὲ τοῦτ’ εἰπεῖν, ἐχούσης οὕτω τῆς λέξεως·
4. καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνεχόμενον, κωλύει μὲν τὸ πνεῦμα εἴσω
5. φέρεσθαι, ἀναγκάζει δὲ ταχέως φέρεσθαι ἔξω. διότι γὰρ ἐστερήθη
6. τῆς εἴσω φορᾶς, ἡσυχάζειν οὐκ ἐπιτρέπει τὸ ζῶον, πνιγῆναι
7. κινδυνεῦον, κᾀν τῷδε πυκνὸν γίνεται. τὸ γὰρ ἐπὶ τὴν ἐκπνοὴν
8. ἰέναι ταχέως ἀπὸ τῆς εἰσπνοῆς οὐδὲν ἕτερόν ἐστι τοῦ
9. πυκνῶς ἀναπνεῖν. οὐ γὰρ δὴ τάς γε συλλαβὰς τῶν ὀνομάτων
10. αὐτὰς ἐθέλειν ἀκούειν προσήκει, τῶν λόγων ὅλων σαφῶς λεγομένων,
11. οὐδ’ ἄλλο μέν τι νομίζειν εἶναι τὸ ταχέως ἐπὶ τὴν ἐκπνοὴν
12. ὁρμᾷν τοῦ πυκνῶς ἀναπνεῖν, ἄλλο δέ τι τὸ κωλύεσθαι τὴν εἰσπνοὴν
13. αὐτάρκως γίγνεσθαι τοῦ μικρὰν εἶναι τὴν ἀναπνοήν.
14. ἀλλ’ ἐνταῦθα μὲν αὐτὸς ὁ Ἱπποκράτης ἐξηγήσατο σαφῶς,
15. ὅπως ἐπὶ τῷ πτυέλῳ κατεχομένῳ πυκνὸν γίνεται τὸ πνεῦμα
16. διὰ μέσης τῆς μικρότητος· ἐπὶ δὲ τῆς ὀδύνης παρέλιπεν, ὡς ἂν,
17. οἶμαι, πολλαχοῦ μὲν αὐτὸς εἰρηκὼς κωλύεσθαι τὰς ἐνεργείας
1. τῶν ὀργάνων ὑπὸ τοῦ πόνου, δυναμένων δὲ καὶ ἡμῶν, κᾂν εἰ
2. μὴ παρ’ ἐκείνου προσηκούσαμεν, ἐκ τῶν ἐναργῶς φαινομένων
3. εὑρεῖν αὐτό. πρὸς τῷ τοίνυν ἄμφω ταῦθ’ ἡμᾶς ἐν τῷδε τῷ λόγῳ
4. διδάξαι σαφῶς, ὡς καὶ πόνος καὶ στενοχωρία μικρὰν ἐργαζόμενα
5. τὴν ἀναπνοὴν, εὐθὺς καὶ πυκνὴν δείκνυσιν, ἔτι καὶ τοῦτ’ ἐκδιδάσκει,
6. τὸ μὴ ταῦτ’ εἶναι μόνον πυκνοῦ πνεύματος αἴτια.
7. πρῶτον μὲν γὰρ ἐν τῷ φάναι, εἴρηται δ’ οὕτως ἐπὶ τῆς ὀδύνης,
8. αὐτὸ δῆλον ποιεῖται πυκνὸν ἤδη διὰ τὴν ἑτέραν αἰτίαν ὑπάρχον
9. τὸ πνεῦμα, πυκνότερον γίγνεσθαι λέγων διὰ τὸν πόνον, ὡς ἂν,
10. οἶμαι, κᾀνταῦθ’ ἡμῶν λογίσασθαι δυναμένων, τὴν πυρεκτικὴν
11. θερμασίαν πάντως αὐτὸ πυκνὸν ἀπεργάσασθαι· δεύτερον δ’ ἐν
12. τῷ λέγειν, ὅτι ὑπὸ τοῦ πυκνοῦ καὶ πολλοῦ πνεύματος, ὡς ἤδη
13. εἴρηται, γλισχραινόμενον τὸ πτύελον ἀπέπτως κωλύει τὴν ἐπάνοδον
14. γίνεσθαι. τοῦ μὲν γὰρ πυκνοῦ πνεύματος ὁ πόνος αἴτιον,
15. τοῦ πολλοῦ δὲ οὐχ οὗτος, ἀλλ’ ἡ πυρεκτικὴ θερμασία.
16. πάνυ δὲ κᾀνταῦθα σαφῶς, οὐ μεγάλου πνεύματος εἶπεν, ἀλλὰ
17. πολλοῦ. τὸ μὲν γὰρ μέγα τῷ καθ’ ἑκάστην ἀναπνοὴν ποσῷ
18. κρίνεται, τὸ δὲ πολὺ δυνατόν ἐστιν ἐκ μικρῶν ἐνίοτε πολλῶν
1. ἀθροίζεσθαι. καὶ φαίνεταί γε σαφῶς τοῦτο γιγνόμενον ἐπὶ τῶν
2. πλευριτικῶν, μέγα μὲν εἰσάπαξ ἀναπνεῖν μὴ δυναμένων διὰ τὸν
3. πόνον, καίτοι γε δέονται πλέονος ἀέρος διὰ τὸν πυρετὸν, τῇ
4. συνεχείᾳ δὲ τῆς ἐνεργείας ἴσον ταῖς μεγάλαις ἀναπνοαῖς τὸ
5. πλῆθος τοῦ πνεύματος ἀθροιζόντων. ὃ γὰρ ὀλίγαι μεγάλαι,
6. τοῦτο πολλαὶ σμικραὶ δύνανται. κατὰ δὲ ταὐτὰ κᾀπὶ τῶν
7. περιπνευμονικῶν πολλοῦ μὲν τοῦ πνεύματος ἡ χρεία, διὰ δὲ
8. τὴν στενοχωρίαν ὀλίγον εἰσπνεῖται· κᾀνταῦθ’ οὖν ἡ πυκνότης
9. πολλὰς ἐργαζομένη τὰς μικρὰς ἀναπνοὰς, εἰς ἴσον ἄγει ταῖς
10. ὀλίγαις τε καὶ μεγάλαις.
⟨
(De difficult. respir.) [n° 059 Fichtner] [GalLat]
De difficultate respirationis
Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1
De difficultate respirationis, 3.6, ed. Kühn, 1824, vol. 7, p. 912-919. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:3.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩