11. Ἆρ οὖν ἔτι δεησόμεθα τὰς συλλαβὰς εὑρίσκειν
12. τῶν ὀνομάτων ἐν τῷδε τῷ βιβλίῳ γεγραμμένας ἐφεξῆς
13. οὕτω, μικᾶς τε καὶ μεγάλης ἀναπνοῆς, οὐκ ἀρκούμενοι τοῖς
14. πράγμασιν αὐτοῖς οὕτω σαφῶς δηδηλωμένοις; καὶ μὴν οὐ
15. τοῦτ’ ἦν τὸ ζητούμενον, εἰ τοὔνομα γινώσκει τὸ τῆς μικρᾶς
16. καὶ μεγάλης ἀναπνοῆς Ἱπποκράτης· εὑρίσκεται γὰρ ἔν τε τοῖς
17. τῶν ἐπιδημιῶν βιβλίοις γεγραμμένον κᾀν τῷ προγνωστικῷ
18. πάλιν ἐν οἷς ἔλεγε· μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ
1. χρόνου παραφροσύνην σημαίνει· ἀλλ’ εἰ διττὸν οἶδε τὸ πυκνὸν
2. πνεῦμα καὶ τὸ μὲν αὐτῶν ὑπὸ πόνου γίγνεσθαί φησι,
3. τὸ δὲ ὑπὸ θερμασίας πολλῆς ἐν τοῖς ἀνπνευστικοῖς ὀργάνοις
4. ἀθροιζομένης. ὅπου τοίνυν ἐπιδέδεικται ταῦτα, περιττὸν ἔτι
5. ποθεῖν ἀκούειν τὰς τῶν ὀνομάτων συλλαβὰς, ἐπεὶ καὶ κατ’
6. αὐτὸν τοῦτον τὸν ἐν τῷ προγνωστικῷ λόγον, ὃν ἐπὶ τῆς παραφροσύνης
7. ἔγραψεν, ἐξέσται τινὶ λέγειν οὐκ ἀραιὸν μὲν καὶ
8. μέγα τὸ δηλοῦν αὐτὴν εἰρῆσθαι πνεῦμα, καὶ τὴν λέξιν προτείνεσθαι
9. τόνδε τὸν τρόπον ἔχουσαν, μέγα δὲ ἀναπνεόμενον
10. καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην σημαίνει, ὥσπερ οὐ
11. ταὐτὸν μόνον ἢ ἀραιὸν εἰπεῖν, ἢ διὰ πολλοῦ χρόνου, ἢ νῦν
12. ἡμῶν ὀνόματα θηρευόντων, καὶ οὐ τὰ πράγματα ζητούντων.
13. ἀλλ’ ἐπειδή τινες εἰς τοσοῦτον ἥκουσι σκαιότητος, ὡς καὶ
14. τῶν ὀνομάτων ἀκούειν ἐθέλειν αὐτῶν, ἀναμνήσωμεν καὶ αὐτοὺς
15. ἐξ αὐτοῦ τοῦ περὶ διαίτης ὀξέων βιβλίου δυοῖν τινων
16. ῥήσεων ὡδί πως ἐχουσῶν· πνεῦμα προσπταῖον ἐν τῇ ἄνω φορῇ
17. πυκνὸν ἢ μέγα. ἐνταῦθα μὲν ἔχεις, εἴπερ ἐπιθυμεῖς, τοὔνομα
18. τὸ μέγα· τὸ δ’ αὖ μικρὸν, ἐπειδάν φησι· καὶ πνεῦμα
1. σμικρὸν καὶ ἀντίσπασις τοῦ πνεύματος πυκνὴ καὶ βιαίη παραγίγνεται.
2. κατὰ δ’ αὖ τὸ προγνωστικὸν αὐτὸ δυσπετέως
3. φέρειν τὴν νοῦσόν φησι καὶ πνεῦμα μέγα καὶ πυκνὸν εἶναι.
4. τοῦτο μὲν οὖν ἄντικρυς αὐτοῖς τοῖς ὀνόμασιν ἔγραψε, μέγα
5. καὶ πυκνὸν, τὸ δ’ αὖ μικρὸν καὶ πυκνὸν ἐν τῷ περὶ συνάγχης
6. λόγῳ, πλεῖστόν τε πόνον παρέχουσι καὶ ὀρθόπνοιαν, εἰπών.
7. ὅτι γὰρ ἐν ταῖς ὀρθοπνοίαις μικρὸν καὶ πυκνὸν γίνεται τὸ
8. πνεῦμα διὰ τὴν στενοχωρίαν τῶν ἀναπνευστικῶν ὀργάνων, οὐκ
9. οἶδ’ εἴ τις ἀγνοεῖ. καίτοι κᾂν εἰ τὰ τοιαῦτα παρ’ Ἱπποκράτους
10. αὐτοῦ μαθεῖν ἐθέλομεν, ἐν μὲν τῷ περὶ διαίτης ὀξέων
11. ἐν αἷς ὀλίγον ἔμπροσθεν ἔγραψα λέξεσιν ἐδίδαξεν ἡμᾶς, ὅπως
12. γίγνεται μικρὸν καὶ πυκνὸν πνεῦμα κατὰ τὴν τῶν πτυέλων
13. ἐπίσχεσιν. ἐν δὲ τῷ περὶ ἄρθρων εὐθὺς ἐν ἀρχῇ τοῦ περὶ
14. τῆς ῥάχεως αὐτοῦ, τὰς ὑπὸ τῶν ὄγκων ἢ νοσημάτων γιγνομένας
15. κυφώσεις ἐν τοῖς ἀνωτέρω τῶν φρενῶν χωρίοις διηγούμενος,
16. ὡδί πως φησὶν, ( ὅλην γὰρ, οἶμαι, κάλλιον εἶναι δοκεῖ
17. παραγράψαι τὴν ῥῆσιν) οἷσι μὲν ἄνω τῶν φρενῶν τὸ κυφὸν,
18. τουτέοισι μὲν αἱ πλευραὶ οὐκ ἐθέλουσιν εἰς τὸ εὐρὺ αὔξεσθαι,
1. ἀλλ’ ἐς τοὔμπροσθεν, τό τε στῆθος ὀξὺ γίγνεται,
2. ἀλλ’ οὐ πλατὺ, αὐτοί τε δύσπνοοι γίγνονται καὶ κερχνώδεες·
3. ἧσσον γὰρ ἰθυωρίην ἔχουσιν αἱ κοιλίαι τὸ πνεῦμα δεχόμεναι
4. καὶ προπέμπουσαι. καὶ γὰρ δὴ καὶ ἀναγκάζονται κατὰ τὸν
5. μέγαν σπόνδυλον λορδὸν τὸν αὐχένα ἔχειν, ὡς μὴ προπετὴς
6. ᾖ αὐτέοισιν ἡ κεφαλή. στενοχωρίην οὖν πολλὴν τῇ φάρυγγι
7. παρέχουσι· καὶ τοῦτο συμβάλλεται εἰς τὸ εἴσω ῥέπον.
8. καὶ γὰρ αὐτοῖσιν ὀρθοῖσι φύσει δύσπνοιαν παρέχει τοῦτο τὸ
9. ὀστέον, ἂν ἔσω ῥέπει, ἔστ’ ἂν ἀναπιεσθῇ. διὰ οὖν τὸ τοιοῦτον
10. πρῆγμα ἐξεχέμβροχοι οἱ τοιοῦτοι τῶν ἀνθρώπων μᾶλλον
11. φαίνονται ἢ ὑγιέες, φυματίαι τε ὡς ἐπὶ πολὺ τὸν πνεύμονά
12. εἰσιν οἱ τοιοῦτοι, σκληρῶν φυμάτων καὶ ἀπέπτων. καὶ
13. γὰρ ἡ πρόφασις τοῦ κυφώματος καὶ ἡ ξύντασις τοῖσι πλείστοισι
14. διὰ τοιαύτας συστροφὰς γίγνεται, οἷσιν ἂν κοινωνήσωσιν
15. οἱ ξύντονοι. ἐν τούτῳ τῷ λόγῳ παντὶ τὴν μὲν κύφωσιν
16. ἐπὶ τοῖς ἐν πνεύμονι φύμασιν ἀπέπτοις τε καὶ σκληροῖς
17. γίγνεσθαι λέγει, τὴν δὲ δύσπνοιαν ἐπὶ τῇ στενοχωρίᾳ· κερχνώδη
18. δὲ κέκληκε τὴν τοιαύτην διαφορὰν αὐτοῦ. ἐν δέ γε τῷ
1. περὶ διαίτης ὀξέων, ἡνίκα τῶν εἰς μικρότητά τε καὶ πυκνότητα
2. τὴν ἀναπνοὴν τρεπομένων ἐμέμνητο, καὶ αὐτὸ μὲν τοῦτο
3. τὸ τῆς ὀρθοπνοίας ὄνομα προσέθηκε, καὶ ῥέγχειν αὐτοὺς
4. ἔφησεν, ὥστε κᾀπειδὰν ἐν προγνωστικῷ περὶ συνάγχης διηγούμενος
5. εἶπε· πλεῖστόν τε πόνον παρέχουσι καὶ ὀρθόπνοιαν,
6. οὐκ ἄλλο τι δυσπνοίας εἶδος ἢ τὸ σμικροῦ καὶ πυκνοῦ πνεύματος
7. οὕτως ὀνομάζει. πάντες γὰρ οἱ διὰ στενοχωρίαν αὐτάρκως
8. εἰσπνεῖν μὴ δυνάμενοι πνίγεσθαι κινδυνεύουσιν, ἢν
9. κατακαίωνται. καὶ διὰ τοῦτ’ ὀρθὸν ἔχειν δέονται τόν τε θώρακα
10. σύμπαντα καὶ τὸν τράχηλον, ὡς ἂν οὐ σμικρᾶς αὐτοῖς
11. βοηθείας ἐκ τοῦ τοιούτου σχήματος προσερχομένης. εὐρύτερά
12. τε γὰρ ἅμα καὶ μακρότερα σύμπαντα τὰ τῆς ἀναπνοῆς ὄργανα
13. γίνονται, τοῦτο μὲν ἐξευθυνόμενα πρὸς τῶν ὀρθίων
14. σχημάτων, τοῦτο δ’ ἧττον εἰς ἑαυτὰ καταπίπτειν κωλυόμενα.
15. δῆλος δὲ καὶ αὐτὸς ὁ Ἱπποκράτης οὕτω γινώσκων ὑπὲρ αὐτῶν,
16. ὡς ἡμεῖς νῦν λέγομεν, ἐξ ὧν φησιν ἐν τοῖς περὶ ἄρθρων·
17. αὐτοί τε δύσπνοοι γίνονται καὶ κερχνώδεες, ἧσσον γὰρ ἰθυωρίην
18. ἔχουσιν αἱ κοιλίαι αἱ τὸ πνεῦμα δεχόμεναι καὶ προ
1. πέμπουσαι· πᾶσιν οὖν τοῖς διὰ στενοχωρίαν δυσπνοοῦσιν
2. καὶ μικρὸν γίνεται τὸ πνεῦμα καὶ δύο ἐξ ἀνάγκης ἕπεται
3. συμπτώματα, τό τε κερχνῶδες εἶδος τῆς ἀναπνοῆς, ὃ δὴ καὶ
4. ῥέγχειν ὀνομάζεται, καὶ τὸ μικρῷ πρόσθεν εἰρημένον, ἡ ὀρθόπνοια.
5. καὶ δὴ ὥσπερ ἐξεπίτηδες διατέμνων αὐτὰ τὸ μὲν
6. ἕτερον ἐν προγνωστικῷ γράφει ταῖς ὀλεθρίαις συνάγχαις προσεῖναι
7. λέγων, τὸ δὲ δεύτερον ἐν τῷ περὶ ἄρθρων, ἐν μὲν τῷ
8. προγνωστικῷ τὴν ὀρθόπνοιαν, ἐν δὲ τῷ περὶ ἄρθρων τὸ
9. κερχνῶδες· ἄμφω δὲ ἐν τῷ περὶ διαίτης ὀξέων ἐς ταὐτὸν ἤγαγεν,
10. οὕτως γράψας ὁ Ἱπποκράτης· οἱ δ’ ὑπὸ τῆς ὀρθοπνοίας
11. καὶ τοῦ ῥέγχους ἀποπνιγέντες. ὃ γὰρ ἐν τῷ περὶ ἄρθρων
12. κέρχνον, τοῦτ’ ἐνταῦθα ῥέγχος ὠνόμασε. χρῆται δὲ καὶ ἀλλαχόθι
13. τῶν συγγραμμάτων ἀμφοτέροις τοῖς ὀνόμασιν, ὡς
14. ταὐτὸν δυναμένοις δηλοῦν. ἐπειδὴ οὖν οὕτως ἐπιμελῶς αὐτὸς
15. ἐν τῷ περὶ διαίτης περὶ πάσης γενέσεως πυκνοῦ πνεύματος
16. διεξῆλθε, θαυμαστὸν οὐδὲν, εἰ μόνον τὸ κεφάλαιον αὐτὸ
17. τοῦ παντὸς λόγου γέγραφεν ἐν τῷ προγνωστικῷ. ὅτι δ’ ἐπιμελῶς
1. διῆλθε πάντα περὶ πυκνοῦ πνεύματος λόγον, οὐδὲν ἔτι
2. δέομαι πλεῖον λέγειν, ἀλλ’ ἀναμνήσας τοῦτο μόνον, ὡς ἤτοι
3. διὰ πόνον, ἢ στενοχωρίαν, ἢ πλῆθος θερμασίας, πυκνὸν γίνεται
4. τὸ πνεῦμα, τὴν ὅλην ῥῆσιν ἐφεξῆς παραγράψω τόνδε
5. τὸν τρόπον ἔχουσαν· οἷσί τε γὰρ σιτία αὐτίκα ἐγκατακέκλεισται,
6. ἢν μή τις ὑποκενώσας τὸ ῥόφημα δοίη, τὴν ὀδύνην
7. ἐνεοῦσαν προσπαροξύνειεν ἂν, καὶ μὴ ἐνεοῦσαν εὐθὺς ἐμποιήσειεν
8. ἂν, καὶ πυκνότερον γένοιτ’ ἂν τὸ πνεῦμα· κακὸν δὲ τοῦτο·
9. ξηραντικὸν γὰρ πνεύμονος, καὶ κοπῶδες ὑποχονδρίου καὶ
10. ἤτρου καὶ φρενῶν. ἢν δέ τι τῆς ὀδύνης τοῦ πλευροῦ ξυνεχέος
11. ἐούσης καὶ πρὸς τὰ θερμάσματα μὴ χαλώσης καὶ τοῦ
12. πτυέλου μὴ ἀπιόντος, ἀλλὰ καὶ καταγλισχραινομένου ἀσαπέως,
13. ἢν μὴ λύσῃ τις τὴν ὀδύνην, ἢ κοιλίην μαλθάξας, ἢ
14. φλέβα τεμὼν, ὁπότερον ἂν τουτέων σημαίνῃ, τὰς δὲ πτισάνας
15. ἢν οὕτως ἔχουσι διδῷ, ταχέες οἱ θάνατοι τῶν τοιουτέων
16. γίνονται. διὰ ταύτας οὖν τὰς προφάσιας καὶ ἑτέρας
17. τοιαύτας ἔτι μᾶλλον οἱ ὅλῃσι χρεώμενοι πτισάνῃσιν ἑβδομαῖοι
18. καὶ ὀλιγημερώτεροι θνήσκουσιν, οἱ μέν τι καὶ τὴν γνώμην
1. βλαβέντες, οἱ δ’ ὑπὸ τῆς ὀρθοπνοίης τε καὶ τοῦ ῥέγχους
2. ἀποπνιγέντες· μάλα δὲ τοὺς τοιουτέους οἱ ἀρχαῖοι βλητοὺς
3. ὠνόμαζον εἶναι, διὰ τόδε μάλιστα, οὐχ ἥκιστα δὲ ὅτι ἀποθανόντων
4. ἡ πλευρὴ πελιὴ εὑρίσκεται ἴκελόν τι πληγῇ. αἴτιον
5. δὲ τούτου ἐστὶ, ὅτι πρὶν λυθῆναι τὴν ὀδύνην θνήσκουσι.
6. ταχέως γὰρ πνευματίαι γίνονται, ὑπὸ δὲ τοῦ πυκνοῦ καὶ πολλοῦ
7. πνεύματος, ὡς ἤδη εἴρηται, γλισχραινόμενον τὸ πτύελον
8. ἀπέπτως κωλύει τὴν ἐπάνοδον γίγνεσθαι, ἀλλὰ τὴν ῥέγξιν
9. ποιέει ἰσχόμενον ἐν τοῖσι βρόγχοισι τοῦ πνεύμονος. ὁκόταν ἐς
10. τοῦτο ἔλθῃ, θανατῶδες ὡς ἐπὶ τὸ πολύ ἐστι. καὶ γὰρ αὐτὸ
11. τὸ πτύελον ἐνεχόμενον κωλύει μὲν τὸ πνεῦμα ἔσω φέρεσθαι,
12. ἀναγκάζει δὲ ταχέως ἔξω φέρεσθαι, καὶ οὕτως ἐς τὸ κακὸν ἀλλήλοισι
13. ξυντιμωρέουσι. τό τε γὰρ πτύελον ἐνεχόμενον πυκνὸν
14. τὸ πνεῦμα ποιέει, τό τε πνεῦμα πυκνὸν ἐὸν, ἐπιγλισχραίνει τὸ
15. πτύελον, καὶ κωλύει ἀπολισθαίνειν. εἴ τις ταύτῃ τῇ ῥήσει τὸν
16. νοῦν ἐπιμελῶς προσχοίη, καὶ πολλάκις αὐτὴν ἀναλέξαιτο, τοῦτον
17. ἐλπίζω ῥᾳδίως πεισθήσεσθαι τοῖς εἰρημένοις. ὅτι γὰρ οὐ
18. μεγάλης ἐδεῖτο σοφίας ἡ τοῦ πυκνοῦ πνεύματος εἰς τὰς ἐν αὐτῷ
1. διαφορὰς τομὴ, καὶ ὅτι τελέως αὐτὴν ἔφθασεν ἐν τούτῳ τῷ
2. βιβλίῳ γεγραφέναι, διὰ τοῦτο ἐν τῷ προγνωστικῷ ταχέως
3. πάνυ περιέδραμε, ὡς πρὸς εἰδότας ἤδη τὸ σύμπαν οἷον ἐπιτομήν
4. τινα τοῦ λόγου ποιησάμενος.
⟨
(De difficult. respir.) [n° 059 Fichtner] [GalLat]
De difficultate respirationis
Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1
De difficultate respirationis, 3.7, ed. Kühn, 1824, vol. 7, p. 919-927. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:3.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩